- 底本
- Plutarch. Moralia, Vol. III. Babbitt, Frank Cole, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1931 (printing).
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:53.1-53.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本段记叙了斯巴达立法者吕库古提倡蓄发、回击民主制提议、下令简朴筑屋,以及为免滋长认输恶习和防敌善战而禁止特定格斗竞赛与反复攻伐同一敌人的诸项规制。
Λυκοῦργος ὁ Λακεδαιμόνιος εἴθισε τοὺς πολίτας κομᾶν λέγων ὅτι τοὺς μὲν καλοὺς ἡ κόμη εὐπρεπεστέρους ποιεῖ, τοὺς δὲ αἰσχροὺς φοβερωτέρους.
拉刻代蒙人吕库古让公民们习惯蓄长发,他说头发使容貌俊美者更显风采,使丑陋者更加令人生畏。
πρὸς δὲ τὸν κελεύοντα ποιεῖν ἐν τῇ πόλει δημοκρατίαν σὺ πρῶτος, εἶπεν. ἐν τῇ οἰκίᾳ σου ποίησον δημοκρατίαν.
对劝他在城邦中建立民主制的人,“你先,”他说,“在你自己家里建立民主制吧。”
ἐκέλευε δὲ τὰς οἰκίας ποιεῖν ἀπὸ πρίονος καὶ πελέκεως μόνον αἰσχύνεσθαι γὰρ εἰς οἰκίας λιτὰς ἐκπώματα καὶ στρώματα καὶ τραπέζας πολυτελεῖς εἰσφέροντας.1
他又命令只能用锯子和斧头建房;因为[他说],人们若把奢华的酒杯、毯子与餐桌搬进简朴的房屋,便会感到羞愧。
πυγμὴν δὲ καὶ παγκράτιον ἀγωνίζεσθαι ἐκώλυσεν, ἵνα μηδὲ παίζοντες ἀπαυδᾶν ἐθίζωνται.
他禁止人们进行拳击和潘克拉辛格斗竞技,免得他们连在嬉戏中也养成认输屈服的习惯。
στρατεύειν δὲ πολλάκις ἐπὶ τοὺς αὐτοὺς ἐκώλυσεν, ὅπως μὴ ποιῶσι μαχιμωτέρους. ὕστερον γοῦν τοῦ Ἀγησιλάου τρωθέντος, ὁ Ἀνταλκίδας εἶπεν καλὰ διδασκάλια παρὰ Θηβαίων λαμβάνειν αὐτὸν ἐθίσαντα καὶ διδάξαντα πολεμεῖν ἄκοντας.2
他还禁止频繁攻打同一批敌人,以免使他们变得更加善战。后来阿格西劳斯负伤时,安塔尔基达斯便说,他使不情愿的忒拜人习惯并学会了作战方法,如今正从他们那里领受优厚的学费呢。
- 53.3αἰσχύνεσθαι γὰρ εἰς οἰκίας λιτὰς ἐκπώματα καὶ στρώματα καὶ τραπέζας πολυτελεῖς εἰσφέροντας
此句为间接引语中的不定式结构,αἰσχύνεσθαι 与宾格分词 εἰσφέροντας 连用,后者既指代不定式的逻辑主语,又兼具 αἰσχύνομαι 接分词作补足语的用法(即“对做某事感到羞愧”)。该间接引语由前文的 ἐκέλευε 顺延而来,表明吕库古的立规用意。
- 53.5αὐτὸν ἐθίσαντα καὶ διδάξαντα πολεμεῖν ἄκοντας
该句是由 εἶπεν 引出的宾格加不定式结构。αὐτόν 为 λαμβάνειν 的逻辑主语(指阿格西劳斯),修饰它的分词 ἐθίσαντα 与 διδάξαντα 同格。宾格形容词 ἄκοντας(指不情愿的忒拜人)同时作两分词的宾语及不定式 πολεμεῖν 的逻辑主语,构成“教导不情愿的人作战”的使役/传授结构。
