- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol III. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg095.humanitext-grc2:14-15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
结合古代贤者的轶事,阐述了为何在所有人际交往中都必须杜绝愤怒,并指出愤怒是既伤人又害己的各种激情的混合物。
ΦΟΥΝΔ.δεῖ δὲ μήτε παίζοντας1 αὐτῇ διδόναι τόπον, ἔχθραν γὰρ ἐπάγει τῇ φιλοφροσύνῃ· μήτε κοινολογουμένους, φιλονεικίαν γὰρ ἐκ φιλολογίας ἀπεργάζεται· μήτε δικάζοντας, ὕβριν γὰρ τῇ ἐξουσίᾳ προστίθησι· μήτε παιδεύοντας, ἀθυμίαν γὰρ ἐμποιεῖ καὶ μισολογίαν μήτʼ εὐτυχοῦντας, αὔξει γὰρ τὸν φθόνον· μήτε δυστυχοῦντας, ἀφαιρεῖ γὰρ τὸν ἔλεον, ὅταν δυσκολαίνωσι καὶ μάχωνται τοῖς συναχθομένοις· ὡς ὁ Πρίαμος "ἔρρετε, λωβητῆρες, ἐλεγχέες· οὔ νυ καὶ ὑμῖν ἔστι γόος, ὅτι μʼ ἤλθετε κηδήσοντες;" ἡ δʼ εὐκολία τοῖς μὲν βοηθεῖ τὰ δʼ ἐπικοσμεῖ τὰ δὲ συνηδύνει, περιγίγνεται δὲ τῇ πραότητι καὶ θυμοῦ καὶ δυσκολίας ἁπάσης· ὥσπερ Εὐκλείδης, τοῦ ἀδελφοῦ πρὸς αὐτὸν ἐκ διαφορᾶς εἰπόντος ἀπολοίμην, εἰ μή σε τιμωρησαίμην· ἐγὼ δέ φήσας ἀπολοίμην, εἰ μή σε πείσαιμι διέτρεψε παραχρῆμα καὶ μετέθηκε. Πολέμων δέ, λοιδοροῦντος αὐτὸν ἀνθρώπου φιλολίθου καὶ περὶ σφραγίδια πολυτελῆ νοσοῦντος, ἀπεκρίνατο μὲν οὐδὲν τῶν σφραγιδίων δʼ ἑνὶ προσεῖχε τὸν νοῦν καὶ κατεμάνθανεν· ἡσθεὶς οὖν ὁ ἄνθρωπος μὴ οὕτως εἶπεν ὦ Πολέμων, ἀλλʼ ὑπʼ αὐγὰς θεῶ, καὶ πολύ σοι βέλτιον φανεῖται ὁ δʼ Ἀρίστιππος, ὀργῆς αὐτῷ πρὸς Αἰσχίνην γενομένης καί τινος εἰπόντος ὦ Ἀρίστιππε, ποῦ ὑμῶν ἡ φιλία; καθεύδει φησὶν ἐγὼ δʼ αὐτὴν ἐγερῶ· καὶ τῷ Αἰσχίνῃ προσελθὼν εἶπεν οὕτω σοι δοκῶ παντάπασιν ἀτυχής τις εἶναι καὶ ἀνήκεστος, ὥστε μὴ νουθεσίας τυχεῖν; ὁ δʼ Αἰσχίνης οὐδέν ἔφη θαυμαστόν, εἰ πρὸς πάντα μου τῇ φύσει διαφέρων κἀνταῦθα τὸ δέον πρότερος συνεῖδες. "καὶ γὰρ κάπρον φριξαύχενʼ οὐ μόνον γυνή, παῖς δʼ ἂν νεογνὸς χειρὶ προσκνήθων νέᾳ κλίναι παλαιστοῦ παντὸς εὐμαρέστερον." ἀλλʼ ἡμεῖς ἀγριαίνοντα τιθασεύομεν ζῷα καὶ πραΰνομεν, λυκιδεῖς καὶ σκύμνους λεόντων ἐν ταῖς ἀγκάλαις περιφέροντες, εἶτα τέκνα καὶ φίλους καὶ συνήθεις ἐκβάλλομεν ὑπʼ ὀργῆς· οἰκέταις δὲ καὶ πολίταις τὸν θυμὸν ὥσπερ θηρίον ἐφίεμεν οὐ καλῶς ὑποκοριζόμενοι μισοπονηρίαν,2 ἀλλʼ ὥσπερ, οἶμαι, τῶν ἄλλων παθῶν τῆς ψυχῆς καὶ νοσημάτων τὸ μὲν πρόνοιαν τὸ δʼ ἐλευθεριότητα τὸ δʼ εὐσέβειαν καλοῦντες οὐδενὸς ἀπαλλαγῆναι δυνάμεθα.
芬达努斯:我们既不该在嬉戏时给它留有余地,因为这会给友爱带来敌意;也不该在交谈时,因为这会从好学中产生争斗;也不该在审判时,因为这会给权力增加傲慢;也不该在教育时,因为这会产生沮丧和厌学;也不该在顺境时,因为这会增加嫉妒;也不该在逆境时,因为当他们发脾气并与同情他们的人争吵时,这会消除怜悯;正如普里阿摩斯所说: “去吧,你们这些无耻的、丢脸的人!难道你们自己家里 就没有哀哭,以至于你们要来折磨我吗?” 而随和则能帮助一些事,点缀另一些事,并使另一些事变得甘美,而且通过温和战胜愤怒和一切坏脾气;正如欧克里德那样,当他的兄弟因争吵对他说: “如果我不报复你,就让我毁灭吧!” 而他却说: “如果我不能说服你,就让我毁灭吧!” 并立刻转移了对方的怒气,使其改变了心意。而波勒蒙,当一个喜爱宝石、对昂贵印章着迷的男人辱骂他时,他什么也没回答,只是把注意力集中在其中一枚印章上,仔细观察。那人便很高兴,说道: “别这样,波勒蒙,到光线下来看,它在眼里会显得好得多。” 而阿里斯蒂普斯,当他和埃斯基涅斯之间发生愤怒时,有人说: “阿里斯蒂普斯,你们的友谊在哪里?” 他说: “它睡着了,但我会唤醒它。” 他走到埃斯基涅斯面前说: “在你看来,我难道真的是一个完全不幸且无可救药、以至于无法接受劝告的人吗?” 埃斯基涅斯说: “这没什么奇怪的,如果你在一切事情上天生都比我优秀,在这里也比我先看到了该做的事。” “因为即使是竖着颈毛的野猪,不仅女人, 即使是新生儿用幼嫩的手去抚摸, 也能比任何摔跤手更轻易地使之屈服。” 但我们却驯服并温抚那些变野的野兽,把狼崽和幼狮抱在怀里走动,却因为愤怒而驱逐自己的孩子、朋友和熟人;我们把怒气像野兽一样发泄在仆人和公民身上,不恰当地将其美化为“憎恶邪恶”,但这就像我想的那样,对于灵魂的其他情欲和疾病,我们称其中之一为“先见之明”,称另一个为“大度”,称另一个为“虔敬”,结果我们无法摆脱其中任何一个。
ΦΟΥΝΔ.καίτοι, καθάπερ ὁ Ζήνων ἔλεγε τὸ σπέρμα σύμμιγμα καὶ κέρασμα τῶν τῆς ψυχῆς δυνάμεων ὑπάρχειν ἀπεσπασμένον, οὕτως ἔοικε τῶν παθῶν πανσπερμία τις ὁ θυμὸς εἶναι· καὶ γὰρ λύπης ἀπέσπασται καὶ ἡδονῆς καὶ ὕβρεως· καὶ φθόνου μὲν ἔχει τὴν ἐπιχαιρεκακίαν, φθόνου δὲ καὶ χείρων ἐστίν· ἀγωνίζεται γὰρ οὐχὶ μὴ παθεῖν αὐτὸς ἀλλὰ παθεῖν κακῶς ἐπιτρίψας ἕτερον·3 ἐπιθυμίας δʼ αὐτῷ τὸ ἀτερπέστατον ἐμπέφυκεν, εἴ γε δὴ τοῦ λυπεῖν ἕτερον ὄρεξίς ἐστι. διὸ τῶν μὲν ἀσώτων ταῖς οἰκίαις προσιόντες αὐλητρίδος ἀκούομεν ἑωθινῆς, καὶ πηλόν ὣς τις εἶπεν οἴνου καὶ σπαράγματα στεφάνων καὶ κραιπαλῶντας ὁρῶμεν ἐπὶ θύραις ἀκολούθους· τὰ δὲ τῶν πικρῶν ἐκκαλύμματα καὶ δυσκόλων ἐν τοῖς προσώποις τῶν οἰκετῶν ὄψει καὶ τοῖς στίγμασι καὶ ταῖς πέδαις· "ἀεὶ δʼ ἀοιδῶν μοῦνος ἐν στέγαις "ὀργίλου ἀνδρός "κωκυτὸς ἐμπέπτωκε, "μαστιγουμένων ἔνδον οἰκονόμων καὶ στρεβλουμένων θεραπαινίδων, ὥστε τοῦ θυμοῦ τὰς λύπας ἐν ταῖς ἐπιθυμίαις καὶ ταῖς ἡδοναῖς οἰκτίρειν ὁρῶντας.4
芬达努斯:然而,正如芝诺常说精液是灵魂被抽离出的力量的混合与交融,愤怒似乎是各种激情的万种混合;因为它确实是从痛苦、快乐和傲慢中抽离出来的;它带有嫉妒的幸灾乐祸,甚至比嫉妒更坏;因为它斗争不是为了自己不遭受痛苦,而是为了折磨别人使之遭受不幸;欲望中最不愉快的部分植根于它之中,如果它确实是让别人痛苦的渴望。因此,走到放荡者的家门前,我们能听到清晨的笛声,并且,正如有人所说,“酒的污泥和千碎的花冠”,我们能看到在门前宿醉的侍从;但那些痛苦和脾气坏的人的内情,你会在仆人们的脸上,在他们的烙印和脚镣中看到; “在愤怒之人的屋里,总是没有歌者,” “唯有哀号落下,” 因为管家在里面受鞭打,女仆受严刑拷打,以至于看到愤怒之痛的人,反而会同情那些身处欲望和快乐中的人。
- 14παίζοντας
宾格复数阳性现在分词,预设了由无人称动词 δεῖ 控制的不定式 διδόναι 的逻辑主语(泛指或“我们” ἡμᾶς)。后续的分词如 κοινολογουμένους、δικάζοντας 等也属于相同结构。
- 462eμισοπονηρίαν
动词分词 ὑποκοριζόμενοι 将 μισοπονηρίαν 作为直接宾语 τὸν θυμόν 的补足语(或第二宾语),意思是“将愤怒委婉地称作‘憎恶邪恶’”。
- 463aἀγωνίζεται γὰρ οὐχὶ μὴ παθεῖν αὐτὸς ἀλλὰ παθεῖν κακῶς ἐπιτρίψας ἕτερον
具有不及物/被动意义的不定式 παθεῖν(“受害、遭受”)在此作为对比使用。它表现了愤怒的自我毁灭特质:并非为了“自己不受害”(οὐχὶ μὴ παθεῖν),而是为了“在粉碎他人后,自己也遭受惨痛的代价”(παθεῖν κακῶς)。
- 463bὥστε τοῦ θυμοῦ τὰς λύπας ἐν ταῖς ἐπιθυμίαις καὶ ταῖς ἡδοναῖς οἰκτίρειν ὁρῶντας
宾格复数阳性分词 ὁρῶντας 作为 ὥστε 子句中不定式 οἰκτίρειν 的主语。整句带有对比意味:“目睹愤怒之痛的人们,甚至会去同情(觉得更易忍受)欲望和享乐中的那些痛苦”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(3 处,最近 2026-09-22)
- 2026-09-22 AI校阅 — 原文 1 处
- 2026-09-21 AI校阅 — 译文 2 处
