- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:45.1-45.18
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了斯巴达国王克勒翁墨涅斯一世的一系列机智轶事与名言,包括对阿尔戈斯的战争与毁约、其离奇死亡、对使节、海盗与智者的辛辣回击,以及保留敌手以作操练之用等论说。
Κλεομένης ὁ Ἀναξανδρίδου τὸν μὲν Ὅμηρον Λακεδαιμονίων εἶναι ποιητὴν ἔφη, τὸν δὲ Ἡσίοδον τῶν εἰλώτων· τὸν μὲν γὰρ ὡς χρὴ πολεμεῖν, τὸν δὲ ὡς χρὴ γεωργεῖν παρηγγελκέναι.
阿纳克桑德里达斯之子克勒翁墨涅斯曾说,荷马是拉刻代蒙人的诗人,而赫西俄德是黑劳士的诗人;因为前者传授的是应当如何作战,而后者传授的是应当如何务农。
ἀνοχὰς δὲ ἑφθημέρους πρὸς Ἀργείους ποιησάμενος, φυλάξας αὐτούς, τῇ τρίτῃ νυκτὶ κοιμωμένοις διὰ τὸ πεποιθέναι ταῖς σπονδαῖς ἐπέθετο· καὶ τοὺς μὲν ἀπέκτεινε, τοὺς δὲ αἰχμαλώτους ἔλαβεν.
他与阿尔戈斯人订立了为期七天的休战协定,在暗中窥视他们的动向后,于第三天夜里趁他们因信赖和约而熟睡之际发动了袭击;他杀死了一部分人,俘获了另一部分人。
ὀνειδιζόμενος δὲ ἐπὶ τῇ παραβάσει τῶν ὅρκων, οὐκ ἔφη προσομωμοκέναι ταῖς ἡμέραις τὰς νύκτας· ἄλλως τε καὶ ὅ τι ἂν κακόν τις ποιῇ τοὺς πολεμίους, τοῦτο καὶ παρὰ θεοῖς καὶ παρὰ ἀνθρώποις δίκης ὑπέρτερον νομίζεσθαι.
当因背弃誓言而受到指责时,他说自己在起誓时并未把黑夜加在白昼之中;况且,凡是对敌人所施加的祸害,无论在神明还是在人类看来,都被认为重于正义。
συνέβη δʼ αὐτῷ τοῦ μὲν Ἄργους, σιʼ ὃ παρεσπόνδησεν, ἀποπεσεῖν1 διὰ τὸ τὰς γυναῖκας τὰ ἀπὸ τῶν ἱερῶν καθελούσας ὅπλα τούτοις αὐτὸν ἀμύνεσθαι· καὶ ὕστερον δὲ τῶν φρενῶν ἔξω γενόμενον δράξασθαί τινος μαχαιρίου καὶ αὑτὸν ἀνατεμεῖν ἀπὸ τῶν σφυρῶν ἕως ἐπὶ τοὺς καιρίους τόπους, καὶ οὕτως ἐκλιπεῖν τὸν βίον γελῶντα καὶ σεσηρότα.
然而,他却未能夺得阿尔戈斯——这正是他毁约所图谋的——因为城中的妇女们从神庙取下武器,以此抵御他。后来他神智失常,抓起一把短刀,从脚踝一直切到身上的要害部位,就这样咧嘴大笑着结束了生命。
τοῦ δὲ μάντεως ἀποτρέποντος μὴ ἄγειν ἐπὶ τὴν Ἀργείων πόλιν τὸ στράτευμα, τὴν γὰρ ἐπάνοδον αἰσχρὰν γενήσεσθαι, προσελθὼν τῇ πόλει ὡς τὰς μὲν πύλας κεκλεισμένας εἶδε, τὰς δὲ γυναῖκας ἐπὶ τῶν τειχῶν, αὕτη σοι, ἔφη, ἡ ἐπάνοδος αἰσχρὰ φαίνεται εἶναι, ἐν ᾗ τῶν ἀνδρῶν τεθνηκότων αἱ γυναῖκες τὰς πύλας κεκλείκασιν; ν πρὸς δὲ τοὺς λοιδοροῦντας αὐτὸν τῶν Ἀργείων ὡς ἐπίορκον καὶ ἀσεβῆ, τοῦ μὲν κακῶς με λέγειν, ἔφη, ὑμεῖς κύριοι, τοῦ δὲ κακῶς ὑμᾶς ποιεῖν ἐγώ.
预言家曾劝阻他不要率军进攻阿尔戈斯人的城池,说归途将会是可耻的;但他来到城下,见城门紧闭,城墙上站着妇女,便说道: “在你看来,这就是所谓可耻的归途吗?男子死绝,而妇女闭门自守的这一幕?”对于阿尔戈斯人中辱骂他为背誓者和不敬神者的人,他说: “恶语中伤我,主权在你们;给你们带来灾祸,主权在我。”
τοῖς δὲ ἀπὸ τῆς Σάμου πρέσβεσι παρακαλοῦσιν αὐτὸν Πολυκράτει τῷ τυράννῳ πολεμεῖν καὶ διὰ τοῦτο μακρολογοῦσιν, ὧν εἰρήκατε, ἔφη, τὰ μὲν ἐξ ἀρχῆς οὐ μέμνημαι, διὰ τοῦτο δὲ καὶ τὰ μέσα οὐ συνίημι τὰ δʼ ἐπὶ πᾶσιν οὐ δοκιμάζω.
当来自萨摩斯的使节请求他攻打僭主波利克拉特斯,并为此发表长篇演说时,他说: “你们所说的话,起初的部分我记不得了;正因如此,中间的部分我也听不明白;至于最后的部分,我并不赞同。”
Πειρατοῦ δὲ καταδραμόντος τὴν χώραν καί, ὡς ἑάλω, λέγοντος ὅτι τροφὴν οὐκ εἶχον τοῖς στρατιώταις παρέχειν, πρὸς τοὺς ἔχοντας οὖν, ἑκοντὶ δʼ οὐκ ἂν δόντας, βίᾳ ληψόμενος ἦλθον, ἔφη, σύντομος ἡ πονηρία.
有个海盗劫掠了国土,被俘后辩解道: “我无法为士兵提供给养;因此,既然他们不会自愿给予,我便前往那些拥有粮食的人那里强行夺取。” 克勒翁墨涅斯说: “好干脆的恶行。”
φαύλου δέ τινος αὐτὸν κακῶς λέγοντος, ἆρα διὰ τοῦτο, ἔφη, πάντας σὺ κακῶς λέγεις, ἵνα ἀπολογούμενοι μὴ εὐκαιρῶμεν περὶ τῆς σῆς κακίας λέγειν;
有个卑鄙的小人辱骂他,他说: “你之所以恶语中伤所有人,难道是为了让我们忙于辩白,从而没有闲暇谈论你自己的邪恶吗?”
τῶν δὲ πολιτῶν τινος λέγοντος ὅτι τὸν ἀγαθὸν βασιλέα πάντῃ πάντως πρᾶον εἶναι δεῖ, οὐκοῦν, ἔφη, ἄχρι τοῦ μὴ εὐκαταφρόνητον εἶναι.
当有位公民说,贤良的君主应当处处都极其温和时,他说: “只要不至于沦为易被轻蔑之人即可。”
Ἑλκυσθεὶς δὲ νόσῳ μακρᾷ, ἐπεὶ καθαρταῖς καὶ μάντεσι προσεῖχε τὸ πρὶν οὐ προσέχων, θαυμάζοντός τινος, τί θαυμάζεις; ἔφη, οὐ γάρ εἰμι ὁ αὐτὸς νῦν καὶ τότε· οὐκ ὢν δὲ ὁ αὐτὸς οὐδὲ τὰ αὐτὰ δοκιμάζω.
他久病缠身,开始求助于洁净师和预言家,而这些是他以往所不顾的;有人对此表示诧异,他说: “你何必诧异?因为如今的我已非昔日的我;既然不再是昔日的我,赞许之事自然也与以往不同。”
σοφιστοῦ δέ τινος περὶ ἀνδρείας λέγοντος πλείω, ἐγέλασε· τοῦ δὲ εἰπόντος, τί γελᾷς, Κλεόμενες, περὶ ἀνδρείας λέγοντος ἀκούων, καὶ ταῦτα βασιλεὺς ὤν; ὅτι, ἔφη, ξένε, καὶ ἡ χελιδὼν εἰ περὶ αὐτῆς ἔλεγε, τὸ αὐτὸ τοῦτο ἂν ἐποίουν· εἰ δὲ ἀετός, πολλὴν ἂν εἶχον ἠρεμίαν.
有位智者长篇大论地谈论勇气,他笑了起来;那人问道: “克勒翁墨涅斯,你身为一国之君,听到有人谈论勇气,为何发笑?” 他回答道: “因为,外邦人啊,若是一只燕子在谈论勇气,我也同样会笑;但若是一只雄鹰,我便会肃静倾听。”
τῶν δὲ Ἀργείων τὴν προτέραν ἧτταν φασκόντων ἀναμαχεῖσθαι, θαυμάζω, ἔφη, εἰ δύο συλλαβῶν προσθήκῃ2 νῦν κρείττονες ἐγένεσθε ἢ πρόσθεν ἦτε.
当阿尔戈斯人声称要重新战斗以雪前耻时,他说: “我倒要奇怪,添上了两个音节,你们如今是否就比从前更加强健了。”
λοιδοροῦντος δέ τινος αὐτὸν καὶ φήσαντος θρυπτικὸς εἶ, ὦ Κλεόμενες, ἀλλὰ κρεῖττον, ἔφη, ἢ ἄδικον εἶναι· σὺ δὲ φιλοχρήματος καίπερ ἱκανὰ κεκτημένος.
有人辱骂他说: “克勒翁墨涅斯,你贪图享乐。” 他回答道: “但这总比不义要好;而你虽坐拥充足财产,却依然贪得无厌。”
ψάλτην δέ τις αὐτῷ βουλόμενος συστῆσαι τά τε ἄλλα τὸν ἄνδρα ἐπῄνει καὶ ψάλτην αὐτὸν ἔφη κράτιστον εἶναι τῶν Ἑλλήνων ὁ δὲ δείξας τινὰ τῶν πλησίον, νὴ τοὺς θεούς, ἔφη, οὗτος παρʼ ἐμοὶ ζωμοποιός.
有人想向他引荐一位琴师,在其他方面也称赞那人,并称其为希腊人中最优秀的琴师;克勒翁墨涅斯指着身边的一人说: “指着诸神起誓,这个人在我这里是个煮肉汤的。”
Μαιανδρίου δὲ τοῦ τῆς Σάμου τυράννου διὰ τὴν Περσῶν ἔφοδον εἰς Σπάρτην φυγόντος καὶ ἐπιδείξαντος ὅσα ἐκεκομίκει χρύσεά τε καὶ ἀργύρεα ἐκπώματα χαριζομένου τε ὅσα βούλεται, ἔλαβε μὲν οὐδέν, εὐλαβούμενος δὲ μὴ ἑτέροις τισὶ τῶν ἀστῶν διαδῷ, πορευθεὶς ἐπὶ τοὺς ἐφόρους, ἄμεινον ἔφη εἶναι τῇ Σπάρτῃ τὸν ξένον ἑαυτοῦ Σάμιον ἀπαλλάττεσθαι τῆς Πελοποννήσου, ἵνα μὴ πείσῃ τινὰ τῶν Σπαρτιατῶν κακὸν γενέσθαι. οἱ δὲ ὑπακούσαντες ἐξεκήρυξαν τὸν Μαιάνδριον αὐτῆς ἡμέρας.
萨摩斯的僭主迈安德里奥斯因波斯人入侵而逃至斯巴达,展示了他所带来的所有金银杯皿,并表示愿意随他所愿赠送;克勒翁墨涅斯一件也没有接受,且防备着他分赠给城中的其他公民,便前往监察官那里,说为了斯巴达着想,最好将他的这位萨摩斯客友逐出伯罗奔尼撒,以免他诱使任何斯巴达人堕落变质。监察官听从了他的意见,当天就将迈安德里奥斯驱逐出境。
εἰπόντος δέ τινος, διὰ τί πολεμοῦντας ὑμῖν Ἀργείους πολλάκις κρατήσαντες οὐκ ἀνῃρήκατε; οὐδʼ ἂν ἀνέλοιμεν, ἔφη, ὡς ἂν γυμναστὰς τοῖς νέοισιν ἔχοιμεν.3
有人问道: “阿尔戈斯人向你们开战,你们屡次击溃他们,为何没有将他们彻底消灭?” 他说: “我们绝不会消灭他们,这是为了让我们能有供年轻一代操练的陪练者。”
πυνθανομένου δέ τινος αὐτοῦ διὰ τί Σπαρτιᾶται τοῖς θεοῖς οὐκ ἀνατιθέασι τὰ ἀπὸ τῶν πολεμίων σκῦλα, ὅτι, ἔφη, ἀπὸ δειλῶν ἐστι.
有人向他询问为何斯巴达人不把取自敌人的战利品奉献给神明,他说: “因为那些东西是从懦夫手里夺来的。”
- 223bτοῦ μὲν Ἄργους, σιʼ ὃ παρεσπόνδησεν, ἀποπεσεῖν
不定词 ἀποπεσεῖν(源自 ἀποπίπτω)支配夺格性质的属格 τοῦ Ἄργους,意为“未能夺得阿尔戈斯”或“从……中失手”,是无人称动词 συνέβη 的真正主语从句的核心。插于其间的 σιʼ ὃ 实为 διʼ ὃ(“为此”)之形讹,先行词指夺取阿尔戈斯这一图谋。
- 223eδύο συλλαβῶν προσθήκῃ
“通过添加两个音节”。这句嘲讽针对的是阿尔戈斯人所说的动词 ἀναμαχεῖσθαι(重整战旗、雪耻),该词仅是在简单动词 μαχεῖσθαι(战斗)前加上了包含两个音节的前缀 ἀνα-。
- 224bὡς ἂν γυμναστὰς τοῖς νέοισιν ἔχοιμεν
ὡς ἄν 接希求法 ἔχοιμεν 构成目的从句(“以便我们拥有……”)。此处希求法的使用与主句中表示潜在可能的 ἄν + 希求法(οὐδʼ ἂν ἀνέλοιμεν,“我们决不会消灭他们”)相呼应。
