- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol. IΙI. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg100.humanitext-grc2:1-2
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-26
以荷马关于人类最悲惨的言论为起点,作者对比了肉体与灵魂的疾病。他论证道,灵魂的疾病比肉体的疾病更为严重,因为它们会使理性丧失功能并夺走患者的自觉。
Ὅμηρος μὲν ἐπιβλέψος1 τὰ θνητὰ τῶν ζῴων γένη καὶ πρὸς ἄλληλα συγκρίνας κατὰ τοὺς βίους καὶ τὰς διαιτήσεις, ἐξεφώνησεν ὡς οὐδέν ἐστιν "ὀιζυρώτερον ἀνδρός, πάντων ὅσσα τε γαῖαν ἔπι πνείει τε καὶ ἕρπει " πρωτεῖον οὐκ εὐτυχὲς εἰς κακῶν ὑπεροχὴν ἀποδιδοὺς τῷ ἀνθρώπῳ. ἡμεῖς δʼ ὥσπερ ἤδη νικῶντα κακοδαιμονίᾳ τὸν ἄνθρωπον καὶ τῶν ἄλλων ἀθλιώτατον ζῴων ἀνηγορευμένον, αὐτὸν αὑτῷ συγκρίνωμεν, εἰς ἰδίων κακῶν ἀγῶνα σῶμα καὶ ψυχὴν διαιροῦντες οὐκ ἀχρήστως ἀλλὰ καὶ πάνυ δεόντως, ἵνα μάθωμεν πότερον διὰ τὴν τύχην ἢ διʼ ἑαυτοὺς ἀθλιώτερον ζῶμεν. νόσος μὲν γὰρ ἐν σώματι φύεται διὰ φύσιν, κακία δὲ καὶ μοχθηρία περὶ ψυχὴν ἔργον ἐστὶ πρῶτον εἶτα πάθος αὐτῆς. οὐ μικρὸν δὲ πρὸς εὐθυμίαν ὄφελος, ἂν ἰάσιμον τὸ χεῖρον2 καὶ κουφότερον καὶ ἄσφυκτον.
荷马审视了凡尘中各类动物,并在生活方式和习性上将它们相互比较,大声宣告: “在世上呼吸和爬行的一切生灵中, 没有比人更悲惨的了。” 他以此将痛苦之冠这一不幸的首位赋予了人类。但是,既然人类在不幸中已然夺魁,并被宣告为所有动物中最悲惨的,那么就让我们将人与自身进行比较,将身体和灵魂分开,以进行他们各自痛苦的角逐。这并非无益,而是极其必要的,以便我们了解我们活得更悲惨究竟是因为命运,还是因为我们自己。因为肉体的疾病是因自然而在身体中产生的,而灵魂的邪恶和坏变,起初是它主动的行为,随后则是它的被动状态。如果那更糟的部分是可医治的、较轻的且不剧烈跳动的,这对于内心的安宁将是极大的帮助。
ἡ μὲν οὖν Αἰσώπειος ἀλώπηξ περὶ ποικιλίας δικαζομένη πρὸς τὴν πάρδαλιν, ὡς ἐκείνη τὸ σῶμα καὶ τὴν ἐπιφάνειαν εὐανθῆ καὶ κατάστικτον ἐπεδείξατο, τῇ δʼ ἦν τὸ ξανθὸν αὐχμηρὸν καὶ οὐχ ἡδὺ προσιδεῖν· ἀλλʼ ἐμοῦ τοι τὸ ἐντός ἔφη σκοπῶν, ὦ δικαστά, ποικιλωτέραν με τῆσδʼ ὄψει δηλοῦσα τὴν περὶ τὸ ἦθος εὐτροπίαν ἐπὶ πολλὰ ταῖς χρείαις ἀμειβομένην. λέγωμεν οὖν ἐν ἡμῖν, ὅτι πολλὰ μέν, ὦ ἄνθρωπε, σοὶ καὶ τὸ σῶμα νοσήματα καὶ πάθη φύσει τʼ ἀνίησιν ἐξ ἑαυτοῦ καὶ προσπίπτοντα δέχεται θύραθεν· ἂν δὲ σαυτὸν ἔνδοθεν ἀνοίξῃς, ποικίλον τι καὶ πολυπαθὲς κακῶν ταμιεῖον εὑρήσεις καὶ θησαύρισμα, ὥς φησι Δημόκριτος, οὐκ ἔξωθεν ἐπιρρεόντων, ἀλλʼ ὥσπερ ἐγγείους καὶ αὐτόχθονας πηγὰς ἐχόντων, ἃς ἀνίησιν ἡ κακία πολύχυτος καὶ δαψιλὴς; οὖσα τοῖς πάθεσιν. εἰ δὲ τὰ μὲν ἐν σαρκὶ νοσήματα σφυγμοῖς καὶ ὢχραις ἐρυθαινόμενα φωρᾶται, καὶ θερμότητες αὐτὰ καὶ πόνοι προπετεῖς ἐλέγχουσι, τὰ δʼ ἐν ψυχῇ λανθάνει τοὺς πολλοὺς κακὰ ὄντα, διὰ τοῦτʼ ἐστι κακίω, προσαφαιρούμενα τὴν ἐπʼ αὐτοῖς τοῦ πάσχοντος αἴσθησιν. τῶν μὲν γὰρ περὶ τὸ σῶμα νοσημάτων ἐρρωμένος ὁ λογισμὸς αἰσθάνεται· τοῖς δὲ τῆς ψυχῆς συννοσῶν αὐτὸς οὐκ ἔχει κρίσιν ἐν οἷς πάσχει, πάσχει γὰρ ᾧ κρίνει·3 καὶ δεῖ τῶν ψυχικῶν πρῶτον καὶ μέγιστον ἀριθμεῖν τὴν ἄνοιαν, διʼ ἧς ἀνήκεστος ἡ κακία τοῖς πολλοῖς συνοικεῖ καὶ συγκαταβιοῖ καὶ συναποθνῄσκει. ἀρχὴ γὰρ ἀπαλλαγῆς νόσου μὲν αἴσθησις εἰς χρείαν ἄγουσα τοῦ βοηθοῦντος τὸ πάσχον ὁ δʼ ἀπιστίᾳ τοῦ νοσεῖν4 οὐκ εἰδὼς ὧν δεῖται, κἂν παρῇ τὸ θεραπεῦον, ἀρνεῖται . καὶ γὰρ τῶν περὶ τὸ σῶμα νοσημάτων τὰ μετʼ ἀναισθησίας χείρονα, λήθαργοι κεφαλαλγίαι ἐπιληψίαι ἀποπληξίαι· αὐτοί τε πυρετοὶ συντείναντες εἰς παρακοπὴν τὸ φλεγμαῖνον καὶ τὴν αἴσθησιν ὥσπερ ἐν ὀργάνῳ διαταράξαντες "κινοῦσι χορδὰς τὰς ἀκινήτους φρενῶν."
正如伊索寓言中的狐狸在与豹子争论谁更丰富多样时,豹子展示了自己的身体和外表花哨且遍布斑点,而狐狸则毛色枯黄,不甚悦目,但它却说:“裁判官啊,若是看我的内心,你会发现我比这家伙还要多样。” 这表明了她性格上的灵活,能够因应各种需要而多方适应。因此,让我们对自己说:“人啊,你的身体自然地从自身产生许多疾病和痛苦,也承受着从外部袭来的一切;但如果你从内部剖开自己,你就会发现一个多样而多难的痛苦的仓库和宝库,正如德谟克利特所说,这些痛苦并非从外部流入,而是像拥有地下和本土的源泉一样,由泛滥且丰沛的邪恶将其注入到各种情念之中。”如果说肉体的疾病是通过脉搏以及伴随着苍白的潮红被察觉,且发热和骤痛显露了它们,那么灵魂中的邪恶在大多数人眼中却不被察觉,正因如此,它们才更糟糕,因为它们进一步夺去了患者对它们的感知。因为对于身体的疾病,健全的理性能够感知;但在灵魂病态时,理性自身也一同病倒,无法对自己的痛苦做出评判,因为进行评判的器官本身正在受苦。我们必须将愚昧视为灵魂疾病中首要且最大的一种,通过它,不可救药的邪恶与大多数人同住、同生、同死。因为摆脱疾病的开端在于对它的感知,这能引导患者寻求救助者的帮助;而因不信自己有病而不知所缺的人,即使医治者在场,也会予以拒绝。事实上,在身体疾病中,伴随着无感知能力的那些更为严重,如昏睡、头痛、癫痫和中风;而高热本身如果紧张到令人谵妄的程度,就会激化炎症,并像在乐器中一样扰乱感知,“拨动心智中那不可拨动的弦。”
- 500bἐπιβλέψος
抄本中保留的 ἐπιβλέψος 在语法上不合常理(其形式类似于将来时分词的主格阳性单数,但在文意上不通)。通常被视为不定过去时分词 ἐπιβλέψας(意为“审视了、浏览了”)的抄写错误或异文。本译文按照不定过去时分词的意思译出。
- 500cἂν ἰάσιμον τὸ χεῖρον
在条件从句 ἂν [ᾖ] ἰάσιμον τὸ χεῖρον 中,τὸ χεῖρον(“更糟糕的部分”)承接前文肉体疾病(νόσος)与灵魂邪恶(κακία)的对比,指代灵魂的病痛或邪恶。其逻辑在于:如果灵魂这一更严重的病症是可医治的(ἰάσιμον),那么对于获得内心的平静(εὐθυμία)将是莫大的帮助。
- 500eᾧ κρίνει
关系代词 ᾧ(与格)表示工具或手段,意为“用来判断的工具(即理性)”,其先行词为上一句的主语“理性”(由 αὐτὸς 暗示)。它揭示了一种悖论:用来进行判断的器官本身正遭受疾病的折磨。
- 500eὁ δʼ ἀπιστίᾳ τοῦ νοσεῖν...
此句与前半句的 νόσου μὲν αἴσθησις...(对疾病的觉察)相对比,用 ὁ δέ(“而那个人”)引出缺乏觉察病症的人。主句动词是句末的 ἀρνεῖται,其间夹杂了 οὐκ εἰδὼς(因不知)和 κἂν παρῇ(即使在场)等从属成分,使得结构较为复杂。ἀπιστίᾳ(“因不信”)是表示原因的与格,修饰其后的冠词不定式 τοῦ νοσεῖν(“患病”)。
