← 普鲁塔克

帝王将相格言集

§87.1

波庇利乌斯画圈迫使安条克当场答复

使节盖乌斯·波庇利乌斯奉元老院之命要求安条克从埃及撤军,并在地上画圈迫其当场作出答复。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§87.1

Γάιος Ποπίλλιος ἐπέμφθη πρὸς Ἀντίοχον ἐπιστολὴν παρὰ τῆς συγκλήτου κομίζων, κελεύουσαν ἀπάγειν ἐξ Αἰγύπτου τὸ στράτευμα καὶ μὴ σφετερίζεσθαι τῶν Πτολεμαίου τέκνων ὀρφανῶν ὄντων τὴν βασιλείαν·1 προσιόντα δʼ αὐτὸν διὰ τοῦ στρατοπέδου πόρρωθεν ἀσπασαμένου τοῦ Ἀντιόχου φιλοφρόνως,2 οὐκ ἀντασπασάμενος τὸ γραμματεῖον ἐπέδωκεν· ἐπεὶ δὲ ἀναγνοὺς ἔφη βουλεύσεσθαι καὶ δώσειν τὴν ἀπόκρισιν, τῷ κλήματι γῦρον περὶ αὐτὸν ὁ Ποπίλλιος περιέγραψεν εἰπών, ἐνταῦθα τοίνυν ἑστὼς βούλευσαι καὶ ἀπόκριναι. πάντων δὲ τὸ φρόνημα τοῦ ἀνδρὸς καταπλαγέντων τοῦ τε Ἀντιόχου ποιήσειν ὁμολογοῦντος τὰ δοκοῦντα Ῥωμαίοις, οὕτως ἠσπάσατο καὶ περιέπτυξεν αὐτὸν ὁ Ποπίλλιος.

盖乌斯·波庇利乌斯携元老院的信函被派往安条克处,信中命他从埃及撤军,不得篡夺托勒密幼孤的王国。当波庇利乌斯穿过营地走来时,安条克从远处热情地向他致意,他却并未回礼,而是径直递上了文书。安条克读罢,说自己要思量后再作答复,波庇利乌斯便用手杖在他周围画了一个圈,说道: “那么你就站在这里思量并答复吧。” 众人皆为这男人的气魄所震慑,而安条克也同意遵照罗马人的旨意行事,此时波庇利乌斯才与他致意并相拥。

语法注2 条
  1. 1τῶν Πτολεμαίου τέκνων ὀρφανῶν ὄντων τὴν βασιλείαν

    动词 σφετερίζεσθαι(篡夺、侵占)的直接宾语是宾格短语 τὴν βασιλείαν。属格短语 τῶν Πτολεμαίου τέκνων 作定语修饰 τὴν βασιλείαν(所属属格),分词短语 ὀρφανῶν ὄντων 则是修饰 τέκνων 的附加语(“尚属孤幼的”),而非独立的属格绝对结构。

  2. 1προσιόντα δʼ αὐτὸν διὰ τοῦ στρατοπέδου πόρρωθεν ἀσπασαμένου τοῦ Ἀντιόχου φιλοφρόνως

    ἀσπασαμένου τοῦ Ἀντιόχου 构成属格绝对结构(“当安条克致意时”),而宾格分词短语 προσιόντα ... αὐτὸν(“穿过营地走来的他[波庇利乌斯]”)充当分词 ἀσπασαμένου 的直接宾语。主句的主语则转为波庇利乌斯,由主格分词 οὐκ ἀντασπασάμενος 及谓语动词 ἐπέδωκεν 所标示。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:87.1