← 普鲁塔克

帝王将相格言集

§41.1-41.5

公正者阿里斯提得斯的轶事

记述展现阿里斯提得斯公正与廉洁的数则轶事:不结私党、在陶片放逐法中为不识字的公民写下自己的名字、与地米斯托克利公私分明、清廉定税,以及群众将埃斯库罗斯的名句对应于他。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§41.1

Ἀριστείδης δὲ ὁ δίκαιος ἀεὶ καθʼ αὑτὸν ἐπολιτεύετο καὶ τὰς ἑταιρείας ἔφευγεν, ὡς τῆς ἀπὸ τῶν φίλων δυνάμεως ἀδικεῖν ἐπαιρούσης.1

正义者阿里斯提得斯从政时始终特立独行,避开朋党,因为他认为借助朋友而来的权势会驱使人行不义之事。

§41.2

ἐπεὶ δὲ τῶν Ἀθηναίων ὁρμωμένων ἐπὶ τὸν ἐξοστρακισμὸν ἄνθρωπος ἀγράμματος καὶ ἄγροικος ὄστρακον ἔχων προσῆλθεν αὐτῷ κελεύων ἐγγράψαι τὸ ὄνομα τοῦ Ἀριστείδου, γινώσκεις γάρ, ἔφη, τὸν Ἀριστείδην; τοῦ δὲ ἀνθρώπου γιγνώσκειν μὲν οὐ φήσαντος, ἄχθεσθαι δὲ τῇ τοῦ δικαίου προσηγορίᾳ, σιωπήσας ἐνέγραψε τὸ ὄνομα τῷ ὀστράκῳ καὶ ἀπέδωκεν.

当雅典人热衷于陶片放逐法投票时,一个目不识丁的乡下人拿着陶片走近他,请他代写上阿里斯提得斯的名字。 “难道,”他说,“你认识阿里斯提得斯吗?” 那人答称并不认得,只是厌烦听见“正义者”这个称号,阿里斯提得斯便默默不语,在陶片上写下了名字,递还给他。

§41.3

ἐχθρὸς δὲ ὢν τοῦ Θεμιστοκλέους καὶ πρεσβευτὴς ἐκπεμφθεὶς σὺν αὐτῷ, βούλει, φησίν, ὦ Θεμιστόκλεις ἐπὶ τῶν ὅρων τὴν ἔχθραν ἀπολίπωμεν;2 ἂν γὰρ δοκῇ, πάλιν αὐτὴν ἐπανιόντες ληψόμεθα.

他与地米斯托克利素有嫌隙,但在与他一同出使时,他说: “地米斯托克利啊,你是否愿意我们把仇怨留在边境上?因为若是合适,我们返回时再将它捡起来。”

§41.4

τάξας δὲ τοὺς φόρους τοῖς Ἕλλησι τοσούτῳ πτωχότερος ἐπανῆλθεν ὅσον εἰς τὴν ἀποδημίαν ἀνήλωσεν.

他在为各希腊城邦评定贡赋之后,回国时反而比去时更加清贫,贫乏的数额正好等于他在出访行程中的开销。

§41.5

Αἰσχύλου δὲ ποιήσαντος εἰς Ἀμφιάραον, "οὐ γὰρ δοκεῖν ἄριστος ἀλλʼ εἶναι θέλει,3 βαθεῖαν ἄλοκα διὰ φρενὸς καρπούμενος, ἐξ ἧς τὰ κεδνὰ βλαστάνει βουλεύματα·" καὶ λεγομένων τούτων, πάντες εἰς Ἀριστείδην ἀπέβλεψαν.

当埃斯库罗斯为安菲阿剌俄斯作诗道: “因他不愿看似至善,而愿实为至善, 收获心灵中深深田垄的果实, 从中生发出高贵的谋略;” 在这些诗句朗诵出来时,所有人都将目光投向了阿里斯提得斯。

语法注3 条
  1. 1ὡς τῆς ἀπὸ τῶν φίλων δυνάμεως ἀδικεῖν ἐπαιρούσης

    ὡς 接属格独立结构(τῆς... δυνάμεως ἐπαιρούσης),表示主句主语(阿里斯提得斯)的主观动机或理由(“认为……因而……”)。

  2. 186bβούλει ... ἀπολίπωμεν

    直陈式第二人称单数 βούλει(“你愿意吗”)后无连接词,直接接第一人称复数商讨性/劝诱性虚拟式 ἀπολίπωμεν(“我们留下”),构成了口语中用于提议的并列从属句(“你想让我们留下……吗?”)。

  3. 186bοὐ γὰρ δοκεῖν ἄριστος ἀλλʼ εἶναι θέλει

    形容词 ἄριστος 采用主格作为不定式 δοκεῖν 和 εἶναι 的表语。由于不定式的逻辑主语与限定动词 θέλει 的主语一致,根据主格一致原则使用表语主格,而非对格。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:41.1-41.5