← 普鲁塔克

斯巴达人名言集

§19.1-19.8

阿尔基达摩斯论守法与摒弃奢靡之风

记录了宙克西达摩斯之子阿尔基达摩斯的言行,展现了他对依法统治的坚持、对奢靡与浮华技艺的排斥、军事上的机敏、平息争端的智慧仲裁、拒受奢华赠礼以及对儿子鲁莽行为的告诫。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

Ἀρχίδαμος ὁ Ζευξιδάμου, πυθομένου τινὸς αὐτοῦ τίνες προεστήκασι τῆς Σπάρτης, οἱ νόμοι καὶ τὰ ἀρχεῖα, ἔφη, κατὰ τοὺς νόμους.

宙克西达摩斯之子阿尔基达摩斯,当有人问他谁是斯巴达的主事者时,说道: “是法律,以及依法设立的官职。”

§19.2

πρὸς δὲ τὸν ἐπαινοῦντα κιθαρῳδὸν καὶ θαυμάζοντα τὴν δύναμιν αὐτοῦ, ὦ λῷστε, ἔφη, ποῖον γέρας παρὰ σοῦ τοῖς ἀγαθοῖς ἀνδράσιν ἔσται, ὅταν κιθαρῳδὸν οὕτως ἐπαινῇς; ν ἐπεὶ δέ τις αὐτῷ συνιστὰς ψάλτην εἶπεν, οὗτος ἀγαθὸς ψάλτης ἐστίν, παρʼ ἡμῖν δέ γε οὗτος, ἔφη, ἀγαθὸς ζωμοποιός, ὡς οὐδὲν διαφέρον1 διʼ ὁργάνων φωνῆς ἡδονὴν ἐμποιεῖν τῆς διʼ ὄψων καὶ ζωμοῦ σκευασίας.

对一个称赞琴歌艺人并惊叹其技艺的人,“至善之士啊,”他说,“当你如此赞扬一个琴歌艺人时,优秀之士从你那里又能得到怎样的奖赏呢?”当有人向他推荐一位竖琴师并说: “这是一位优秀的竖琴师,”他说: “在我们那里,这个人 是一位优秀的煮汤师傅,”因为他认为,通过乐器产生声音的享乐,与通过烹制佳肴和肉汤毫无区别。

§19.4

ὑπισχνουμένου δέ τινος αὐτῷ τὸν οἶνον ἡδὺν ποιήσειν, πρὸς τί; ἔφη, καὶ γὰρ δαπανηθήσεται πλείων καὶ ποιήσει τὰ ἀνδρεῖα2 ἀχρηστότερα.

当有人向他许诺能把葡萄酒变甜时,“为何要如此?” 他说,“因为这样不仅耗费更多,而且会使公共会餐变得更为无用。”

§19.5

στρατοπεδεύων δὲ περὶ Κόρινθον εἶδεν ἔκ του περὶ τὸ τεῖχος τόπου λαγωοὺς ἀναστάντας· εἶπεν οὖν πρός τοὺς συστρατιώτας, εὐάλωτοι ἡμῶν οἱ πολέμιοί εἰσι.

在科林斯一带驻营时,他看见野兔从城墙附近的某个地方惊起;于是他对战友们说: “我们的敌人容易擒获。”

§19.6

δύο δέ τινων διαιτητὴν αὐτὸν λαβόντων, ἀγαγὼν εἰς τὸ τῆς Χαλκιοίκου τέμενος ἐξώρκισεν ἐμμεῖναι τοῖς κριθεῖσιν αὐτούς· ὀμοσάντων δὲ ἐκείνων, κρίνω τοίνυν, ἔφη, μὴ πρότερον ἀπελθεῖν ὑμᾶς ἐκ τοῦ τεμένους, πρὶν ἂν τὰ πρὸς ἀλλήλους διαλύσησθε.3

当有两个人请他做仲裁人时,他将他们带到青铜屋女神的圣域,让他们起誓服从裁决;当他们起誓后,他说: “那么我裁定, 在你们彼此解决争端之前,不可离开这圣域。”

§19.7

ταῖς δὲ θυγατράσιν αὐτοῦ ἱματισμὸν πολυτελῆ Διονυσίου τοῦ Σικελίας τυράννου πέμψαντος, οὐκ ἐδέξατο εἰπών, φοβοῦμαι μὴ περιθέμεναι αἱ κόραι φανῶσί μοι αἰσχραί.

西西里的僭主狄奥尼修斯为他的女儿们送来昂贵的衣裳,他拒绝接受,说道: “我担心女孩们穿上它们后,在我眼里反显丑陋。”

§19.8

θεασάμενος δὲ τὸν υἱὸν προπετῶς μαχόμενον Ἀθηναίοις, ἢ τῇ δυνάμει πρόσθες, ἔφη, ἢ τοῦ φρονήματος ὕφες.

看见儿子在对阵雅典人时鲁莽作战,“要么增加你的力量,”他说,“要么收敛你的傲气。”

语法注3 条
  1. 218cὡς οὐδὲν διαφέρον

    连词 ὡς 引导的宾格绝对结构(无人称动词 διαφέρει 的现在分词中性单数宾格),用于表示主语的主观动机或看法(“认为……并无区别”)。比较动词 διαφέρον 支配属格 τῆς ... σκευασίας,与前面的不定式短语 διʼ ὁργάνων φωνῆς ἡδονὴν ἐμποιεῖν 构成简缩比较。

  2. 218dτὰ ἀνδρεῖα

    名词化中性复数,特指斯巴达和克里特制度中的“成年男子公共会餐”(syssitia)。在此语境下,把酒变甜被认为会破坏公共会餐朴素自律的传统,使其失去原有的教养意义。虽然从字面上也可解为“男子的品质或气概”,但在多利安制度语境中通常指公共会餐。

  3. 218dμὴ πρότερον ἀπελθεῖν ὑμᾶς ἐκ τοῦ τεμένους, πρὶν ἂν τὰ πρὸς ἀλλήλους διαλύσησθε

    动词 κρίνω 支配带否定词的不定式(μὴ πρότερον ἀπελθεῖν),后接由 πρὶν ἄν 与虚拟式(διαλύσησθε)构成的从句;当主句为否定时,πρίν 引导虚拟式是古典希腊语表达“直到……才……”的标准句式。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:19.1-19.8