- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IV. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1892.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg112.humanitext-grc2:9.15.2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿摩尼乌斯将舞蹈划分为动作、姿态与指示三个要素,结合拟舞歌阐述了诗歌与舞蹈的紧密结合,继而慨叹当代舞蹈的庸俗堕落,并以此结束全篇对话。
ἔφη δὲ τρία εἶναι, τὴν φορὰν καὶ τὸ σχῆμα καὶ τὴν δεῖξιν. ἡ γὰρ ὄρχησις ἔκ τε κινήσεων καὶ σχέσεων συνέστηκεν, ὡς τὸ μέλος τῶν φθόγγων καὶ τῶν διαστημάτων1 ἐνταῦθα δʼ αἱ μοναὶ πέρατα τῶν κινήσεών εἰσι. φορὰς μὲν οὖν τὰς κινήσεις ὀνομάζουσι, σχήματα δὲ σχέσεις καὶ διαθέσεις, εἰς ἃς φερόμεναι τελευτῶσιν αἱ κινήσεις, ὅταν Ἀπόλλωνος ἢ Πανὸς ἤ τινος Βάκχης σχῆμα διαθέντες ἐπὶ τοῦ σώματος γραφικῶς τοῖς εἴδεσιν ἐπιμένωσι.2 τὸ δὲ τρίτον, ἡ δεῖξις, οὐ μιμητικόν ἐστιν, ἀλλὰ δηλωτικὸν ἀληθῶς τῶν ὑποκειμένων ὡς γὰρ οἱ ποιηταὶ τοῖς κυρίοις ὀνόμασι δεικτικῶς χρῶνται, τὸν Ἀχιλλέα καὶ τὸν Ὀδυσσέα καὶ τὴν γῆν καὶ τὸν οὐρανὸν ὀνομάζοντες, ὡς ὑπὸ τῶν πολλῶν λέγονται· πρὸς δὲ τὰς ἐμφάσεις καὶ τὰς μιμήσεις καὶ ὀνοματοποιίαις χρῶνται καὶ μεταφοραῖς, κελαρύζειν καὶ καχλάζειν τὰ κλώμενα τῶν ῥευμάτων λέγοντες, καὶ τὰ βέλη φέρεσθαι λιλαιόμενα χροὸς ἆσαι, καὶ τὴν ἰσόρροπον μάχην ἴσας ὑσμίνη κεφαλὰς, ἔχειν· πολλὰς δὲ καὶ συνθέσεις τῶν ὀνομάτων κατὰ μέλη μιμητικῶς σχηματίζουσιν, ὡς Εὐριπίδης "ὁ πετόμενος ἱερὸν ἀνὰ Διὸς αἰθέρα γοργοφόνος," καὶ περὶ τοῦ ἵππου Πίνδαρος "ὅτε παρʼ Ἀλφεῷ σύτο δέμας ἀκέντητον ἐν δρόμοισι παρέχων" καὶ Ὅμηρος ἐπὶ τῆς ἱπποδρομίας "ἅρματα δʼ αὖ χαλκῷ πεπυκασμένα κασσιτέρῳ τε ἵπποις ὠκυπόδεσσιν ἐπέτρεχον·" οὕτως ἐν ὀρχήσει τὸ μὲν σχῆμα μιμητικόν ἐστι μορφῆς καὶ ἰδέας, καὶ πάλιν ἡ φορὰ πάθους τινὸς ἐμφαντικὸν ἢ πράξεως ἢ δυνάμεως· ταῖς δὲ δείξεσι κυρίως αὐτὰ δηλοῦσι τὰ πράγματα, τὴν γῆν, τὸν οὐρανόν, αὐτοὺς τοὺς πλησίον· ὃ δὴ τάξει μέν τινι καὶ ἀριθμῷ γιγνόμενον ἔοικε τοῖς ἐν ποιητικῇ κυρίοις ὀνόμασι μετά τινος κόσμου καὶ λειότητος ἐκφερομένοις, ὡς τὰ τοιαῦτα "καὶ Θέμιν αἰδοίην ἑλικοβλέφαρὸν τʼ Ἀφροδίτην Ἥρην τε χρυσοστέφανον καλήν τε Διώνην·" καὶ "Ἕλληνος δʼ ἐγένοντο θεμιστοπόλοι βασιλῆες, Δῶρός τε,Ξοῦθός τε καὶ Αἴολος ἱππιοχάρμης" εἰ δὲ μή, τοῖς ἄγαν πεζοῖς καὶ κακομέτροις, ὡς τὰ τοιαῦτα "ἐγένοντο τοῦ μὲν Ἡρακλῆς τοῦ δʼ Ἴφικλος·" καί "τῆς δὲ πατὴρ καὶ ἀνὴρ καὶ παῖς βασιλεῖς, καὶ ἀδελφοί, καὶ πρόγονοι· κλῄζει δʼ Ἑλλὰς Ὀλυμπιάδα." τοιαῦτα γὰρ ἁμαρτάνεται καὶ περὶ τὴν ὄρχησιν ἐν ταῖς δείξεσιν, ἂν πιθανότητα μηδὲ χάριν μετʼ εὐπρεπείας καὶ ἀφελείας ἔχωσι. καὶ ὅλως ἔφη μεταθήσειν τὸ Σιμωνίδειον ἀπὸ τῆς ζωγραφίας ἐπὶ τὴν ὄρχησιν· ποίησιν γὰρ εἶναι τὴν ὄρχησιν σιωπῶσαν, καὶ φθεγγομένην ὄρχησιν πάλιν τὴν ποίησιν· ὅθεν εἶπεν οὔτε γραφικῇ μετεῖναι ποιητικῆς οὔτε ποιητικῇ γραφικῆς, οὐδὲ χρῶνται τὸ παράπαν ἀλλήλαις. ὀρχηστικῇ δὲ καὶ ποιητικῇ κοινωνία πᾶσα καὶ μέθεξις ἀλλήλων ἐστί, καὶ μάλιστα μιμούμεναι περὶ τὸ ὑπορχημάτων γένος ἐνεργὸν ἀμφότεραι τὴν διὰ τῶν σχημάτων καὶ τῶν ὀνομάτων μίμησιν ἀποτελοῦσι. δόξειε δʼ ἂν ὥσπερ ἐν γραφικῇ τὰ μὲν ποιήματα τοῖς χρώμασιν ἑοικέναι τὰ δʼ ὀρχήματα ταῖς γραμμαῖς, ὑφʼ ὧν ὁρίζεται τὰ εἴδη. δηλοῖ δʼ ὁ μάλιστα κατωρθωκέναι δόξας ἐν ὑπορχήμασι καὶ γεγονέναι πιθανώτατος ἑαυτοῦ τὸ δεῖσθαι τὴν ἑτέραν τῆς ἑτέρας τὸ γάρ "ἀπέλαστον ἵππον ἢ κύνα Ἀμυκλαίαν ἀγωνίῳ ἐλελιζόμενος ποδὶ μίμεο καμπύλον μέλος διώκων·" ἢ τό "οἷος ἀνὰ Δώτιον ἀνθεμόεν πεδίον πέταται θάνατον κεροέσσᾳ τε εὑρέμεν ματεύων ἐλάφῳ τὰν δʼ ἐπʼ αὐχένι στρέφοισαν ἕτερον κάρα πάντʼ ἐπʼ οἶμον" καὶ τὰ ἑξῆς μονονοὺ λειόθεν τὴν ἐν ὀρχήσει διάθεσιν τὰ ποιήματα καὶ παρακαλεῖν τὼ χεῖρε καὶ τὼ πόδε, μᾶλλον δʼ ὅλον ὥσπερ τισὶ μηρίνθοις ἕλκειν τὸ σῶμα τοῖς μέλεσι καὶ ἐντείνειν, τούτων δὲ λεγομένων καὶ ᾀδομένων, ἡσυχίαν ἄγειν μὴ δυναμένοις. αὐτὸς γοῦν ἑαυτὸν οὐκ αἰσχύνεται περὶ τὴν ὄρχησιν οὐχ ἧττον ἢ τὴν ποίησιν ἐγκωμιάζων, ὅταν δὲ γηρῶσαι νῦν "ἐλαφρὸν ὄρχημʼ ἀοιδᾷ ποδῶν μιγνύμεν, Κρῆτα μιν καλέοισι τρόπον." ἀλλʼ οὐδὲν οὕτως τὸ νῦν ἀπολέλαυκε τῆς κακομουσίας ὡς ἡ ὄρχησις. διὸ καὶ πέπονθεν ὃ φοβηθεὶς Ἴβυκος ἐποίησε "δέδοικα μή τι πὰρ θεοῖς ἀμπλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψω.3" καὶ γὰρ αὕτη καὶ πάνδημόν τινα ποιητικὴν προσεταιρισαμένη τῆς δʼ οὐρανίας ἐκπεσοῦσʼ ἐκείνης τῶν μὲν ἐμπλήκτων καὶ ἀνοήτων κρατεῖ θεάτρων, ὥσπερ τύραννος ὑπήκοον ἑαυτῇ πεποιημένη μουσικὴν ὀλίγου δεῖν ἅπασαν, τὴν δὲ παρὰ τοῖς νοῦν ἔχουσι καὶ θείοις ἀνδράσιν ὡς ἀληθῶς τιμὴν ἀπολώλεκε. ταῦτα σχεδόν, ὦ Σόσσιε Σενεκίων, τελευταῖα τῶν ἐν τοῖς Μουσείοις τότε παρʼ Ἀμμωνίῳ τῷ ἀγαθῷ φιλολογηθέντων.4
他说,舞蹈由三个部分构成,即动作、姿态与指示。因为舞蹈正是由运动与静止状态组合而成,犹如旋律由音符与音程组合而成一样;在此处,静止便是运动的终界。于是人们把运动称为“动作”,把运动向前展开所归结的静止和身姿称为“姿态”,例如当舞者在身体上摆出阿波罗、潘神或某位巴克科斯女祭司的姿态,如画般凝固在这些形体中时那样。而第三种,即“指示”,并不是模仿性的,而是按本义明确昭示所指的事物。正如诗人们直截地使用本义词,指称阿喀琉斯、奥德修斯、大地与天空,正如众人日常所称呼的那样;而为了强调和模仿,他们也采用拟声词与隐喻,说破浪的水流“潺潺作响”和“翻滚沸腾”,说箭矢飞行是“渴望饱啖血肉”,说势均力敌的战斗是“拥有平等的头颅”;他们还在歌唱中模仿性地构造出许多词语组合,如欧里庇得斯所言: “那穿梭于宙斯圣洁苍穹的斩蛇发女妖者”,以及品达形容骏马: “那时它在阿尔甫斯河畔飞驰,在赛场上 毫无马刺鞭策地展现身躯”,以及荷马描写战车赛: “以青铜与锡装饰的战车 紧追在快足骏马之后”;同样在舞蹈中,姿态是对形式与外貌的模仿,而动作则表达某种情感、行动或力量;通过指示,他们则照字面指示事物本身——大地、天空以及身旁的那些人。在具有某种秩序和节律时,这宛如诗歌中伴随着典雅与流畅而道出的本义词,犹如这样的诗句: “以及令人敬畏的忒弥斯与眼波流转的阿佛洛狄忒, 金冠的赫拉与美丽的狄俄涅”;又如: “从赫楞生出了主持公道的诸王, 多洛斯、克苏托斯与喜好策马交战的埃俄罗斯”;若非如此,则宛如那些过于散文化且格律不整的诗句,犹如这样的句子: “一者生赫拉克勒斯,另一者生伊菲克勒斯”;以及: “其父、其夫、其子皆为王,其兄弟 与其先祖亦然;希腊称颂奥林匹亚丝”。 因为在舞蹈的指示中,如果缺乏伴随端庄与质朴的说服力与优美,也会犯下类似的过失。 总而言之,他说应当把西摩尼得斯关于绘画的名言移用到舞蹈上:舞蹈是无声的诗,而诗是有声的舞蹈。因此他说,绘画不分有诗歌,诗歌亦不分有绘画,彼此完全互不借用;但在舞蹈艺术与诗歌艺术之间却有完全的相通与相互分有,尤其在拟舞歌的门类中进行模仿时,两者通过姿态与言辞实现了生动的模仿。人们甚至可以认为,犹如在绘画中一样,诗歌宛如色彩,而舞蹈宛如勾勒形体的线条。在拟舞歌中公认最获成功、最富说服力的诗人(品达)表明,二者缺一不可。因为诸如: “在赛场上以灵动的步伐 追随盘旋的曲调,模仿不受羁绊的骏马或阿米克莱的猎犬”;或者: “宛如在繁花盛开的多提昂原野上 飞奔,意欲为那带角的牝鹿带来死期, 而牝鹿则转过颈项,把头折向每一条逃路”;这些诗句及接下来的词句,几乎直接唤起舞蹈中的身姿,召唤双手与双足,甚至仿佛用绳索顺着曲调牵引并拉紧整个身躯,当这些被吟诵和歌唱时,手足根本无法安歇。至少他本人对于赞美自己的舞蹈毫不逊于赞美自己的诗歌感到问心无愧,即便到了晚年,他也唱道: “将双足轻捷的舞蹈融于歌声, 人们称之为克里特的方式”。 然而,现今没有任何事物像舞蹈那样饱受低俗无序的毒害。因此它遭遇了伊比库斯因畏惧而写下的命运: “我恐惧,唯恐在神明面前犯下过错, 反倒换取了来自凡人的尊荣”。 因为舞蹈拉拢了一种庸俗的诗歌,从那神圣的诗歌中堕落,犹如僭主般将几乎所有的音乐据为附庸,统治着浮躁而愚蠢的剧场,却彻底丧失了在明智而近神的人士那里本应拥有的真正尊荣。 索西乌斯·塞内基奥啊,以上大致便是当时在善美之人阿摩尼乌斯处,在缪斯节期间所探讨的最后一些学术话题了。
- 747cὡς τὸ μέλος τῶν φθόγγων καὶ τῶν διαστημάτων
承前省略结构,补充前述动词 συνέστηκεν,即 ὡς τὸ μέλος [συνέστηκεν] τῶν φθόγγων καὶ τῶν διαστημάτων。属格 τῶν φθόγγων καὶ τῶν διαστημάτων 表示由不及物完成时主动态 συνέστηκεν 所支配的构成材料属格。
- 747cὅταν Ἀπόλλωνος ἢ Πανὸς ἤ τινος Βάκχης σχῆμα διαθέντες ἐπὶ τοῦ σώματος γραφικῶς τοῖς εἴδεσιν ἐπιμένωσι
该时间/条件从句进一步具体阐明关系从句 εἰς ἃς φερόμεναι τελευτῶσιν αἱ κινήσεις 的内容。未明指的主语泛指舞者。分词 διαθέντες 表时间先行或手段,与主动词 ἐπιμένωσι 相连,后者支配与格补足语 τοῖς εἴδεσιν(坚持、保持于形态)。
- 748cδέδοικα μή τι πὰρ θεοῖς ἀμπλακὼν τιμὰν πρὸς ἀνθρώπων ἀμείψω
由表示担忧的动词 δέδοικα 引出的 μή 从句,使用连接法第一人称单数 ἀμείψω。不定过去时分词 ἀμπλακών 充当状语(条件或时间,“犯下过错后”)。整句表达唯恐在神前失足却反换来凡人尊荣之意。
- 748dταῦτα σχεδόν, ὦ Σόσσιε Σενεκίων, τελευταῖα τῶν ἐν τοῖς Μουσείοις τότε παρʼ Ἀμμωνίῳ τῷ ἀγαθῷ φιλολογηθέντων
作为对话结语的省略系动词(ἦν 或 ἐστί)句:ταῦτα 为主语,τελευταῖα 为表语。属格分词短语 τῶν ... φιλολογηθέντων 作部分属格(“在所探讨的议题中最后的那些”)。
