← 普鲁塔克

帝王将相格言集

§21.1-21.13

老狄奥尼修斯的机智言行与统治手腕

本节记述了老狄奥尼修斯在夺取政权、直面死亡、管教儿子、征税心理、宽容窃贼、辨识密谋以及洞察酒席诽谤者等方面的机智言行与统治手腕。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

Διονύσιος ὁ πρεσβύτερος, κληρουμένων κατὰ γράμμα τῶν δημηγορούντων, ὡς ἔλαχε Μ, πρὸς τὸν εἰπόντα, μωρολογεῖς, Διονύσιε· μοναρχήσω μὲν οὖν, εἶπε, καὶ δημηγορήσας εὐθὺς ᾑρέθη στρατηγὸς ὑπὸ τῶν Συρακουσίων.

老狄奥尼修斯在演说者们按字母抽签时抽到了字母M;针对一个对他说“狄奥尼修斯,你在胡言乱语(mōrologeis)”的人,他说道:“不,倒是我将成为君主(monarchēsō)。”于是他向民众演说之后,随即被叙拉古人选为将军。

§21.2

ἐπεὶ δʼ ἐν ἀρχῇ τῆς τυραννίδος ἐπολιορκεῖτο, συστάντων ἐπʼ αὐτὸν τῶν πολιτῶν, οἱ μὲν φίλοι συνεβούλευον ἀπαλλαγῆναι τῆς ἀρχῆς, εἰ μὴ βούλεται κρατηθεὶς ἀποθανεῖν· ὁ δὲ βοῦν ἰδὼν σφαττόμενον ὑπὸ μαγείρου καὶ πίπτοντα ταχέως, εἶτα οὐκ ἀηδές ἐστιν, εἶπεν, οὕτω βραχὺν ὄντα τὸν θάνατον φοβηθέντας ἡμᾶς ἀρχὴν ἐγκαταλιπεῖν τηλικαύτην;

在他实行僭主统治的初期,城邦公民联合起来反对他,他因而遭到围困。他的朋友们劝他放弃权位,如果他不想被擒获处死的话;但他看见一头牛被屠夫宰杀并迅速倒地,便说道: “难道害怕如此短暂的死亡,竟然让我们放弃如此巨大的权位,这不是令人羞耻的吗?”

§21.3

τὸν δὲ υἱὸν αἰσθόμενος, ᾧ τὴν ἀρχὴν ἀπολιπεῖν ἔμελλεν, ἀνδρὸς ἐλευθέρου διαφθείραντα γύναιον, ἠρώτησε μετʼ ὀργῆς, τί τοιοῦτον αὐτῷ σύνοιδεν. εἰπόντος δὲ τοῦ νεανίσκου, σὺ γὰρ οὐκ εἶχες πατέρα τύραννον, οὐδὲ σύ, εἶπεν, υἱὸν ἕξεις, ἐὰν μὴ παύσῃ ταῦτα ποιῶν.

当他察觉到自己打算传授权位的儿子玷污了一位自由民的妻子时,便怒气冲冲地质问他,从自己身上见识过何种类似的作为。年轻人回答说: “因为您并没有一位做僭主的父亲。” “而你,”他说道: “如果不停止这等行径,也不会拥有一个儿子。”

§21.4

πάλιν δὲ πρὸς αὐτὸν εἰσελθὼν καὶ θεασάμενος ἐκπωμάτων χρυσῶν καὶ ἀργυρῶν πλῆθος ἀνεβόησεν, οὐκ ἔστιν ἐν σοὶ τύραννος, ὃς ἀφʼ ὧν λαμβάνεις ἀπʼ ἐμοῦ ποτηρίων τοσούτων1 φίλον οὐδένα σεαυτῷ πεποίηκας.

他又一次走进儿子的住处,看到大量的金银酒杯,便大声喊道: “你身上毫无僭主的气度,你从我这里得到了这么多的酒杯,却未曾为自己结交一个朋友!”

§21.5

χρήματα δὲ εἰσπράττων τοὺς Συρακουσίους, εἶτα ὁρῶν ὀδυρομένους καὶ δεομένους καὶ λέγοντας ὡς οὐκ ἔχουσιν, ἐκέλευσεν ἕτερα πράττειν, καὶ δὶς ἢ τρὶς τοῦτο ἐποίησεν· ἐπεὶ δὲ προστάξας πλείονα γελᾶν ἤκουσεν αὐτοὺς καὶ σκώπτειν ἐν ἀγορᾷ περιιόντας, ἐκέλευσε παύσασθαι· νῦν γὰρ οὐδὲν ἔχουσιν, εἶπεν, ὅτε καταφρονοῦσιν ἡμῶν.2

当他向叙拉古人征敛钱财时,看到他们哭诉哀求并声称一无所有,便下令进行新一轮征收,并如此反复了两三次;但当他命令征收更多钱财后,听说他们在广场上走动时发笑并嘲弄,便下令停止征收: “因为他们现在真的什么都没有了,”他说道: “既然他们已经开始蔑视我们了。”

§21.6

τῆς δὲ μητρὸς αὐτοῦ παρήλικος μὲν οὔσης δοθῆναι δὲ ἀνδρὶ βουλομένης, ἔφη τοὺς μὲν τῆς πόλεως βιάσασθαι νόμους δύνασθαι, τοὺς δὲ τῆς φύσεως μὴ δύνασθαι.

当他年事已高的母亲想要嫁给一个男子时,他说自己能够强行破坏城邦的法律,却无法破坏自然的法则。

§21.7

πικρῶς δὲ τοὺς ἄλλους κακούργους κολάζων, ἐφείδετο τῶν λωποδυτῶν, ὅπως παύσωνται οἱ Συρακούσιοι τοῦ δειπνεῖν καὶ μεθύσκεσθαι μετʼ ἀλλήλων.

他严惩其他罪犯,却宽恕了盗衣贼,目的是让叙拉古人不再聚集在一起宴饮酗酒。

§21.8

ξένου δέ τινος ἰδίᾳ φράσειν φάσκοντος αὐτῷ καὶ διδάξειν ὅπως προειδήσει τοὺς ἐπιβουλεύοντας, ἐκέλευσεν εἰπεῖν· ἐπεὶ δὲ προσελθών, δός, εἶπε, μοι τάλαντον, ἵνα δόξῃς ἀκηκοέναι τὰ σημεῖα τῶν ἐπιβουλευόντων, ἔδωκε προσποιούμενος ἀκηκοέναι καὶ θαυμάζων τὴν μέθοδον τοῦ ἀνθρώπου.

有个外邦人声称要在私底下告诉他并指教他如何预先识破密谋者,他便让那人说出方法。那人走上前说道: “请给我一塔兰同,好让别人以为您已经听闻了辨识密谋者的征兆。” 他假装已经听闻,佩服这个人的计谋,便把钱给了他。

§21.9

πρὸς δὲ τὸν πυθόμενον εἰ σχολάζοι, μηδέποτε, εἶπεν, ἐμοὶ τοῦτο συμβαίη.

面对一个询问他是否有闲暇的人,他说道: “愿这种事情绝不会发生在我身上!”

§21.10

δύο δὲ ἀκούσας νεανίσκους πολλὰ βλάσφημα περὶ αὐτοῦ καὶ τῆς τυραννίδος εἰρηκέναι παρὰ πότον, ἀμφοτέρους ἐκάλεσεν ἐπὶ δεῖπνον ὁρῶν δὲ τὸν μὲν παροινοῦντα καὶ ληροῦντα πολλά, τὸν δὲ σπανίως καὶ μετʼ εὐλαβείας ταῖς πόσεσι χρώμενον, ἐκεῖνον μὲν ἀπέλυσεν ὡς φύσει παροινήσαντα καὶ διὰ μέθην κακολογήσαντα, τοῦτον δὲ ἀνεῖλεν ὡς δύσνουν καὶ πολέμιον ἐκ προαιρέσεως.

当他听说有两个年轻人在酒席上说了许多毁谤他及其僭主统治的话,便邀请他们两人共进晚餐。他看到其中一人借酒撒疯、胡言乱语,而另一人饮酒极少且小心谨慎,于是他放走了前者,认为他天生酒品不良且因醉酒才恶语中伤;却处死了后者,认为后者居心不良,是出于深思熟虑的宿敌。

§21.11

αἰτιωμένων δέ τινων, ὅτι τιμᾷ καὶ προάγεται πονηρὸν ἄνθρωπον καὶ δυσχεραινόμενον ὑπὸ τῶν πολιτῶν, ἀλλὰ καὶ βούλομαι, εἶπεν, εἶναι τὸν ἐμοῦ μᾶλλον μισούμενον.

当有人指责他重用并提拔一个作恶且受公民厌恶的人时,他说道: “但我正是希望有人比我更招人怨恨。”

§21.12

ἐπεὶ δὲ Κορινθίων πρέσβεις δῶρα διδόντος αὐτοῦ παρῃτοῦντο διὰ τὸν νόμον, ὃς οὐκ εἴα δῶρα λαμβάνειν παρὰ δυνάστου πρεσβεύοντας, δεινὸν ἔφη πρᾶγμα ποιεῖν αὐτούς, ὃ μόνον αἱ τυραννίδες ἀγαθὸν ἔχουσιν ἀναιροῦντας καὶ διδάσκοντας ὅτι καὶ τὸ εὖ παθεῖν ὑπὸ τυράννου φοβερόν ἐστιν.

当科林斯的使节因法律规定出使人员不得接受独裁者的礼物而谢绝他所赠予的礼物时,他说他们做了一件极其恶劣的事,剥夺了僭主统治仅有的益处,并向人们灌输连从僭主那里得到恩惠都是可怕的事情。

§21.13

ἀκούσας δέ τινα τῶν πολιτῶν χρυσίον ἔχειν οἴκοι κατορωρυγμένον ἐκέλευσεν ἐνεγκεῖν πρὸς αὐτὸν ἐπεὶ δὲ παρακλέψας ὀλίγον ὁ ἄνθρωπος καὶ μεταστὰς εἰς ἑτέραν πόλιν ἐωνήσατο χωρίον, μεταπεμψάμενος αὐτὸν ἐκέλευσε πᾶν ἀπολαβεῖν, ἠργμένον χρῆσθαι τῷ πλούτῳ καὶ μηκέτι ποιοῦντα τὸ χρήσιμον ἄχρηστον.3

当他听说一位公民在家里埋藏了黄金,便下令将其带到自己面前。但当那人暗中私吞了一小部分,并迁往另一个城市购买了田产之后,他便召来那人,命令他取回全部财产,理由是他已经开始运用财富,不再让有用的东西变得无用。

语法注3 条
  1. 175eἀφʼ ὧν λαμβάνεις ἀπʼ ἐμοῦ ποτηρίων τοσούτων

    先行词 τοσούτων ποτηρίων 被合并(incorporation)到了关系从句中,并受介词 ἀπό 的支配同化为属格,与关系代词 ὧν 保持一致。其基本句法结构原为 ἀπὸ τοσούτων ποτηρίων ἃ λαμβάνεις ἀπʼ ἐμοῦ(“从你从我这里得到的这许多杯子中”)。

  2. 175eὅτε καταφρονοῦσιν ἡμῶν

    连词 ὅτε 本来引导时间状语从句,但此处用于因果意义(causal ὅτε,即“既然/因他们蔑视我们”),用以补充说明前文“他们现在一无所有”的原因。

  3. 176cἠργμένον χρῆσθαι τῷ πλούτῳ καὶ μηκέτι ποιοῦντα τὸ χρήσιμον ἄχρηστον

    完成体分词 ἠργμένον 与现在时分词 ποιοῦντα 均为阳性单数宾格,修饰不定式 ἀπολαβεῖν 的逻辑主语(被召回的那个人),表达允许其收回财物的理由或依据(“因他已开始使用财富,不再使有用的东西归于无用”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:21.1-21.13