← 普鲁塔克

斯巴达人名言集

§5.1-5.18

阿基达摩斯之子阿基斯的言行

斯巴达国王阿基斯二世机敏言行的汇编,展现了其在军事决断、应对盟友与使节、简练刚毅的言语风格以及对城邦习俗变迁的通达态度。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§5.1

Ἆγις ὁ Ἀρχιδάμου, τῶν ἐφόρων ποτὲ εἰπόντων, βάδιζε τοὺς ἡβῶντας ἔχων ἐπὶ τὴν τούτου πατρίδα· ἡγήσεται δέ σοι αὐτὸς οὗτος ἐπὶ τὴν ἀκρόπολιν, καὶ πῶς, εἶπε, καλῶς ἔχον ἐστίν, ὦ ἔφοροι, τοσούτους νέους πιστεύειν τῷ τὴν ἑαυτοῦ πατρίδα προδιδόντι;1 ν ἐρωτηθεὶς δὲ τί μάλιστα μάθημα ἐν Σπάρτῃ ἀσκεῖται, τὸ γιγνώσκειν, εἶπεν, ἄρχειν τε καὶ ἄρχεσθαι.

阿基达姆斯之子阿基斯,当监察官们曾说: “率领适龄青年进军此人的祖国;他本人会引导你前往卫城,”他说道: “监察官们啊,把这么多年轻人托付给一个背叛自己祖国的人,这怎会是好事呢?”当被问及斯巴达最研习何种学问时,他说道: “懂得如何统治以及如何被统治。”

§5.3

οὐκ ἔφη δὲ τοὺς Λακεδαιμονίους ἐρωτᾶν πόσοι εἰσὶν οἱ πολέμιοι, ἀλλὰ ποῦ εἰσίν.

他又说,斯巴达人不问敌人有多少,而问敌人在哪里。

§5.4

ἐν δὲ Μαντινείᾳ κωλυόμενος διαμάχεσθαι τοῖς πολεμίοις πλείοσιν οὖσιν, εἶπεν, ἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον.2

在曼提尼亚,当他因敌人数量更多而被阻止决一死战时,他说道: “想要统治多数人者,必当与多数人作战。”

§5.5

πυνθανομένου δέ τινος πόσοι εἰσὶν οἱ Λακεδαιμόνιοι, ὅσοι ἱκανοί, εἶπε, τοὺς κακοὺς ἀπερύκειν ἐν.

当有人探询斯巴达人有多少时,他说道: “足以击退懦夫的数量。”

§5.6

διερχόμενος δὲ τὰ τῶν Κορινθίων τείχη καὶ θεασάμενος ὑψηλά τε καὶ ὀχυρὰ ἐπὶ πολὺ τε παρατείνοντα, τίνες, εἶπεν, αἱ τὸν τόπον κατοικοῦσαι γυναῖκες; ν σοφιστοῦ δέ τινος εἰπόντος, πάντων λόγος ἐστὶ κράτιστον, οὐκοῦν, ἔφη, σὺ ἐὰν σιωπᾷς οὐδενὸς ἄξιος εἶ.

当他经过科林斯人的城墙,目睹城墙高大坚固且绵延甚广时,他说道: “居住在此地的妇女们都是些什么人?”当一位智者说: “言辞是万物中最强有力的,”他说道: “那么,你若沉默,便一文不值了。”

§5.8

ὡς δὲ Ἀργεῖοι μετὰ τὴν ἧτταν ἀπήντων αὐτῷ πάλιν θρασύτερον, ταραττομένους ὁρῶν τοὺς συμμάχους, θαρρεῖτε, εἶπεν, ὦ ἄνδρες· ὅπου γὰρ ἡμεῖς οἱ νικῶντες ὀρρωδοῦμεν, τί δοκεῖτε ποιεῖν τοὺς ὑφʼ ἡμῶν νενικημένους;3

当阿尔戈斯人在战败后再次更加大胆地迎击他时,见盟友们心生慌乱,他说道: “诸位,鼓起勇气来;因为既然我们作为胜利者尚且畏惧,你们以为那些被我们战胜的人又当如何呢?”

§5.9

πρὸς δὲ τὸν ἐκ τῶν Ἀβδήρων πρεσβευτήν, ὅτε κατεπαύσατο πολλὰ εἰπών, ἐρωτῶντα τί τοῖς πολίταις ἀπαγγείλῃ, ὅτι, ἔφη, ὅσον σὺ χρόνον λέγειν ἔχρῃζες, τοσοῦτον ἐγὼ σιωπῶν ἤκουον.

阿布德拉来的使节在长篇大论之后停下来,询问应当向公民们报告什么,阿基斯对他说: “你就说, 你想要讲多久,我就沉默着听了多久。”

§5.10

ἐπαινούντων δέ τινων Ἠλείους, ὅτι δικαιότατοί εἰσι περὶ τὸν ἀγῶνα τῶν Ὀλυμπίων, καὶ τί μέγα, εἶπεν, ἢ θαυμαστὸν ποιοῦσιν, εἰ ἐν ἔτεσι πέντε μιᾷ μόνον ἡμέρᾳ δικαιοσύνῃ χρῶνται; ν πρὸς δὲ τοὺς φάσκοντας ὅτι φθονοῦσί τινες αὐτῷ τῶν ἐκ τῆς ἑτέρας οἰκίας, οὐκοῦν, ἔφη, τὰ ἴδια αὐτοὺς κακὰ λυπήσει, καὶ πρὸς τούτοις τά τε ἐμὰ καὶ τὰ τῶν ἐμῶν φίλων ἀγαθά.

当某些人赞扬伊利斯人在奥林匹克竞技会上最为公平时,他说道: “如果他们在五年之中仅在一天里行使正义,这算做了什么伟大或惊人的事情呢?”对那些声称另一王室家族中有人嫉妒他的人,他说道: “那么,不仅他们自己的不幸会使他们悲伤,而且在此之外,我和我朋友们的幸事也会使他们痛苦。”

§5.12

συμβουλεύοντος δέ τινος ὅτι δεῖ τοῖς φεύγουσι τῶν πολεμίων διδόναι δίοδον, καὶ πῶς, ἔφη, τοῖς διὰ δειλίαν φεύγουσι μὴ μαχόμενοι τοῖς διʼ ἀνδρείαν μένουσι μαχησόμεθα;

当有人建议应当给逃跑的敌人留一条退路时,他说道: “如果我们不与因懦弱而逃跑的人作战,又怎能与因勇敢而坚守的人作战呢?”

§5.13

Προφερομένου δέ τινος περὶ τῆς τῶν Ἑλλήνων ἐλευθερίας οὐκ ἀγεννῆ μέν, δυσχερῆ δʼ ἐπιτελεσθῆναι,4 προσδέονταί σου, ὦ ξένε, ἔφη, οἱ λόγοι δυνάμεως καὶ χρημάτων.

当有人就希腊人的自由提出虽不失高尚但难以实行的倡议时,他说道: “异邦的朋友啊, 你的言论尚且匮乏力量与金钱。”

§5.14

λέγοντος δέ τινος ὅτι Φίλιππος αὐτοῖς ἀνεπίβατον τὴν Ἑλλάδα ποιήσει, ἱκανὴ ἡμῖν, ἔφη, ὦ ξένε, ἡ ἐν τῇ ἰδίᾳ ἀναστροφή.

当有人说腓力将使希腊成为他们无法涉足之地时,他说道: “异邦的朋友啊, 在属于我们自己的土地上往来栖居,对我们而言便已足够。”

§5.15

πρεσβευτὴς ἐκ Περίνθου παραγενόμενος εἰς Λακεδαίμονα ἐμακρηγόρει· ὡς δὲ ἐπαύσατο λέγων καὶ ἠρώτα τὸν Ἆγιν τί δεῖ τοῖς Περινθίοις ἀπαγγεῖλαι, τί δʼ ἄλλο, ἔφη, ἢ ὅτι σὺ μὲν μόλις ἐπαύσω λέγων, ἐγὼ δʼ ἐσιώπων;

一位从佩林托斯来到拉刻代蒙的使节发表了冗长的演说;当他停止发言并询问阿基斯应当向佩林托斯人传达什么时,他说道: “除了传达你勉强才停下发言,而我始终保持沉默之外, 还能有什么呢?”

§5.16

πρεσβεύων δὲ μόνος ἧκε πρὸς Φίλιππον εἰπόντος δʼ ἐκείνου, τί τοῦτο; μόνος ἥκεις; ἔφη, καὶ γὰρ πρὸς ἕνα.

他独自出使来到腓力面前;对方说道: “这是何意?你独自一人来吗?” 他说道: “正是,因为我也是来见一人的。”

§5.17

φήσαντος δέ τινος τῶν πρεσβυτέρων πρὸς αὐτὸν γηραιὸν ὄντα, ἐπειδὴ τὰ ἀρχαῖα νόμιμα ἐκλυόμενα ἑώρα ἄλλα δὲ παρεισδυόμενα μοχθηρά, διότι τὰ ἄνω κάτω ἤδη γίγνεται ἐν τῇ Σπάρτῃ, παίζων εἶπε, κατὰ λόγον οὕτω προβαίνει τὰ πράγματα, εἰ τοῦτο γίνεται· καὶ γὰρ ἐγὼ παῖς ὢν ἤκουον παρὰ τοῦ πατρός, ὅτι τὰ ἄνω κάτω γέγονε παρʼ αὐτοῖς· ἔφη δὲ καὶ τὸν πατέρα αὐτῷ παιδὶ ὄντι τοῦτο εἰρηκέναι· ὥστε οὐ χρὴ θαυμάζειν, εἰ χείρω τὰ μετὰ ταῦτα τῶν προτέρων, ἀλλʼ εἴ που βελτίω καὶ παραπλήσια γένοιτο.5

当一位年长者对着已步入老年的阿基斯说,鉴于他看到古老的规矩废弛而其他恶劣习俗乘虚而入,斯巴达如今已然上下颠倒,阿基斯便戏谑地说道: “若果真如此,事情倒合乎情理地在这样发展;因为我还是孩童时,也曾从父亲那里听闻在他们那时便已上下颠倒;他还说自己的父亲在他是孩童时也曾对他说过这话。因此,若后世比前代更糟,并不值得大惊小怪,唯有在何处若是变得更好或相仿,那才当令人惊异。”

§5.18

ἐρωτηθεὶς δὲ πῶς ἄν τις ἐλεύθερος διαμένοι, θανάτου καταφρονῶν, ἔφη.

当被问及一个人怎样才能保持自由时,他说道: “藐视死亡。”

语法注5 条
  1. 215dπιστεύειν τῷ τὴν ἑαυτοῦ πατρίδα προδιδόντι

    τοσούτους νέους 作不定式 πιστεύειν 的宾格直接宾语,与格分词短语 τῷ ... προδιδόντι 作其间接宾语,意为“把如此众多的年轻人托付给背叛自己祖国的人”。

  2. 215dἀνάγκη πολλοῖς μάχεσθαι τὸν ἄρχειν πολλῶν βουλόμενον

    无人称词 ἀνάγκη [ἐστί] 带不定式 μάχεσθαι,其逻辑主语是带冠词的分词 τὸν ... βουλόμενον(宾格)。分词内部 ἄρχειν 作 βουλόμενον 的不定式宾语并支配属格 πολλῶν,而 πολλοῖς 是与 μάχεσθαι 连用的与格补足语。

  3. 215eτί δοκεῖτε ποιεῖν τοὺς ὑφʼ ἡμῶν νενικημένους;

    主动词 δοκεῖτε 支配一个带宾格主语 τοὺς ... νενικημένους 和不定式 ποιεῖν 的结构。疑问代词 τί 作 ποιεῖν 的直接宾语,意为“你们以为那些被我们战胜的人正在做什么呢?”。

  4. 216aοὐκ ἀγεννῆ μέν, δυσχερῆ δʼ ἐπιτελεσθῆναι

    中性复数宾格形容词短语作 προφερομένου 的宾语(表达提议的内容)。被动不定式 ἐπιτελεσθῆναι 依附于 δυσχερῆ 作限定性不定式,意为“在完成/实行上是困难的”。

  5. 216cἀλλʼ εἴ που βελτίω καὶ παραπλήσια γένοιτο

    顺接前文的 οὐ χρὴ θαυμάζειν, εἰ...(“若……并不值得惊异”),此处承前省略了 ἀλλʼ [θαυμάζειν χρή,] εἰ...。希愿语气 γένοιτο 表示一种潜在或假设性的微小可能(“而是如果它们何处变得更好或相当[才应惊异]”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:5.1-5.18