- 底本
- Plutarch. Plutarchi Chaeronensis Moralia, Vol II. Vernardakēs, Grēgorios N., editor. Leipzig: Teubner, 1891.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg091.humanitext-grc2:19-20
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-10-27
泰翁通过举出大量的历史先例,论证了古代许多重要的神启本就是用散文发表的,说明皮提娅不再使用韵律并不会损害神谕的可靠性。
ὑπολαβὼν δʼ ὁ Θέων ἀλλὰ ταῦτα μέν εἶπε μεγάλας ἔσχηκε τῷ ὄντι παραλλαγὰς καὶ καινοτομίας τῶν δʼ ἐνταῦθα πολλοὺς ἴσμεν χρησοὺς καὶ τότε καταλογάδην ἐκφερομένους καὶ περὶ πραγμάτων οὐ τῶν τυχόντων· Λακεδαιμονίοις τε γάρ, ὡς Θουκυδίδης ἱστόρηκε, περὶ τοῦ πρὸς Ἀθηναίους πολέμου χρωμένοις ἀνεῖλε νίκην καὶ κράτος, καὶ βοηθήσειν αὐτὸς καὶ παρακαλούμενος καὶ ἀπαράκλητος· καὶ Παυσανίαν εἰ μὴ καταγάγοιεν ἀργυρέᾳ εὐλάκᾳ εὐλάξειν1 Ἀθηναίοις δὲ περὶ τῆς ἐν Σικελίᾳ μαντευομένοις στρατιᾶς προσέταξε τὴν ἐξ Ἐρυθρῶν ἱέρειαν ἀνάγειν τῆς Ἀθηνᾶς· ἐκαλεῖτο δʼ Ἡσυχία τὸ γύναιον. Δεινομένους δὲ τοῦ Σικελιώτου μαντευομένου περὶ τῶν υἱέων, ἀνεῖλεν ὡς οἱ τρεῖς τυραννήσοιεν· ὑποτυχόντος δὲ τοῦ Δεινομένους οἰμωξόμενοί γʼ ὦ δέσποτʼ Ἄπολλον, καὶ τοῦθʼ οἱ ἔφη διδόναι καὶ προσαναιρεῖν;2 ἴστε τοίνυν, ὅτι Γέλων μὲν ὑδρωπιῶν Ἱέρων δὲ λιθιῶν ἐτυράννησεν ὁ δὲ τρίτος Θρασύβουλος ἐν στάσεσι καὶ πολέμοις γενόμενος χρόνον οὐ πολὺν ἐξέπεσε τῆς ἀρχῆς. Προκλῆς τοίνυν ὁ Ἐπιδαύρου τύραννος ἄλλους τε πολλοὺς ὠμῶς καὶ παρανόμως ἀνεῖλε καὶ Τίμαρχον ἀπʼ Ἀθηνῶν παραγενόμενον μετὰ χρημάτων πρὸς αὐτὸν ὑποδεξάμενος καὶ φιλοφρονηθεὶς ἀπέκτεινε, καὶ τὸ σῶμα κατεπόντισεν ἐμβαλὼν εἰς φορμόν· ἔπραξε δὲ ταῦτα διὰ Κλεάνδρου τοῦ Αἰγινήτου, τῶν ἄλλων ἀγνοούντων. ὕστερον δὲ τῶν πραγμάτων αὐτῷ ταραττομένων, ἔπεμψεν ἐνταῦθα Κλεότιμον τὸν ἀδελφὸν ἐν ἀπορρήτῳ μαντευσόμενον περὶ φυγῆς αὐτοῦ καὶ μεταστάσεως. ἀνεῖλεν οὖν ὁ θεὸς διδόναι Προκλεῖ φυγὴν καὶ μετάστασιν, ὅπου τὸν φορμὸν ἐκέλευσε καταθέσθαι τὸν Αἰγινήτην ξένον ἢ ὅπου τὸ κέρας; ἀποβάλλει ὁ ἔλαφος. συνεὶς οὖν ὁ τύραννος, ὅτι κελεύει καταποντίζειν αὑτὸν ἢ κατορύττειν ὁ θεὸς (οἱ γὰρ ἔλαφοι κατορύττουσι καὶ ἀφανίζουσι κατὰ τῆς γῆς ὅταν ἐκπέσῃ τὸ κέρας), ἐπέσχεν ὀλίγον χρόνον, εἶτα τῶν πραγμάτων παντάπασι μοχθηρῶν γενομένων, ἐξέπεσε. λαβόντες δʼ αὐτὸν οἱ τοῦ Τιμάρχου φίλοι καὶ διαφθείραντες ἐξέβαλον τὸν νεκρὸν εἰς τὴν θάλασσαν. ὃ δʼ ἐστὶ μέγιστον, αἱ ῥῆτραι, διʼ ὧν ἐκόσμησε τὴν Λακεδαιμονίων πολιτείαν Λυκοῦργος, ἐδόθησαν αὐτῷ καταλογάδην. Ἀλυρίου τοίνυν καὶ Ἡροδότου καὶ Φιλοχόρου καὶ Ἴστρου, τῶν μάλιστα τὰς ἐμμέτρους μαντείας φιλοτιμηθέντων συναγαγεῖν, ἄνευ μέτρου χρησμοὺς γεγραφότων, Θεόπομπος οὐδενὸς ἧττον ἀνθρώπων ἐσπουδακὼς περὶ· τὸ χρηστήριον, ἰσχυρῶς ἐπιτετίμηκε τοῖς μὴ νομίζουσι κατὰ τὸν τότε χρόνον ἔμμετρα τὴν Πυθίαν θεσπίζειν· εἶτα τοῦτο βουλόμενος ἀποδεῖξαι, παντάπασιν ὀλίγων χρησμῶν ηὐπόρηκεν, ὡς τῶν ἄλλων καὶ τότʼ ἤδη καταλογάδην ἐκφερομένων.
泰翁接过话头说道: “但这些事情确实经历了巨大的变化和革新,然而我们知道,这里的许多神启在当时也是用散文发表的,而且涉及的还不是普通的大事。例如,正如修昔底德所记载的那样,当拉刻代蒙人就针对雅典人的战争请示神谕时,神宣告了胜利与主导权,并表示无论他们是否祈求,他都将亲自协助;关于保萨尼亚斯,神说如果他们不召回他,他将用银犁耕作。当雅典人就他们在西西里的军队请示神谕时,神命令他们从埃里特莱迎回阿西娜的女祭司;那女子的名字叫‘赫舒基亚’(安宁)。当西西里的戴诺梅内斯为他的儿子们请示神谕时,神宣告他们三人将成为僭主。当戴诺梅内斯插话说:‘那他们会遭殃的,主阿波罗!’神说他也给予并追加了这一点。你们知道,盖隆是在患有水肿时统治的,希伦是在患有结石时统治的,而第三个儿子色拉西布洛则陷入内讧与战争之中,没过多久就失去了统治权。此外,埃皮达鲁斯的僭主普罗克勒斯残酷且非法地杀害了许多其他人,并接待了从雅典带钱来投奔他的蒂马科斯,在亲切款待之后又将他杀害,并将他的尸体装进竹篓,投入海中;他是在爱琴那人克莱安德的协助下干这些事的,而其他人对此一无所知。后来,当他自己的局势陷入混乱时,他秘密派遣弟弟克莱奥提摩斯到这里来,就他自己的逃亡和迁移请示神谕。于是神宣告,给予普罗克勒斯逃亡和迁移,去往那爱琴那外邦人曾被命令放置竹篓的地方,或者去往鹿脱角的地方。僭主明白神是在命令他投海或土葬(因为鹿在角脱落时会将其埋入土中藏起来),因此他坚持了很短的时间,然后随着局势完全恶化,他被驱逐了。而蒂马科斯的朋友们抓住了他并将其杀害,把尸体扔进了大海。而最重要的是,莱库古用以整顿拉刻代蒙人国政的那些‘雷特拉’(法),是用散文赐予他的。此外,尽管阿利里乌斯、希罗多德、菲洛科鲁斯和伊斯特鲁斯这些极力热衷于搜集有韵神启的人也记录了无韵的神启,但神谕所谁都更热心的神学学者狄奥彭波斯,曾强烈指责那些认为当时的皮提娅不以韵律发表神启的人;然后,他为了证明这一点,却发现自己只能找到极少的神启,这说明其他的神启在当时也已经是用散文发表的了。
ἔνιοι δὲ καὶ νῦν μετὰ μέτρων ἐκτρέχουσιν ὧν ἕνεκα καὶ πρᾶγμα περιβόητον πεποίηκε. μισογύνου γὰρ Ἡρακλέους ἱερόν ἐστιν ἐν τῇ Φωκίδι, καὶ νομίζεται τὸν ἱερώμενον ἐν τῷ ἐνιαυτῷ γυναικὶ μὴ ὁμιλεῖν διὸ καὶ πρεσβύτας ἐπιεικῶς ἱερεῖς ἀποδεικνύουσι, πλὴν ἔμπροσθεν νεανίας οὐ πονηρὸς φιλότιμος, ἐρῶν παιδίσκης, ἔλαβε τὴν ἱερωσύνην καὶ τὸ πρῶτον ἦν ἐγκρατὴς ἑαυτοῦ καὶ ἔφευγε τὴν ἄνθρωπον ἀναπαυομένῳ δʼ, αὐτῷ ποτε μετὰ πότον καὶ χορείαν προσπεσοῦσα διεπράξατο. φοβούμενος οὖν καὶ ταραττόμενος τὸ μαντεῖον κατέφυγε, καὶ περὶ τῆς ἁμαρτίας ἠρώτα τὸν θεὸν εἴ τις εἴη παραίτησις ἢ λύσις· ἔλαβε δὲ τόνδε τὸν χρησμὸν "ἅπαντα τἀναγκαῖα συγχωρεῖ θεός "οὐ μὴν ἀλλὰ δοὺς ἄν τις, ὡς οὐδὲν ἄνευ μέτρου θεσπίζεται καθʼ ἡμᾶς, μᾶλλον διαπορήσει περὶ τῶν παλαιῶν ποτὲ μὲν ἐν μέτροις ποτὲ δʼ ἄνευ μέτρων διδόντων τὰς ἀποκρίσεις. ἔστι δʼ οὐδέτερον, ὦ παῖ, παράλογον, μόνον ἂν ὀρθὰς καὶ καθαρὰς περὶ τοῦ θεοῦ δόξας ἔχωμεν,3 καὶ μὴ νομίζωμεν αὐτὸν ἐκεῖνον εἶναι τὸν τὰ ἔπη συντιθέντα πρότερον καὶ νῦν ὑποβάλλοντα τῇ Πυθίᾳ τοὺς χρησμούς, ὥσπερ ἐκ προσωπείων φθεγγόμενον.
但即使在今天,也有一些神启是以韵律形式出现的,因此还引起了一件广为人知的事。在福基斯有一座‘厌女的赫拉克勒斯’神庙,规定担任神官的人在这一年里不得与女性交往。因此,他们通常会任命老年人为神官。然而在过去,有一个不坏但好名誉的年轻人,因为爱上了一个女孩,获得了神官的职位;起初他还能克制自己,躲避那个女子。但是有一次,在饮酒和跳舞之后他正在休息,她袭击了他并达到了目的。于是他感到恐惧和慌乱,逃到了神谕所,询问神关于他的罪过是否有任何宽恕或解脱的办法;他得到了以下的神启: ‘一切无可避免之事,神皆宽允。’ 不过,即使有人承认在我们的时代里没有任何神启是不用韵律发表的,他也宁愿对古人产生疑问,因为他们有时用韵律,有时不用韵律给出回答。而这两者,孩子啊,都没有什么不合理,只要我们对神怀有正确和纯洁的观念,并且不要认为是他自己以前创作了那些诗行,现在又把神启灌输给皮提娅,仿佛戴着面具在说话。”
- 403bἀργυρέᾳ εὐλάκᾳ εὐλάξειν
语法上,这是由前句动词 ἀνεῖλε 所引导的带对格的不定式(AcI)结构,Παυσανίαν 为其逻辑主语。句中包含 εὐλάκᾳ(犁)与动词 εὐλάξειν(耕作)的双关语,带有谜语般的性质,并暗指保萨尼亚斯落入陷阱的特定地点。
- 403cκαὶ τοῦθʼ οἱ ἔφη διδόναι καὶ προσαναιρεῖν
该句说明了神在回应戴诺梅内斯因其子将成为僭主而遭殃(οἰμωξόμενοι)时的关系。人称代词与格 οἱ 是第三人称单数间接宾语,指代戴诺梅内斯。整句表示神“也将这(哀叹/不幸)赐予他,并作为追加的神启”。
- 404bμόνον ἂν ὀρθὰς καὶ καθαρὰς περὶ τοῦ θεοῦ δόξας ἔχωμεν
限定性条件结构。μόνον ἄν(相当于 μόνον ἐάν)后接虚拟语气动词 ἔχωμεν,构成一个意为“只要/仅当……”的条件从句。这构成了主句中“两者都不是不合理的”这一判断的前提与必要条件。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 原文 1 处
