← 普鲁塔克

帝王将相格言集

§1.1

致图拉真帝献辞与言行录的价值

作者致书图拉真皇帝,援引波斯王与吕库古之典故,阐述相比于铺陈事迹的传记,简短的言行录更能纯粹地洞察人物性情,并以此献呈本书。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

Ἀρταξέρξης ὁ Περσῶν βασιλεύς, ὦ μέγιστε αὐτόκρατορ Καῖσαρ Τραϊανέ, οὐχ ἧττον οἰόμενος βασιλικὸν καὶ φιλάνθρωπον εἶναι τοῦ μεγάλα διδόναι τὸ μικρὰ λαμβάνειν1 εὐμενῶς καὶ προθύμως, ἐπεί, παρελαύνοντος αὐτοῦ καθʼ ὁδὸν, αὐτουργὸς ἄνθρωπος καὶ ἰδιώτης οὐδὲν ἔχων ἕτερον ἐκ τοῦ ποταμοῦ ταῖς χερσὶν ἀμφοτέραις ὕδωρ ὑπολαβὼν προσήνεγκεν, ἡδέως ἐδέξατο καὶ ἐμειδίασε, τῇ προθυμίᾳ τοῦ διδόντος οὐ τῇ χρείᾳ τοῦ διδομένου τὴν χάριν μετρήσας. ὁ δὲ Λυκοῦργος εὐτελεστάτας ἐποίησεν ἐν Σπάρτῃ τὰς θυσίας, ἵνα ἀεὶ τοὺς θεοὺς τιμᾶν ἑτοίμως δύνωνται καὶ ῥᾳδίως ἀπὸ τῶν παρόντων. τοιαύτῃ δή τινι γνώμῃ κἀμοῦ λιτά σοι δῶρα καὶ ξένια καὶ κοινὰς ἀπαρχὰς προσφέροντος ἀπὸ φιλοσοφίας, ἅμα τῇ προθυμίᾳ καὶ τὴν χρείαν ἀπόδεξαι τῶν ἀπομνημονευμάτων, εἰ πρόσφορον ἔχει τι πρὸς κατανόησιν ἠθῶν καὶ προαιρέσεων ἡγεμονικῶν, ἐμφαινομένων2 τοῖς λόγοις μᾶλλον ἢ ταῖς πράξεσιν αὐτῶν. καίτοι καὶ βίους ἔχει τὸ σύνταγμα τῶν ἐπιφανεστάτων παρά τε Ῥωμαίοις καὶ παρʼ Ἕλλησιν ἡγεμόνων καὶ νομοθετῶν καὶ αὐτοκρατόρων ἀλλὰ τῶν μὲν πράξεων αἱ πολλαὶ τύχην ἀναμεμιγμένην ἔχουσιν, αἱ δὲ γιγνόμεναι παρὰ τὰ ἔργα καὶ τὰ πάθη καὶ τὰς τύχας ἀποφάσεις καὶ ἀναφωνήσεις, ὥσπερ ἐν κατόπτροις καθαρῶς παρέχουσι τὴν ἑκάστου διάνοιαν ἀποθεωρεῖν. ᾗ καὶ Σειράμνης ὁ Πέρσης πρὸς τοὺς θαυμάζοντας ὅτι τῶν λόγων αὐτοῦ νοῦν ἐχόντων αἱ πράξεις οὐ κατορθοῦνται, τῶν μὲν λόγων ἔφη κύριος αὐτὸς εἶναι, τῶν δὲ πράξεων τὴν τύχην μετὰ τοῦ βασιλέως. ἐκεῖ μὲν οὖν ἅμα αἱ ἀποφάσεις τῶν ἀνδρῶν τὰς πράξεις παρακειμένας ἔχουσαι, σχολάζουσαν φιληκοΐαν περιμένουσιν ἐνταῦθα δὲ καὶ τοὺς λόγους αὐτοὺς καθʼ αὑτοὺς ὥσπερ δείγματα τῶν βίων καὶ σπέρματα συνειλεγμένους οὐδὲν οἴομαί σοι τὸν καιρὸν ἐνοχλήσειν, ἐν βραχέσι πολλῶν ἀναθεώρησιν ἀνδρῶν ἀξίων μνήμης γενομένων λαμβάνοντι.3

至高无上的皇帝恺撒·图拉真啊,波斯王阿尔塔薛西斯认为,欣然热情地接纳微薄之物,并不亚于赐予宏大之物那样具有王者风范与仁爱之心。当他沿路行进时,一个别无所有的自耕农兼平民用双手从河中舀起水奉上,他欣然接受并微笑了,他是依给予者的热情而非所赠之物的实用价值来衡量这番心意的。 吕库古在斯巴达也使祭祀变得极为简省,以便人们随时能够凭借手头所有,便利而轻易地敬奉诸神。我也正是本着某种类似的心思,将源自哲学的简朴礼物、客礼和共同的初熟之果呈献于您;倘若这些言行录对于理解统治者们的品格与志向有何益处——这些品格与志向在其言论中比起在其事迹中更为显著——则请您在接纳这番热忱的同时,亦接纳它们的实用价值。固然,那部著作亦包含了罗马人与希腊人中最显赫的领袖、立法者与统帅的生平传记;但事迹泰半夹杂着命运的成分,而在行动、苦难与际遇之际发出的言论与感喟,却如明镜一般,使人能够清晰地审视各人的心思。正因如此,波斯人塞拉姆奈斯在面对众人惊异于其言论明哲而事迹却未见亨通时,便说言论的主人是他自己,而事迹的主人则是命运与国王。 因此,在那部著作中,贤达之士的言论附有并列的事迹,等待着闲暇的聆听;而在此处,那些被搜集起来、犹如其生平之标本与种子的言论本身,对于在简练篇幅中获得对众多值得铭记之人物之审视的您而言,我认为绝不会叨扰您的宝贵时宜。

语法注3 条
  1. 172bοὐχ ἧττον οἰόμενος βασιλικὸν καὶ φιλάνθρωπον εἶναι τοῦ μεγάλα διδόναι τὸ μικρὰ λαμβάνειν

    比较句结构。冠词属格不定式 τοῦ μεγάλα διδόναι 受 οὐχ ἧττον 管辖,作比较属格;冠词不定式短语 τὸ μικρὰ λαμβάνειν... 担任不定式 εἶναι 的主语,βασιλικὸν καὶ φιλάνθρωπον 为表语(谓语形容词)。

  2. 172cἐμφαινομένων

    属格分词 ἐμφαινομένων 与前项的中性名词 ἠθῶν 和阴性名词 προαιρέσεων 一致并作定语修饰,而非独立属格。

  3. 172eοὐδὲν οἴομαί σοι τὸν καιρὸν ἐνοχλήσειν, ἐν βραχέσι πολλῶν ἀναθεώρησιν ἀνδρῶν ἀξίων μνήμης γενομένων λαμβάνοντι

    依存于 οἴομαι 的带对格不定式结构。不定式 ἐνοχλήσειν 的主语是前置的对格短语 τοὺς λόγους αὐτοὺς ... συνειλεγμένους,宾语为 τὸν καιρόν;分词 λαμβάνοντι 在与格上呼应 σοι。οὐδέν 作副词性内面宾语,起强调否定的作用(“绝不”、“丝毫没有”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg081.humanitext-grc3:1.1