← 普鲁塔克

斯巴达人名言集

§43.1-43.6

卡利克拉提达斯的高洁品行与战死

斯巴达将领卡利克拉提达斯拒绝贿赂,因波斯人的傲慢而愤慨并主张希腊人内部和解,又拒绝私下赠礼。在阿吉纽西海战前,面对阵亡的凶兆,他毫不动摇地率军参战并英勇牺牲。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§43.1

Καλλικρατίδας ναύαρχος, τῶν Λυσάνδρου φίλων ἀξιούντων ἐπιτρέψαι αὐτοῖς ἕνα τινὰ τῶν ἐχθρῶν ἀνελεῖν καὶ λαβεῖν πεντήκοντα τάλαντα, καίτοι σφόδρα δεόμενος χρημάτων εἰς ὀψώνια τοῖς ναύταις, οὐ συνεχώρησε. Κλέανδρος δὲ σύμβουλος ὤν, ἀλλʼ ἔγωγʼ ἂν ἔλαβον, εἶπεν, εἰ σὺ ἤμην καὶ γὰρ αὐτός, εἶπεν, εἰ σὺ ἦν.1

海军将领卡利克拉提达斯在吕珊德的朋友们请求他允许他们除掉一个仇敌并收取五十塔兰同金钱时,尽管极其缺乏发给水兵的薪饷,却并未同意。担任顾问的克莱安德说:“若我是你,我本会收下的。”卡利克拉提达斯答道:“若我是你,我自己也会收下的。”

§43.2

παραγενόμενος δὲ πρὸς Κῦρον τὸν νεώτερον εἰς Σάρδεις, σύμμαχον ὄντα Λακεδαιμονίοις, ἐπὶ χρήματα τῷ ναυτικῷ, τῇ μὲν πρώτῃ ἡμέρᾳ ἐκέλευσεν εἰσαγγεῖλαι ὅτι βούλεται Κύρῳ ἐντυχεῖν· ὡς δʼ ἤκουσε πίνειν, προσμενῶ, εἶπεν, ἕως ἂν πίῃ· καὶ τότε μὲν ἀπηλλάγη, ὡς ἔγνω οὐχ οἷόν τε εἶναι συμβαλεῖν αὐτῷ ἐκείνῃ τῇ ἡμέρᾳ, δόξας ἀγροικότερος εἶναι. τῇ δʼ ἐχομένῃ, ὡς πάλιν αὐτὸν πίνειν ἤκουσε καὶ οὐ προϊόντα, φήσας, οὐχ οὕτω σπουδαστέον χρήματα λαβεῖν ὡς μηδὲν ἀνάξιον τῆς Σπάρτης ποιεῖν,2 ἀπηλλάγη εἰς Ἔφεσον, πολλὰ μὲν ἐπαρώμενος κακὰ τοῖς πρώτοις ἐντρυφηθεῖσιν ὑπὸ βαρβάρων καὶ διδάξασιν αὐτοὺς ὑβρίζειν διὰ πλοῦτον ὤμνυε δὲ πρὸς τοὺς παρόντας ὡς, ὅταν πρῶτον εἰς Σπάρτην παραγένηται, πάντα ποιήσει ὑπὲρ τοῦ διαλλάξαι τοὺς Ἕλληνας, ὡς φοβερώτεροι τοῖς βαρβάροις εἶεν καὶ παύσαιντο τῆς ἐκείνων ἐπʼ ἀλλήλους δεόμενοι δυνάμεως.

后来,为了替舰队筹措资金,他前往萨狄斯拜见斯巴达的盟友小居鲁士;第一天,他吩咐人通报说他想会见居鲁士。但当听说居鲁士正在饮酒时,他说:“我便等候,直到他喝完。”当时在意识到那一天无法与他相见后,他便离开了,被人认为有些粗鲁。次日,当他又听说居鲁士仍在饮酒且不出来时,便说道:“致力于获取钱财,不应甚于致力于不做任何有辱斯巴达的事”,随即离开前往以弗所,一路痛咒那些最早受蛮族戏弄、并教会蛮族因富有而傲慢的人。他向在场的人发誓:一旦回到斯巴达,必将尽一切努力使希腊人互相和解,以便对蛮族更具威慑,并停止为了相互攻击而求助于蛮族的力量。

§43.3

ἐρωτηθεὶς δὲ ὁποῖοι ἄνδρες εἰσὶν οἱ Ἴωνες, ἐλεύθεροι μὲν, ἔφη, κακοί, δοῦλοι δὲ ἀγαθοί.

当被问及爱奥尼亚人是怎样的人时,他说:“做自由人拙劣,做奴隶倒很出色。”

§43.4

τοῦ δὲ Κύρου τὸν μισθὸν προπέμψαντος τοῖς στρατιώταις καὶ ξένια αὐτῷ, μόνον ἔλαβε τὸν μισθὸν τὰ δὲ ξένια ἀντέπεμψε, φήσας μὴ δεῖν φιλίαν αὐτῷ ἰδίαν πρὸς αὐτὸν εἶναι, ἀλλὰ τὴν κοινὴν πρὸς ἅπαντας Λακεδαιμονίους γεγονυῖαν καὶ αὐτῷ ὑπάρχειν.

居鲁士把士兵的军饷和送给他个人的礼物一并送来时,他只收下了军饷,把礼物退了回去,并说他不该与居鲁士有私人的友谊,而应享有与全体斯巴达人共同订立的盟友关系。

§43.5

μέλλων δὲ περὶ τὰς Ἀργινούσας ναυμαχεῖν, Ἕρμωνος τοῦ κυβερνήτου εἰπόντος ὅτι καλῶς ἔχει ἀποπλεῦσαι, αἱ γὰρ τριήρεις τῶν Ἀθηναίων πολλῷ πλείους εἰσίν, εἶπε, καὶ τί τοῦτο; ἀλλὰ φεύγειν αἰσχρὸν καὶ βλαβερὸν τῇ Σπάρτῃ μένοντα δὲ ἢ ἀποθανεῖν ἢ νικᾶν ἄριστον.

在阿吉纽西海战前夕,舵手赫尔蒙说撤退是明智的,因为雅典人的三列桨战船要多得多,他便说:“那又如何?逃跑对斯巴达而言是可耻且有害的;坚守阵地,要么战死,要么获胜,才是最好的。”

§43.6

Προθυσάμενος δέ, ὡς ἤκουσε τοῦ μάντεως σημαίνεσθαι διὰ τῶν ἐμπύρων τῷ μὲν στρατῷ νίκην τῷ δὲ στρατηγοῦντι θάνατον, οὐδὲν καταπλαγεὶς εἶπεν, οὐ παρʼ ἕνα τὰ Σπάρτας·3 ἀποθανόντος γάρ μου οὐδὲν ἡ πατρὶς ἐλαττωθήσεται· εἴξαντος δὲ τοῖς πολεμίοις, ἐλαττωθήσεται. ἀποδείξας οὖν ἀνθʼ ἑαυτοῦ Κλέανδρον ἡγεμόνα ὥρμησεν ἐπὶ τὴν ναυμαχίαν, καὶ μαχόμενος τελευτᾷ.

在海战前的献祭中,当他从预言家那里听说,燔祭预兆昭示军队获胜而主帅必死时,他毫无惧色地说道:“斯巴达的命运并不系于一人;因为我若战死,祖国毫无损失;但若向敌人屈服,祖国便受损了。”于是,他任命克莱安德代替自己担任主帅,奔赴海战,在战斗中阵亡。

语法注3 条
  1. 222cκαὶ γὰρ αὐτός, εἶπεν, εἰ σὺ ἦν

    非真实条件句结论从句中的谓语(ἔλαβον ἄν)承接前句而被省略。主语 αὐτός 意为“我自己也”,条件从句 εἰ σὺ ἦν 中的 ἦν 作第一人称单数未完成过去时使用(相当于 ἤμην),多见于散文及后古典希腊语。

  2. 222dοὐχ οὕτω σπουδαστέον χρήματα λαβεῖν ὡς μηδὲν ἀνάξιον τῆς Σπάρτης ποιεῖν

    动形容词 σπουδαστέον 的无人称句式(“不可如此急切于获取金钱……”),与比较关联结构 οὐχ οὕτω ... ὡς ...(“不应如此……甚于……”)相配合,两个不定词短语(χρήματα λαβεῖν 与 μηδὲν ... ποιεῖν)均受 σπουδαστέον 支配,表达“致力于获取钱财不应甚于致力于不做任何有辱斯巴达之事”的对比关系。

  3. 222eοὐ παρʼ ἕνα τὰ Σπάρτας

    介词 παρά 加宾格表示依赖或依附的习用表达;主语 τὰ Σπάρτας(“斯巴达的事物/命运”)后省略了系动词(如 ἐστί)。整句意为“斯巴达的运命并不取决于单单一人”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:43.1-43.6