- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:38.1-38.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了斯巴达国王忒奥彭波斯关于维系王权、盲目亲斯巴达倾向、统治与服从、适度荣誉以及城墙无用论等话题的机智言论。
Θεόπομπος πρὸς τὸν ἐρωτήσαντα πῶς ἄν τις ἀσφαλέστατα τηροίη τὴν βασιλείαν, εἰ τοῖς μὲν φίλοις, ἔφη, μεταδιδοίη παρρησίας δικαίας, τοὺς δὲ ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους.1
忒奥彭波斯在有人问及如何才能最稳固地维系王权时, “如果,” 他说, “向朋友分享正当的直言之权,并尽力不坐视被统治者遭受不公。”
πρὸς δὲ τὸν ξένον τὸν λέγοντα ὅτι παρὰ τοῖς αὑτοῦ πολίταις καλεῖται φιλολάκων, κρεῖττον, ἔφη, ἦν σε φιλοπολίτην ἢ φιλολάκωνα καλεῖσθαι.2
对一位声称在自己城邦同胞中被称为“亲斯巴达派”的异乡人, “本来更好的是,” 他说, “你被称为‘爱同胞者’,而不是‘亲斯巴达派’。”
τοῦ δʼ ἐκ τῆς Ἤλιδος πρεσβευτοῦ εἰπόντος ὅτι διὰ τοῦτʼ αὐτὸν ἐξαπέστειλαν οἱ πολῖται, ὅτι μόνος τὸν Λακωνικὸν ἐζήλωσε βίον, καὶ πότερον, ἔφη, ὁ σὸς ἢ ὁ τῶν ἄλλων πολιτῶν βίος βελτίων ἐστί; τοῦ δὲ εἰπόντος τὸν αὑτοῦ, πῶς οὖν ἄν, ἔφη, αὕτη ἡ πόλις σῴζοιτο, ἐν ᾗ πολλῶν ὄντων εἷς μόνος ἀγαθός ἐστι;
当厄利斯的使节说,他的同胞之所以派遣他,正是因为唯独他效仿了拉科尼亚式的生活方式时, “那么究竟,” 他说, “是你自己的生活更好,还是其他公民的生活更好呢?” 在使节回答说是他自己的生活更好之后, “那么,” 他说, “一个人口众多却仅有一人是贤善之士的城邦,又怎能保全呢?”
λέγοντος δέ τινος ὅτι ἡ Σπάρτη σῴζεται διὰ τοὺς βασιλεῖς ἀρχικοὺς ὄντας, οὔκ, ἔφη, ἀλλὰ διὰ τοὺς πολίτας πειθαρχικοὺς ὄντας.
有人说斯巴达得以保全是由于国王们善于统治时, “不,” 他说, “而是由于公民们善于服从。”
Πυλίων δὲ αὐτῷ μείζονας τιμὰς ψηφισαμένων, ἀντέγραψεν ὅτι τὰς μὲν μετρίας ὁ χρόνος αὔξει, τὰς δʼ ὑπεραιρούσας ἀφανίζει.
当皮洛斯人为他通过决议授予更崇高的荣誉时,他回信写道: “适度的荣誉岁月会使之增长,过度的荣誉岁月会使之泯灭。”
ἐπιδεικνυμένου δέ τινος αὐτῷ τεῖχος καὶ πυνθανομένου εἰ καρτερὸν καὶ ὑψηλόν, οὐ δὴ γυναικῶν;3 εἶπεν.
有人向他炫耀城墙,并询问它是否坚固高大时, “难道这不是女人的吗?” 他说。
- 1εἰ τοῖς μὲν φίλοις, ἔφη, μεταδιδοίη παρρησίας δικαίας, τοὺς δὲ ἀρχομένους κατὰ δύναμιν μὴ περιορῴη ἀδικουμένους.
此句作为对前文间接疑问句(πῶς ἄν τις ἀσφαλέστατα τηροίη τὴν βασιλείαν)的回答,省略了主句结论([οὕτως ἄν τις τηροίη]),直接以带有希求法的条件从句(εἰ ... μεταδιδοίη ... μὴ περιορῴη)作答,呼应疑问句中的潜势希求法。
- 221eκρεῖττον, ἔφη, ἦν σε φιλοπολίτην ἢ φιλολάκωνα καλεῖσθαι.
非人称形容词配合未完成过去时直陈式(ἦν)及不定式(καλεῖσθαι),在没有小词 ἄν 的情况下表达未实现的适宜或非真实意愿(“你若被称为……本来更好”)。
- 221eοὐ δὴ γυναικῶν;
省略系动词的定语性或所有格性属格短句(γυναικῶν),带有反讽语气(“[这墙]难道不是给妇人用的吗?”),反映了斯巴达人蔑视城墙、认为城墙只属于不能作战的妇孺之观念。
