- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:84.1-84.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了盖乌斯·马略生平的数则轶事:市政官竞选失利后的不屈野心、未绑缚接受静脉手术的忍耐、奖赏因正当自卫杀死其侄子的士兵、激励缺水士兵进攻条顿人、超越法律授予公民权,以及在同盟者战争中反唇相讥敌将的挑衅。
Γάιος Μάριος ἐκ γένους ἀδόξου προϊὼν εἰς πολιτείαν διὰ τῶν στρατειῶν, ἀγορανομίαν τὴν μείζονα παρήγγειλεν·1 αἰσθόμενος δὲ ὅτι λείπεται τῆς αὐτῆς ἡμέρας ἐπὶ τὴν ἐλάττονα μετῆλθε· κἀκείνης ἀποτυχὼν, ὅμως οὐκ ἀπέγνω τοῦ πρωτεύσειν Ῥωμαίων.
盖乌斯·马略出身卑微,凭借军功进入政界,竞选高级市政官;但他察觉到自己处于劣势,就在同一天转而竞选低级市政官;尽管那一次他也失败了,但仍未放弃成为罗马第一人的希望。
Ἰξίας δὲ ἔχων ἐν ἀμφοτέροις τοῖς σκέλεσι παρέσχεν ἄδετος ἐκτεμεῖν τῷ ἰατρῷ,2 καὶ μὴ στενάξας μηδὲ τὰς ὀφρῦς συναγαγὼν ἐνεκαρτέρησε τῇ χειρουργίᾳ· τοῦ δὲ ἰατροῦ μεταβαίνοντος ἐπὶ θάτερον, οὐκ ἠθέλησεν εἰπὼν οὐκ εἶναι τὸ θεράπευμα τῆς ἀλγηδόνος ἄξιον.
他的双腿都患有静脉曲张,便任由医生动刀切除而未绑缚身体,既未呻吟也未皱眉,忍受了手术;但当医生转向另一条腿时,他拒绝了,说这种治疗根本不值得承受这般痛苦。
ἐπεὶ δὲ Λούσιος ὁ ἀδελφιδοῦς, αὐτοῦ τὸ δεύτερον ὑπατεύοντος, ἐβιάζετο τῶν ἐν ὥρᾳ στρατευομένων τινὰ ὀνόματι Τρεβώνιον,3 ὁ δὲ ἀπέκτεινεν αὐτόν, καὶ πολλῶν κατηγορούντων οὐκ ἠρνήσατο κτεῖναι τὸν ἄρχοντα, τὴν δὲ αἰτίαν εἶπε καὶ ἀπέδειξε· κελεύσας οὖν ὁ Μάριος τὸν ἐπὶ ταῖς ἀριστείαις διδόμενον στέφανον κομισθῆναι τῷ Τρεβωνίῳ περιέθηκε.
在他第二次担任执政官期间,他的侄子卢修斯企图对一名正值青春的从军青年、名叫特雷博尼乌斯的人施暴,结果特雷博尼乌斯杀死了他。在众人控告之时,青年并未否认杀死了长官,而是陈述并证明了原因;于是马略命人取来授予卓越勇者的花冠,戴在了特雷博尼乌斯的头上。
τοῖς δὲ Τεύτοσι παραστρατοπεδεύσας ἐν χωρίῳ ὀλίγον ὕδωρ ἔχοντι, τῶν στρατιωτῶν διψῆν λεγόντων, δείξας αὐτοῖς ποταμὸν ἐγγὺς ῥέοντα τῷ χάρακι τῶν πολεμίων, ἐκεῖθεν ὑμῖν ἔστιν, εἶπε, ποτὸν ὤνιον αἵματος.4 οἱ δὲ ἄγειν παρεκάλουν, ἕως ὑγρὸν ἔχουσι τὸ αἷμα καὶ μήπω πᾶν ὑπὸ τοῦ διψῆν ἐκπεπηγός.
在条顿人附近一处水源稀少的地方安营扎寨时,士兵们抱怨口渴,他向他们指着一条流经敌人营垒附近的河流,“那儿便有你们的饮水,”他说,“只是要用鲜血去换取。” 士兵们便请求他带领他们出战,趁他们的血液还是流动的、尚未完全被干渴凝固之时。
ἐν δὲ τοῖς Κιμβρικοῖς πολέμοις Καμαρίνων χιλίους ἄνδρας ἀγαθοὺς γενομένους ὁμοῦ Ῥωμαίους ἐποίησε, κατʼ οὐδένα νόμον πρὸς δὲ τοὺς ἐγκαλοῦντας ἔλεγε τῶν νόμων οὐκ ἐξακοῦσαι διὰ τὸν τῶν ὅπλων ψόφον.
在对辛布里人的战争中,他将一千名表现英勇的卡梅里努姆人破格一同授予罗马公民权,这没有任何法律依据;面对那些指控他的人,他说因为武器的轰鸣声,自己听不见法律的声音。
ἐν δὲ τῷ ἐμφυλίῳ πολέμῳ περιταφρευόμενος καὶ πολιορκούμενος ἐκαρτέρει, τὸν οἰκεῖον ἀναμένων καιρόν. εἰπόντος δὲ Πομπαιδίου Σίλωνος πρὸς αὐτόν, εἰ μέγας εἶ στρατηγός, ὦ Μάριε, καταβὰς διαγώνισαι, σύ μὲν οὖν,5 εἶπεν, εἰ μέγας εἶ στρατηγός, ἀνάγκασόν με διαγωνίσασθαι καὶ μὴ βουλόμενον.
在同盟者战争中,他被壕沟围困,却坚忍着,等待合适的时机。当庞派狄乌斯·西洛对他说道: “如果你是一位伟大的统帅,马略,就下来决一死战吧,”他回答道: “倒不如你,如果你是一位伟大的统帅,就来强迫我不情愿地同你决一死战吧。”
- 202bἀγορανομίαν τὴν μείζονα παρήγγειλεν
意为“竞选高级市政官(大理市政官)”。动词 παραγγέλλω 在此作专门用法,接宾格表示“宣布参选官职”。后文的 τὴν ἐλάττονα 指平民市政官。
- 202bπαρέσχεν ἄδετος ἐκτεμεῖν τῷ ἰατρῷ
形容词 ἄδετος(“未绑缚的”)作主语主格谓语修饰马略。动词 παρέχω 搭配不定式 ἐκτεμεῖν,表示“任由、听任某人做某事”(“听凭医生切除”)。
- 202bτῶν ἐν ὥρᾳ στρατευομένων τινὰ ὀνόματι Τρεβώνιον
成语 ἐν ὥρᾳ 意为“在青春盛年/妙龄”。部分属格 τῶν στρατευομένων 修饰 τινά,而 ὀνόματι 为关系/方面与格(“名为……”)。
- 202cἐκεῖθεν ὑμῖν ἔστιν, εἶπε, ποτὸν ὤνιον αἵματος
ὑμῖν ἔστιν 构成表示所属或可能的结构(“你们有……”)。形容词 ὤνιος(“可买到的”)支配价值属格 αἵματος(“以血为代价”)。
- 202dσύ μὲν οὖν
小词组合 μὲν οὖν 在此起反驳、修正作用(“相反/倒不如你”),将对方的挑衅假设原封不动地奉还给对方。
