- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:32.1-32.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记录了斯巴达人欧达米达斯关于哲学家、琴师、城邦、对马其顿战争、底比斯人及战前祭祀等事务的一系列机智言论。
Εὐδαμίδας ὁ Ἀρχιδάμου, ἀδελφὸς δὲ Ἄγιδος, ἰδὼν Ξενοκράτην ἐν Ἀκαδημείᾳ πρεσβύτερον ἤδη μετὰ τῶν γνωρίμων φιλοσοφοῦντα, ἐπύθετο τίς ὁ πρεσβύτης· φαμένου δέ τινος ὅτι σοφὸς ἀνὴρ καὶ τῶν ζητούντων τὴν ἀρετήν, καὶ πότε, ἔφη, χρήσεται αὐτῇ, ἐὰν ἄρτι ζητῇ;
阿基达姆斯之子、阿吉斯之弟欧达米达斯,看到克塞诺克拉底在学园里虽已年老,仍在与熟人们探讨哲学,便打听那位老人是谁。有人说他是一位智者,是探求德性的人之一,“那么何时,”他说,“假若他如今才在探求,又何时能用上它呢?”
ἀκούσας δὲ φιλοσόφου διαλεχθέντος ὅτι μόνος ἀγαθὸς στρατηγὸς ὁ σοφός ἐστιν, ὁ μὲν λόγος, ἔφη, θαυμαστός· ὁ δὲ λέγων ἄπιστος· οὐ γὰρ περισεσάλπισται.1
听到一位哲学家论辩说唯有智者才是优秀的统帅,“这话,”他说,“固然令人赞赏,但说话的人却不足凭信;因为战号从未在他身边吹响过。”
τὴν θέσιν δὲ Ξενοκράτους εἰρηκότος καὶ καταπαυομένου, παρῆν ὁ Εὐδαμίδας· ὡς δʼ εἶπέ τις τῶν μετʼ αὐτοῦ ὅτε πάρεσμεν ἡμεῖς, τότε πέπαυται· καλῶς γε, ἔφη, εἴπερ ἤδη ἔλεξε ταῦτα ἃ ἔχρῃζε· τοῦ δʼ εἰπόντος καλὸν ἦν ἀκοῦσαι ἦ2 καὶ πρὸς δεδειπνηκότα μολόντες, εἶπεν, ἠξιοῦμεν ἂν πάλιν αὐτὸν δειπνεῖν;
当克塞诺克拉底讲完论题正要收尾时,欧达米达斯到了。同行的某人说: “我们才刚赶到,他就结束了。” “这倒很好,”他说,“只要他已经讲完了他需要讲的。” 那人又说: “要是能听一听原本是极好的。” “如果走到一个刚吃过晚饭的人跟前,”他说,“难道我们还会要求他再吃一顿吗?”
πυνθανομένου δέ τινος διὰ τί, τῶν πολιτῶν αἱρουμένων τὸν πρὸς Μακεδόνας πόλεμον, αὐτὸς ἡσυχίαν ἄγειν δοκιμάζει, ὅτι, ἔφη, οὐ χρῄζω ψευδομένους αὐτοὺς ἐλέγξαι.
有人问他,既然市民们都赞成对马其顿人作战,为何他自己却主张保持静默,“因为,”他说,“我不想证明他们是在说谎。”
ἑτέρου δὲ προφερομένου τὰ κατὰ Περσῶν ἀριστεῖα καὶ προτρέποντος ἐπὶ τὸν πόλεμον, ἀγνοεῖν, ἔφη, μοι δοκεῖς γε ὅτι ταὐτόν ἐστι χιλίων προβάτων κρατήσαντα πεντήκοντα λύκοις μάχεσθαι.3
另有一人列举对抗波斯人的英勇战绩以鼓动战争,“不知道,”他说,“我看你并不知道,战胜了一千只羊的人去与五十头狼搏斗〔与此〕是同一回事。”
Ψάλτου δέ τινος εὐημερήσαντος, ἠρώτησαν αὐτὸν ποδαπός τις αὐτῷ δοκεῖ εἶναι, μέγας, ἔφη, κηληκτὰς ἐν μικρῷ πράγματι.
一位弹琴手获得极大成功,众人问欧达米达斯觉得此人如何,“一位了不起的,”他说,“小事上的魅惑者。”
ἐπαινοῦντος δέ τινος τὰς Ἀθήνας, ἔφη, καὶ τίς ἂν ταύτην τὴν πόλιν δεόντως ἐπαινοίη, ἣν οὐδεὶς ἔστερξε γενόμενος βελτίων; ν Ἀργείου δέ τινος λέγοντος, ὡς φαυλότεροι γίγνονται κατὰ τὰς ἀποδημίας οἱ Λάκωνες ἐξιστάμενοι τῶν πατρίων νόμων, ἀλλʼ οὐχ ὑμεῖς γε, ἔφη, εἰς τὴν Σπάρτην ἐλθόντες χείρονες ἀλλὰ βελτίονες γίνεσθε.
有人称赞雅典,他说: “谁能理所应当地称赞这座城邦呢?因为从来没有人在爱上它之后变得更加良善。”一位阿耳戈斯人说,斯巴达人远行在外违背祖传律法时就会变得更加卑劣,“但你们,”他说,“来到斯巴达却绝不会变坏,反而会变得更好。”
Ἀλεξάνδρου δὲ κηρύξαντος ἐν Ὀλυμπίᾳ κατιέναι τοὺς φυγάδας ἅπαντας εἰς τὴν ἰδίαν πλὴν Θηβαίων, ἀτυχὲς μέν, ἔφη, ὦ Θηβαῖοι, τὸ κήρυγμα ἀλλʼ ἔνδοξον· μόνους γὰρ ὑμᾶς φοβεῖται Ἀλέξα νδρος.
亚历山大在奥林匹亚宣告除底比斯人外所有流亡者皆可返回自己的故土,“虽然不幸,”他说, “底比斯人啊,这宣告却是光荣的;因为亚历山大所畏惧的 唯独是你们。”
ἐρωτηθεὶς δὲ τίνος ἕνεκα πρὸ τῶν κινδύνων ταῖς Μούσαις σφαγιάζουσιν, ὅπως, ἔφη, αἱ πράξεις λόγων ἀγαθῶν τυγχάνωσιν.
当被问及为何在面临险境前要向缪斯献祭时,“为了,”他说,“让战绩能获得美好的颂词。”
- 220eοὐ γὰρ περισεσάλπισται
动词 περισαλπίζω(在周围吹响军号)的完成时被动态第三人称单数。以被动或无人称方式表达“军号从未在他周围吹响过”,喻指该哲学家毫无实战经验与从军阅历。
- 220eκαλὸν ἦν ἀκοῦσαι ἦ
καλὸν ἦν 是一种表示得体或可能性的无人称表达,不带 ἄν 即可表达过去未能实现的愿望或虚拟语气(“若是能听一听就好了”)。引文末尾的 ἦ 实属下一句句首的疑问小辞,与紧随其后的 καί 连用(ἦ καὶ ...;),引导反问句。
- 220eχιλίων προβάτων κρατήσαντα πεντήκοντα λύκοις μάχεσθαι
宾格分词 κρατήσαντα 用作不定式 μάχεσθαι 的逻辑主语(“一个征服了……的人”)。动词 κρατέω 支配属格宾语 χιλίων προβάτων,而 μάχομαι 则支配表示对手的与格 πεντήκοντα λύκοις。
