- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:23.1-23.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了斯巴达将领伯拉西达通过被咬的老鼠、拔矛杀敌以及给监察官的书信所展现的勇敢,以及在他战死后,其母阿尔吉勒奥妮斯向使节表明斯巴达拥有诸多更优秀战士的高傲气节。
Βρασίδας ἐν ἰσχάσι συλλαβὼν μῦν καὶ δηχθεὶς ἀφῆκεν εἶτα πρὸς τοὺς παρόντας, οὐδὲν οὕτως, ἔφη, μικρόν ἐστιν, ὃ οὐ σῴζεται τολμῶν1 ἀμύνεσθαι τοὺς ἐπιχειροῦντας.
伯拉西达在干无花果中抓到一只老鼠,被咬后便放了它,随即对在场的人说: “没有任何东西是如此,”他说,“微小,以至于不能通过敢于反击攻击者来保全自己。”
ἐν δέ τινι μάχῃ διὰ τῆς ἀσπίδος ἀκοντισθεὶς καὶ τὸ δόρυ τοῦ τραύματος ἐξελκύσας αὐτῷ τούτῳ τὸν πολέμιον ἀπέκτεινε· καὶ πῶς ἐτρώθη ἐρωτηθείς, προδούσης με, ἔφη, τῆς ἀσπίδος.
在某次战斗中,他隔着盾牌被标枪刺中,他把长矛从伤口中拔出,就用这同一件武器杀死了敌人;当被问及是如何受伤的,“因为背叛了我,”他说,“这面盾牌。”
ἐξελθὼν δὲ ἐπὶ πόλεμον ἔγραψε τοῖς ἐφόροις, ἅσσα δήλωμαι πράξω πὸτ τὸν πόλεμον ἢ τεθναξοῦμαι.2
出征打仗后,他写信给监察官们: “战争之事,凡我所欲必将达成,否则我宁可战死。”
ἐπεὶ δὲ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα τοὺς ἐπὶ Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ αὐτοῦ Ἀργιλεωνίδι προσῆλθον·3 πρῶτον μὲν ἠρώτησεν εἰ καλῶς ὁ Βρασίδας ἐτελεύτησεν· ἐγκωμιαζόντων δὲ τῶν Θρᾳκῶν καὶ λεγόντων ὡς οὐδεὶς ἄλλος ἐστὶ τοιοῦτος, ἀγνοεῖτε, εἶπεν, ὦ ξένοι· Βρασίδας γὰρ ἦν μὲν ἀνὴρ ἀγαθός, πολλοὺς δʼ ἐκείνου κρείττονας ἔχει ἡ Σπάρτη.
当他在解放色雷斯地区的希腊人时阵亡,派往拉刻代蒙的使者们拜访了他的母亲阿尔吉勒奥妮斯;她首先询问伯拉西达是否死得光荣;而当色雷斯人盛赞他、说没有其他人能比得上他时,“你们不知道,”她说,“外邦的客人们;伯拉西达固然是个勇士,但斯巴达还有许多比他更优秀的人。”
- 1τολμῶν
τολμάω(-άω 缩略动词)的现在主动分词中性单数主格(< τολμάον,与阳性单数主格同形),在语法上与承接先行词 οὐδὲν μικρόν 的中性关系代词 ὃ 严格一致。表示手段或方式(“通过敢于……”)。
- 219dἅσσα δήλωμαι πράξω πὸτ τὸν πόλεμον ἢ τεθναξοῦμαι
采用多利斯方言:ἅσσα 相当于雅典方言的 ἅτινα(或 ἅτινα ἄν);δήλωμαι 对应雅典方言的 βούλωμαι/βούλομαι;πὸτ 为 πρός 的多利斯缩截形式;τεθναξοῦμαι 为 θνῄσκω 的多利斯方言将来时(相当于雅典方言的完成将来时 τεθνήξω)。
- 219dἐπεὶ δὲ συνέβη πεσεῖν αὐτὸν ἐλευθεροῦντα τοὺς ἐπὶ Θρᾴκης Ἕλληνας, οἱ δὲ πεμφθέντες εἰς Λακεδαίμονα πρέσβεις τῇ μητρὶ αὐτοῦ Ἀργιλεωνίδι προσῆλθον
此句在时间从句 ἐπεὶ δὲ συνέβη... 之后,主句主语 οἱ δὲ πεμφθέντες... 中使用了“归结的 δέ”(apodotic δέ)。主句的主要动词为 προσῆλθον,整体结构为:“当他阵亡之事发生时,(主句:)被派出的使节们便拜访了他的母亲阿尔吉勒奥妮斯”。
