- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg082.humanitext-grc3:14.1-14.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
安塔尔基达斯对祭司、雅典人及阿格西劳斯等人的机智应答,以及关于斯巴达城防和兵器的警句。
Ἀνταλκίδας ἐν Σαμοθρᾴκῃ μυούμενος, ἐρωτηθεὶς ὑπὸ τοῦ ἱερέως τί δεινότερον δέδρακεν ἐν τῷ βίῳ, εἴ τί μοι πέπρακται τοιοῦτον,1 εἴσονται, εἶπεν, αὐτοὶ οἱ θεοί.
安塔尔基达斯在萨莫色雷斯接受入教秘仪时,祭司询问他一生中犯下过什么格外可怕的罪过, “如果我做过什么此类之事,” 他说, “神明自会知晓。”
πρὸς δὲ τὸν ἀμαθεῖς καλοῦντα τοὺς Λακεδαιμονίους Ἀθηναῖον, μόνοι γοῦν, εἶπεν, ἡμεῖς οὐδὲν μεμαθήκαμεν παρʼ ὑμῶν κακόν.
面对称斯巴达人没有文化的雅典人, “至少,” 他说, “唯独我们不曾从你们那里学来任何恶习。”
ἑτέρου δʼ Ἀθηναίου πρὸς αὐτὸν εἰπόντος, ἀλλὰ μὴν ἡμεῖς ἀπὸ τοῦ Κηφισοῦ πολλάκις ὑμᾶς ἐδιώξαμεν, ἡμεῖς δέ, ἔφη, οὐδέποτε ὑμᾶς ἀπὸ τοῦ Εὐρώτα.
另一个雅典人对他说道: “然而我们确实曾屡次将你们从凯菲索斯河赶走,” “可是我们,” 他说, “却从未将你们从欧罗塔斯河赶走。”
ἐρωτηθεὶς δὲ πῶς ἄν τις μάλιστα ἀρέσκοι τοῖς ἀνθρώποις, εἰ ἥδιστα μέν, ἔφη, αὐτοῖς διαλέγοιτο, ὠφελιμώτατα δὲ προσφέροιτο.
当被问及怎样才能最受人欢迎时, “如果能以最令人愉快的方式,” 他说, “同他们交谈,并以最有益的方式与他们相处。”
σοφιστοῦ δὲ μέλλοντος ἀναγινώσκειν ἐγκώμιον Ἡρακλέους, τίς γὰρ αὐτόν, ἔφη, ψέγει; ν
当一个智者正准备朗读赫拉克勒斯赞辞时, “究竟有谁,” 他说, “在责备他呢?”
πρὸς Ἀγησίλαον πληγέντα ἐν μάχῃ ὑπὸ Θηβαίων, ἀπέχεις, εἶπε, τὰ διδασκάλια,2 μὴ βουλομένους αὐτοὺς μηδʼ ἐπισταμένους μάχεσθαι διδάξας.3 ἐδόκουν γὰρ ταῖς συνεχέσιν ἐπʼ αὐτοὺς τοῦ Ἀγησιλάου στρατείαις μάχιμοι γεγονέναι.
面对在战斗中被底比斯人击伤的阿格西劳斯, “你得到了应得的束脩,” 他说, “因为你教会了本不愿也不会打仗的他们如何作战。” 因为人们认为,正是由于阿格西劳斯对他们接连不断的远征,他们才变得善于作战。
τείχη δὲ ἔλεγεν εἶναι τῆς Σπάρτης τοὺς νέους, ὅρια δὲ τὰς ἐπιδορατίδας.
他还说,斯巴达的城墙是年轻人,而边界则是枪尖。
πρὸς δὲ τὸν ἐπιζητοῦντα διὰ τί ἐγχειριδίοις βραχέσι κατὰ πόλεμον χρῶνται Λακεδαιμόνιοι, διότι, εἶπε, πλησίον τοῖς πολεμίοις μαχόμεθα.
对于向他探究斯巴达人为何在战阵中使用短剑的人, “因为,” 他说, “我们是贴近敌人作战的。”
- 217dεἴ τί μοι πέπρακται τοιοῦτον
πέπρακται 为完成时被动态直陈语气,μοι 为伴随被动语态的施事者与格,意为“如果由我做过此类事情”。与结论句的将来时 εἴσονται 搭配,条件从句中使用完成时直陈语气构成了针对过去事实的简单条件句。
- 217eἀπέχεις τὰ διδασκάλια
τὰ διδασκάλια 意为“学费”或“酬金”。与 ἀπέχω(悉数领受)连用,构成一种讽刺性的习惯表达:“你已全额领到了学费/束脩”,讽刺他教会敌人作战却反遭其所伤的代价。
- 217eμὴ βουλομένους αὐτοὺς μηδʼ ἐπισταμένους μάχεσθαι διδάξας
διδάξας 为表示原因/手段的分词,以 αὐτούς 为直接宾语,以不定式 μάχεσθαι 为补足语。否定词 μή 修饰分词 βουλομένους 与 ἐπισταμένους,表示他们本就处于“既不愿也不会战斗”的属性或状态。
