- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:28.1-28.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
斯巴达王德玛拉图斯的一系列名言,涉及直言的益处、军备与纪律、音乐评价、寡言的原因、斯巴达法律以及在波斯宫廷中的机智应对与诤谏。
Δημάρατος, Ὀρόντου πρὸς αὐτὸν σκληρότερον ὁμιλήσαντος καὶ εἰπόντος τινός, σκληρῶς σοι κέχρηται Ὀρόντης, ὦ Δημάρατε, οὐδὲν ἥμαρτεν εἰς ἐμέ, εἶπεν οἱ γὰρ πρὸς χάριν ὁμιλοῦντες βλάπτουσιν, οὐχ οἱ μετὰ ἀπεχθείας.
德玛拉图斯在奥龙特斯对他言辞颇为严厉、且有人说道“德玛拉图斯啊,奥龙特斯对待你太苛刻了”时,说道: “他并未对我犯下任何过错; 因为为了讨好而交往的人带来伤害,而不是怀着敌意交往的人。”
ἐρωτήσαντος δέ τινος διὰ τί τοὺς μὲν τὰς ἀσπίδας παρʼ αὐτοῖς ἀποβαλόντας ἀτιμοῦσι, τοὺς δὲ τὰ κράνη καὶ τοὺς θώρακας οὐκέτι, ὅτι, ἔφη, ταῦτα μὲν ἑαυτῶν χάριν περιτίθενται, τὴν δὲ ἀσπίδα τῆς κοινῆς τάξεως ἕνεκα.
又有人问他,为何在他们当中,丢弃盾牌的人会遭受褫夺公权之辱,而丢弃头盔和胸甲的人却不会,他说道: “这是因为, 他们佩戴这些是为了自己,而拿盾牌则是为了公共战阵的缘故。”
Ψάλτου δὲ ἀκροώμενος, οὐ κακῶς, εἶπε, φαίνεταί μοι φλυαρεῖν.1
他在听一位弦乐手弹奏时说道: “在我看来, 他胡闹得颇有技巧。”
ἐν δέ τινι συνεδρίῳ ἐρωτώμενος πότερον διὰ μωρίαν ἢ διʼ ἀπορίαν λόγων σιωπᾷ, ἀλλʼ ὅ γε μωρὸς οὐκ ἂν δύναιτο σιγᾶν, ἔφη.
在一次会议上,有人问他是因愚蠢还是因辞穷而保持沉默,他说道: “然而愚蠢之人是绝不可能懂得缄默的。”
πυθομένου δέ τινος διὰ τί φεύγει τὴν Σπάρτην βασιλεὺς ὤν, ὅτι, ἔφη, κρείττονες αὐτῆς οἱ νόμοι εἰσί.2
又有人问他身为君王为何流亡离开斯巴达,他说道: “因为 那里的法律比斯巴达本身更强大。”
τῶν δὲ Περσῶν τινος διὰ τὸ συνεχὲς τῆς δωροδοκίας τὸν ἐρώμενον αὐτοῦ ἀπαγαγόντος καὶ λέγοντος, ὦ Λάκων, τεθήρευκά σου τὸν ἐρώμενον, μὰ τοὺς θεούς, ἔφη, οὐχὶ σύ γε, ἀλλʼ ἠγόρακας.
波斯人中有一人凭借不断的馈赠拐走了他的爱童并说道:“拉哥尼亚人,我猎获了你的爱童”,他说道: “凭诸神起誓, 不是你猎获的,而是你买来的。”
ἀποστάντος δέ τινος τῶν Περσῶν τοῦ βασιλέως καὶ μεταπεισθέντος ὑπὸ Δημαράτου ἐπανελθεῖν καὶ μέλλοντος τοῦ βασιλέως τὸν Πέρσην διαχειρίζεσθαι, αἰσχρόν, ἔφη, ὦ βασιλεῦ, ὅτε μὲν ἐχθρὸς ἦν σοι, μὴ δύνασθαι δίκην τῆς ἀποστάσεως παρʼ αὐτοῦ λαβεῖν, ὅτε δὲ φίλος γέγονεν, ἀποκτείνειν.
当波斯人中有人反叛国王,经德玛拉图斯劝说后归顺,而国王正打算处死该波斯人时,他说道: “大王啊, 当他是你的敌人时,未能因叛乱向他索取惩处,而当他成为朋友时,却要将他杀害,这是可耻的。”
πρὸς δὲ τὸν παρασιτοῦντα τῷ βασιλεῖ καὶ περὶ τῆς φυγῆς πολλάκις ἐπισκώπτοντα αὐτόν, οὐ μαχοῦμαί σοι, ἔφη, ὦ ξένε· κατανάλωκα γὰρ τὴν τοῦ βίου τάξιν.3
对于那个逢迎国王且屡次就流亡之事嘲讽他的人,他说道: “我不会同你交战, 异邦人;因为我已站尽了我一生的阵位。”
- 220aοὐ κακῶς, εἶπε, φαίνεταί μοι φλυαρεῖν
副词短语 οὐ κακῶς(不差地、巧妙地)修饰被隔开的不定词 φλυαρεῖν(胡闹、弹弄琐屑之物),构成矛盾修辞(oxymoron),讽刺该乐手“技艺纯熟地摆弄毫无意义之物”。
- 220bκρείττονες αὐτῆς οἱ νόμοι εἰσί
代词 αὐτῆς(阴性单数属格)以前句中的 Σπάρτην 为先行词,充当比较属格(“比斯巴达更强”)。德玛拉图斯以此表明,在斯巴达,法律的权威凌驾于包括君王在内的人或城邦自身之上。
- 220cκατανάλωκα γὰρ τὴν τοῦ βίου τάξιν
军事术语 τάξις(战阵、岗位)与所有格 τοῦ βίου(人生的)结合构成的隐喻。与完成时动词 κατανάλωκα(已消耗殆尽、已履行完毕)连用,意指自己已经站完了人生的阵位或尽完了守御之责,无需再与小人争斗。
