← 普鲁塔克

帝王将相格言集

§43.1-43.7

阿尔喀比亚德的机智言论与狂肆行径

本段记述了阿尔喀比亚德自幼展现的机智与傲慢行为、对伯里克利的讽刺,以及他抗拒死刑审判逃亡斯巴达并挑起战争的轶事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§43.1

Ἀλκιβιάδης ἔτι παῖς ὢν ἐλήφθη λαβὴν1 ἐν παλαίστρᾳ· καὶ μὴ δυνάμενος διαφυγεῖν ἔδακε τὴν χεῖρα τοῦ καταπαλαίοντος· εἰπόντος δὲ ἐκείνου, δάκνεις ὡς αἱ γυναῖκες, οὐ μὲν οὖν,2 εἶπεν, ἀλλʼ ὡς οἱ λέοντες.

阿尔喀比亚德尚幼时,在摔跤场上被人钳制住;由于无法挣脱,他便咬了将他摔倒之人的手。那人说道: “你咬人像女人一样。” 他便说: “绝非如此, 而是像狮子一样。”

§43.2

ἔχων δὲ κύνα πάγκαλον ἐωνημένον ἑπτακισχιλίων δραχμῶν, ἀπέκοψεν αὐτοῦ τὴν οὐράν ὅπως, ἔφη, τοῦτο λέγωσιν Ἀθηναῖοι περὶ ἐμοῦ, καὶ μηδὲν ἄλλο πολυπραγμονῶσι.

他养有一条花七千德拉克马买来的极漂亮的狗,却把它的尾巴剪断了,“这是为了,”他说,“让雅典人议论我的这件事,而不再对别的闲事多管多问。”

§43.3

προσελθὼν δὲ διδασκαλείῳ ῥαψῳδίαν Ἰλιάδος ᾔτει· τοῦ δὲ διδασκάλου μηδὲν ἔχειν Ὁμήρου φήσαντος, ἐντρίψας αὐτῷ κόνδυλον παρῆλθεν.

他又前往一所学堂,索要一卷《伊利亚特》;当教书先生说自己手头没有任何荷马的作品时,他便一拳打在先生身上,扬长而去。

§43.4

ἐλθὼν δὲ ἐπὶ θύρας τοῦ Περικλέους καὶ πυθόμενος αὐτὸν μὴ σχολάζειν ἀλλὰ σκοπεῖν ὅπως ἀποδώσει λόγους Ἀθηναίοις, οὐ βέλτιον, ἔφη, σκοπεῖν ἦν,3 ὅπως οὐκ ἀποδώσει;

他又来到伯里克利的门前,得知伯里克利正无暇接客,正在盘算如何向雅典人交出账目,他便说: “难道不更应该盘算 如何不去交代账目吗?”

§43.5

καλούμενος δὲ ἐπὶ κρίσιν θανατικὴν ὑπὸ τῶν Ἀθηναίων ἀπὸ Σικελίας ἔκρυψεν ἑαυτόν, εἰπὼν εὔηθες εἶναι τὸν δίκην ἔχοντα ζητεῖν ἀποφυγεῖν, ἐξὸν φυγεῖν.4

当他从西西里被雅典人召回受审面临死刑指控时,他潜藏了起来,并说:在可以逃离的情况下,身负官司的人还试图谋求脱罪免刑,那是愚蠢的。

§43.6

εἰπόντος δέ τινος, οὐ πιστεύεις τῇ πατρίδι τὴν περὶ σεαυτοῦ κρίσιν; ἐγὼ μέν, ἔφη, οὐδὲ τῇ μητρί, μή πως ἀγνοήσασα τὴν μέλαιναν βάλῃ ψῆφον ἀντὶ τῆς λευκῆς.

有人问道: “难道你连关于自己的审判也不信任祖国吗?” 他说: “我呀, 连自己的母亲都不信任,免得她万一认错,投下黑石子(有罪票)而非白石子(无罪票)。”

§43.7

ἀκούσας δὲ ὅτι θάνατος αὐτοῦ κατέγνωσται καὶ τῶν σὺν αὐτῷ, δείξωμεν οὖν αὐτοῖς, εἶπεν, ὅτι ζῶμεν· καὶ πρὸς Λακεδαιμονίους τρεψάμενος τὸν Δεκελεικὸν ἤγειρεν ἐπὶ τοὺς Ἀθηναίους πόλεμον.

当他听说自己及同伴已被判处死刑时,便说: “那么,我们就向他们展示, 我们还活着吧!” 于是他转投拉刻代蒙人,挑起了针对雅典人的狄凯利亚战争。

语法注4 条
  1. 1ἐλήφθη λαβὴν

    被动语态动词 ἐλήφθη 后接同源宾格(内在宾格)λαβήν(抱摔手势、把位)。主动语态作 λαμβάνειν λαβήν(使出摔跤把位),转换为被动后该动作名词仍保留为宾格。

  2. 1οὐ μὲν οὖν

    一种惯用的会话连词短语,断然否定前一句话(“像女人一样咬”),并引出随后的纠正(ἀλλʼ:“绝非如此,而是……”)。

  3. 186eοὐ βέλτιον ... σκοπεῖν ἦν

    中性比较级形容词(βέλτιον)与未完成过去时 ἦν 连用,构成表达与当下事实相反的建议或责难的习惯句型(“难道不更应该……吗?”)。

  4. 186eἐξὸν φυγεῖν

    非人称动词 ἔξεστι(可行的)之中性单数宾格分词构成的“宾格绝对独立结构”,表让步(“尽管可以逃走”)。此处与前面的 ἀποφυγεῖν(受审脱罪)及 φυγεῖν(流亡/逃走)形成了基于同词根的双关修辞。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:43.1-43.7