← 普鲁塔克

斯巴达人名言集

§51.1-51.15

列奥尼达出征温泉关与抗击波斯的名言

斯巴达国王列奥尼达的言行录,记述了他出征温泉关、决绝回应薛西斯以及在必死局面下与将士同袍的问答。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§51.1

Λεωνίδας ὁ Ἀναξανδρίδα, ἀδελφὸς δὲ Κλεομένους, πρός τινα εἰπόντα, πλὴν τοῦ βασιλεύειν ἡμῶν οὐδὲν διαφέρεις, ἀλλʼ οὐκ ἄν, ἔφη, εἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον.1

阿纳克桑德里达斯之子、克列欧墨涅斯之弟列奥尼达,在有人对他说“除了统治我们做王之外,你毫无过人之处”时,说道: “然而,若我并不比你们更优秀,我就不会做王了。”

§51.2

τῆς δὲ γυναικὸς αὐτοῦ Γοργοῦς πυνθανομένης, ὅτε εἰς Θερμοπύλας ἐξῄει τῷ Πέρσῃ μαχούμενος, εἴ τι αὐτῇ ἐντέλλεται, ἔφη, ἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθὰ τίκτειν.2

当他的妻子戈尔戈在他前往温泉关与波斯人作战之际询问是否对她有所吩咐时,他说: “嫁给好人,生下好子嗣。”

§51.3

λεγόντων δὲ τῶν ἐφόρων ὀλίγους ἄγειν αὐτὸν εἰς Θερμοπύλας, οὐκ ἀλλὰ πλέονας, ἔφη, πρὸς ἣν βαδίζομεν πρᾶξιν.

当监察官们说他带领前往温泉关的人太少时,他说: “不,就我们所奔赴的行动而言,反倒是太多了。”

§51.4

πάλιν δὲ αὐτῶν εἰπόντων, μή τι ἕτερον διέγνωκας ποιεῖν ἢ τὰς παρόδω τὼς βαρβάρως κωλύειν; τῷ λόγῳ, ἔφη, τῷ δʼ ἔργῳ ἀποθανούμενος ὑπὲρ τῶν Ἑλλήνων.

他们再次说道: “你除了阻止蛮族通过山口之外,难道还决定要做别的什么吗?” 他说: “名义上如此,实际上却是要为希腊人去死。”

§51.5

γενόμενος δὲ ἐν Θερμοπύλαις πρὸς τοὺς συστρατιώτας εἶπε, λέγοντι τὸν βάρβαρον ἐγγὺς γενόμενον προΐμεν, ἆμε δὲ χρονοτριβέειν ἤδη γὰρ ἢ κανέομες τὼς βαρβάρως ἢ αὐτοὶ τεθνάμεν μέλλομες.

到达温泉关后,他对战友们说: “有人说蛮族已迫近并正在推进,而我们却在虚度光阴;因为现在我们要么杀死蛮族,要么我们自己必将战死。”

§51.6

λέγοντος δέ τινος, ἀπὸ τῶν ὀιστευμάτων τῶν βαρβάρων οὐδὲ τὸν ἥλιον ἰδεῖν ἔστιν, οὐκοῦν, ἔφη, χάριεν, εἰ ὑπὸ σκιᾷ αὐτοῖς μαχεσόμεθα.

当有人说: “由于蛮族的箭矢,连太阳都看不见了,”他说: “那么,若我们在阴凉下同他们交战,岂不是妙事?”

§51.7

ἄλλου δὲ εἰπόντος, πάρεισιν ἐγγὺς ἡμῶν, οὐκοῦν, ἔφη, καὶ ἡμεῖς αὐτῶν ἐγγύς.

另一个人说: “他们离我们很近,”他说: “那么我们离他们也很近。”

§51.8

εἰπόντος δέ τινος ὦ Λεωνίδα, πρὸς πολλοὺς μετʼ ὀλίγων διακινδυνεύσων οὕτω πάρει; εἰ μὲν οἴεσθέ με, ἔφη, τῷ πλήθει,3 οὐδὲ ἡ πᾶσα Ἑλλὰς ἀρκεῖ· βραχεῖα γὰρ μοῖρα τοῦ ἐκείνων πλήθους ἐστὶν εἰ δὲ ταῖς ἀρεταῖς, καὶ οὗτος ὁ ἀριθμὸς ἱκανός.

当有人说: “列奥尼达啊,你竟带着如此少数之人前去冒着危险对抗众多之敌吗?” 他说: “如果你们以为我是靠数量,那么连整个希腊也不够用,因为那不过是他们庞大人数中的极小一部分;但如果是凭德性,那么即便这个数目也已足够。”

§51.9

ἄλλου δὲ τὰ αὐτὰ λέγοντος, καὶ μήν, εἶπεν, πολλοὺς ἐπάγομαι ὡς ἀποθανουμένους.

另一个人说了同样的话时,他说: “确实,作为将死之人,我带来的人已经很多了。”

§51.10

Ξέρξου δὲ γράψαντος αὐτῷ, ἔξεστί σοι μὴ θεομαχοῦντι, μετʼ ἐμοῦ δὲ ταττομένῳ, τῆς Ἑλλάδος μοναρχεῖν, ἀντέγραψεν, εἰ τὰ καλὰ τοῦ βίου ἐγίγνωσκες, ἀπέστης ἂν τῆς τῶν ἀλλοτρίων ἐπιθυμίας ἐμοὶ δὲ κρείττων ὁ ὑπὲρ τῆς Ἑλλάδος θάνατος τοῦ μοναρχεῖν τῶν ὁμοφύλων.

当薛西斯写信给他: “你若不与神为敌,而站在我这一边,便可统领全希腊做君主,”他回信道: “你若懂得人生之美好,便会停止贪图他人之物;但对我而言,为希腊而死胜过统治同胞。”

§51.11

πάλιν δὲ τοῦ Ξέρξου γράψαντος, πέμψον τὰ ὅπλα, ἀντέγραψε, μολὼν λαβέ.4

薛西斯再次写信道: “交出武器,”他回信道: “过来拿吧。”

§51.12

βουλομένου δʼ αὐτοῦ ἤδη τοῖς πολεμίοις ἐπιτίθεσθαι, οἱ πολέμαρχοι πρὸς αὐτὸν ἔφασαν ὅτι δεῖ προσμένειν αὐτὸν τοὺς ἄλλους συμμάχους· οὐ γάρ, ἔφη, πάρεισιν οἱ μάχεσθαι μέλλοντες; ἢ οὐκ ἴστε ὅτι μόνοι πρὸς τοὺς πολεμίους μάχονται οἱ τοὺς βασιλέας αἰδούμενοι καὶ φοβούμενοι; ν τοῖς δὲ στρατιώταις παρήγγειλεν ἀριστοποιεῖσθαι ὡς ἐν Ἅιδου δειπνοποιησομένους.

当他正欲向敌人发起进攻时,将领们对他说必须等待其余的同盟军;他说: “难道打算战斗的人不都在场吗?抑或你们不知道,唯有敬畏君王之人,才会奋勇迎击敌人?”他下令士兵们吃早餐,如同他们将在哈得斯用晚餐一般。

§51.14

ἐρωτηθεὶς δὲ διὰ τί οἱ ἄριστοι τὸν ἔνδοξον θάνατον τῆς ἀδόξου προκρίνουσι ζωῆς, ὅτι, ἔφη, τὸ μὲν τῆς φύσεως ἴδιον, τὸ δὲ αὑτῶν εἶναι νομίζουσιν ἐν.

当被问及为何优秀之人宁愿选择光荣的死而不愿过耻辱的生,他说: “因为他们认为,一者是自然固有的,而另一者则取决于他们自己。”

§51.15

τοὺς δὲ ἠιθέους βουλόμενος σῷσαι καὶ ἐπιστάμενος ἄντικρυς οὐκ ἀνεξομένους, σκυτάλας δοὺς καθʼ ἕνα αὐτῶν πρὸς τοὺς ἐφόρους ἔπεμψε. καὶ τῶν τελείων δὲ τρεῖς ἐβουλήθη διασῷσαι· οἱ δὲ συννοήσαντες οὐκ ἠνέσχοντο λαβεῖν τὰς σκυτάλας· ὧν ὁ μὲν εἶπεν, οὐ κῆρυξ ἀλλὰ μαχητὰς ἀκολούθησα· ὁ δὲ δεύτερος, αὐτοῦ μένων κρέσσων ἂν εἴην· ὁ δὲ τρίτος, οὐχ ὕστερος τούτων, πρῶτος δὲ μαχήσομαι.

他想要拯救那些青年,又深知他们绝不肯直接听从,便分发给他们每人密信木棒,派他们前往监察官处。他还想挽救三名成年男子;但他们看破了他的用意,不肯接受木棒。其中一人说: “我跟来不是做传令官,而是做战士的。” 第二个人说: “留在此地,我便能更显出色。” 第三个人说: “我绝不落后于他们,而要冲在第一个战斗。”

语法注4 条
  1. 225aἀλλʼ οὐκ ἄν, ἔφη, εἰ μὴ βελτίων ὑμῶν ἤμην, ἐβασίλευον

    条件从句使用 εἰ + 未完成过去时直说语气(ἤμην),主句使用 ἄν + 未完成过去时直说语气(ἐβασίλευον),构成与现在事实相反的假想条件句(“若我现在不比你们优秀,我现在就不会是王”)。

  2. 225aἀγαθοῖς γαμεῖσθαι καὶ ἀγαθὰ τίκτειν

    由 ἔφη 引出的间接命令不定式。动词 γαμέω 的中被动态 γαμέομαι 用于女性指“出嫁”,后接表示配偶的与格(ἀγαθοῖς);后半句的 ἀγαθά 则是 τίκτειν 的直接宾语(中性复数宾格)。

  3. 225bεἰ μὲν οἴεσθέ με, ἔφη, τῷ πλήθει

    在 οἴεσθε 之后省略了带大宾格不定式结构的谓词不定式(如 μάχεσθαι、διακινδυνεύειν 或 ἀρκεῖν)。紧承前文提问中的 διακινδυνεύσων πάρει,句意省略表达为“如果你们认为我(将倚仗)数量(来战/行事)的话”。

  4. 225dμολὼν λαβέ

    由动词 βλώσκω(来、去)的第二不定过去时主动分词 μολών 与 λαμβάνω(拿、取)的第二不定过去时主动命令语气 λαβέ 构成。分词表示先于命令动词发生或相伴随的动作,形成简练有力的拉哥尼亚式名言“过来拿”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:51.1-51.15