← 普鲁塔克

如何区分谄媚者与朋友

§36-37

以赞赏缓和谏言与规劝朋友的技巧

作者论述在规劝朋友时,应当先以赞扬舒缓其心;在事后的治疗性直言中应提供体面的借口,而在事前的行为劝阻中则应指斥其不名誉的动机以资激励,并最终效仿医师以温和的言辞抚慰收尾。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§36

ἐπεὶ δʼ οὔτε τῷ γήρᾳ πάντα πρόσεστι κακὰ κατʼ Εὐριπίδην οὔτε τῇ τῶν φίλων ἀβελτερίᾳ, δεῖ μὴ μόνον ἁμαρτάνοντας ἀλλὰ καὶ κατορθοῦντας ἐπιτηρεῖν τοὺς φίλους, καὶ νὴ Δία προθύμως ἐπαινεῖν τὸ πρῶτον· εἶθʼ ὥσπερ ὁ σίδηρος πυκνοῦται τῇ περιψύξει καὶ δέχεται τὴν στόμωσιν ἀνεθεὶς πρῶτον ὑπὸ θερμότητος καὶ μαλακὸς γενόμενος, οὕτω τοῖς φίλοις διακεχυμένοις καὶ θερμοῖς οὖσιν ὑπὸ τῶν ἐπαίνων ὥσπερ βαφὴν ἀτρέμα τὴν παρρησίαν ἐπάγειν.1 δίδωσι γὰρ καιρὸς εἰπεῖν ἆρʼ ἄξιον ἐκεῖνα τούτοις παραβάλλειν; ὁρᾷς τὸ καλὸν οἵους καρποὺς ἀποδίδωσι; ταῦτʼ ἀπαιτοῦμεν οἱ φίλοι, ταῦτʼ ἐστὶν οἰκεῖα, πρὸς ταῦτα πέφυκας· ἐκεῖνα δʼ ἀποδιοπομπητέον "εἰς ὄρος ἢ ἐς κῦμα πολυφλοίσβοιο θαλάσσης" ὡς γὰρ ἰατρὸς εὐγνώμων βούλοιτʼ ἂν ὕπνῳ καὶ τροφῇ μᾶλλον ἢ καστορίῳ καὶ σκαμωνίῳ τὸ νόσημα λῦσαι τοῦ κάμνοντος, οὕτω καὶ φίλος ἐπιεικὴς καὶ πατὴρ χρηστὸς καὶ διδάσκαλος ἐπαίνῳ μᾶλλον ἢ ψόγῳ χαίρει πρὸς ἐπανόρθωσιν ἤθους χρώμενος οὐδὲν γὰρ ἄλλο ποιεῖ τὸν παρρησιαζόμενον ἥκιστα λυπεῖν καὶ μάλιστα θεραπεύειν ἢ τὸ φειδόμενον ὀργῆς ἐν ἤθει καὶ μετʼ εὐνοίας προσφέρεσθαι τοῖς ἁμαρτάνουσιν. ὅθεν οὔτʼ ἀρνουμένους δεῖ πικρῶς ἐξελέγχειν οὔτε κωλύειν ἀπολογουμένους, ἀλλὰ καὶ προφάσεις εὐσχήμονας ἁμωσγέπως συνεκπορίζειν καὶ τῆς χείρονος αἰτίας ἀφισταμένοις αὐτοὺς ἐνδιδόναι μετριωτέραν, ὡς ὁ Ἕκτωρ "δαιμόνιʼ, οὐ μὲν καλὰ χόλον τόνδʼ ἔνθεο θυμῷ" πρὸς τὸν ἀδελφόν, ὡς οὐκ ἀπόδρασιν οὐδὲ δειλίαν οὖσαν ἀλλʼ ὀργὴν τὴν ἐκ τῆς μάχης ἀναχώρησιν αὐτοῦ. καὶ πρὸς τὸν Ἀγαμέμνονα ὁ Νέστωρ "σὺ δὲ σῷ μεγαλήτορι θυμῷ εἴξας." ἠθικώτερον γὰρ οἶμαι τοῦ ἠδίκησας καὶ ἠσχημόνησας τὸ οὐκ ἐπέστησας καὶ ἠγνόησας,2 καὶ τὸ μὴ φιλονείκει πρὸς τὸν ἀδελφὸν ἢ τὸ μὴ φθόνει τῷ ἀδελφῷ καὶ τὸ φύγε τὴν γυναῖκα διαφθείρουσαν ἢ τὸ παῦσαι τὴν γυναῖκα διαφθείρων. τοιοῦτον γὰρ ἡ θεραπευτικὴ παρρησία ζητεῖ τρόπον, ἡ δὲ πρακτικὴ τὸν ἐναντίον.3 ὅταν γὰρ ἢ μέλλοντας ἁμαρτάνειν ἐκκροῦσαι δεήσῃ πρὸς ὁρμήν τινα βίαιον ἐνισταμένους ἐξ ἐναντίας φερομένην ἢ πρὸς τὰ καλὰ μαλακῶς καὶ ἀπροθύμως ἔχοντας ἐντεῖναι καὶ παρορμῆσαι θελήσωμεν, εἰς αἰτίας δεῖ περιφέρειν ἀτόπους καὶ μὴ πρεπούσας τὸ γιγνόμενον. ὡς ὁ παρὰ Σοφοκλεῖ τὸν Ἀχιλλέα παροξύνων Ὀδυσσεὺς οὔ φησιν ὀργίζεσθαι διὰ τὸ δεῖπνον, ἀλλʼ "ἤδη φησὶ τὰ Τροίας εἰσορῶν ἑδώλια δέδοικας," καὶ πρὸς ταῦτα πάλιν τοῦ Ἀχιλλέως διαγανακτοῦντος καὶ ἀποπλεῖν λέγοντος "ἐγᾦδʼ ὃ φεύγεις, οὐ τὸ μὴ κλύειν κακῶς, ἀλλʼ ἐγγὺς Ἕκτωρ ἐστί· οὐ μένειν καλόν." τὸν μὲν οὖν θυμοειδῆ καὶ ἀνδρώδη δειλίας δόξῃ, τὸν δὲ σώφρονα καὶ κόσμιον ἀκολασίας, τὸν δʼ ἐλευθέριον καὶ μεγαλοπρεπῆ μικρολογίας καὶ φιλαργυρίας δεδιττόμενοι παρορμῶσι πρὸς τὰ καλὰ καὶ τῶν αἰσχρῶν ἀπελαύνουσι, μέτριοι μὲν ἐν τοῖς ἀνηκέστοις ἐξεταζόμενοι καὶ τὸ λυπούμενον καὶ τὸ συναλγοῦν πλέον ἐν τῷ παρρησιάζεσθαι τοῦ ψέγοντος ἔχοντες, ἐν δὲ ταῖς κωλύσεσι τῶν ἁμαρτανομένων καὶ πρὸς τὰ πάθη διαμάχαις σφοδροὶ καὶ ἀπαραίτητοι καὶ συνεχεῖς ὄντες οὗτος γὰρ ὁ καιρὸς εὐνοίας ἀθρύπτου καὶ παρρησίας ἀληθινῆς ἐστι. τῷ δὲ ψέγειν τὰ πραχθέντα καὶ τοὺς ἐχθροὺς κατʼ ἀλλήλων ὁρῶμεν χρωμένους, ὥσπερ Διογένης ἔλεγεν ὅτι τῷ μέλλοντι σῴζεσθαι δεῖ φίλους ἀγαθοὺς ἢ διαπύρους ἐχθροὺς ὑπάρχειν οἱ μὲν γὰρ διδάσκουσιν, οἱ δʼ ἐλέγχουσι. βέλτιον δὲ τὰς ἁμαρτίας φυλάττεσθαι τοῖς συμβουλεύουσι πειθόμενον ἢ μετανοεῖν ἁμαρτάνοντα διὰ τοὺς κακῶς λέγοντας. καὶ διὰ τοῦτο δεῖ καὶ περὶ τὴν παρρησίαν φιλοτεχνεῖν, ὅσῳ μέγιστόν ἐστι καὶ κράτιστον ἐν φιλίᾳ φάρμακον, εὐστοχίας τε καιροῦ μάλιστα καὶ κράσεως μέτρον ἐχούσης ἀεὶ δεομένη.

既然如欧里庇得斯所说,并非所有灾祸都伴随着老年,同样,也并非所有过失都伴随着朋友的愚钝,那么不仅在朋友犯错时,而且在他们行之得当时,也应当予以关注,凭宙斯起誓,首先要热切地予以赞扬。随后,正如铁先因受热而软化松弛,继而因冷却而致密并接受淬火一样,当朋友因赞扬而心胸舒展、满怀温情之时,便当如淬火般徐徐施加直言规劝。因为时机允许我们说:“难道那些事值得与这些相比吗?你看到善行结出怎样的果实了吗?这才是我们作为朋友所期待的,这才是合宜的,你天生就是为此而生的;而那些事应当被驱逐, ‘送往深山,或投入喧嚣的大海波涛之中’。” 因为正如一位体贴的医生宁愿通过睡眠和饮食,而非借助海狸香和刺黄连来消除病患的疾苦,同样,温和的朋友、良善的父亲和优秀的师长也更乐于运用赞赏而非斥责来纠正品行。因为除了克制怒气、以温和的性情和善意去对待犯错之人以外,没有任何手段能让直言进谏者带来最少的痛苦而实现最大的医治。因此,对于否认过失者,既不必严词驳斥,对于辩白者,也不必予以制止,反而要设法共同寻得合宜的借口,并在他们脱离更恶劣的动机时,赋予他们一种较为温和的解释。正如赫克托尔对其兄弟所说: “古怪的人哪,你在心中怀抱此等怒气实非好事,”将他从战场退出的行为解释为出于愤怒,而非逃跑或胆怯。又如涅斯托尔对阿伽门农说: “而你顺从了自己 心胸开阔的血性。” 因为我认为,比起说“你犯了罪过”和“你举止可耻”,说“你没有留意”和“你未曾发觉”更合乎道德修养;比起说“莫要嫉妒兄弟”,说“莫要与兄弟争强”更为得体;比起说“停止败坏那女人”,说“远离那败坏你的女人”也更为合宜。 因为治疗性的直言所追求的是这种方式,而实效性的直言则恰恰相反。每当我们必须阻拦那些将要犯错之人、抵御某种逆向而来的剧烈冲动,或者当我们希望促动并激励那些对美善之事懈怠无力的人时,就必须将发生之事归咎于反常而不体面的因由。正如索福克勒斯笔下挑动阿喀琉斯的奥德修斯,不说他是为了宴席而发怒,反而说: “如今你亲眼看见特洛伊的居所, 便害怕起来,”而当阿喀琉斯对此再度愤慨并扬言要扬帆出海时,奥德修斯又说: “我知道你逃避的是什么,并非是遭受恶名, 而是赫克托尔近在咫尺;留下来并非美事。” 因此,他们以胆怯之名威吓血气方刚与英勇之人,以放荡之名威吓节制端庄之人,以鄙陋与贪婪之名威吓慷慨博大之人,从而激励他们趋向美善、驱赶他们远离耻辱;在不可挽回之事上,他们表现出克制,在直言中体现出的同情与悲痛多于责备;而在阻拦过失和对抗激情时,他们则坚决、毫不容情且坚持不懈——因为这才是毫不纵容的善意与真正直言的合宜时机。至于指责既成事实,我们看到哪怕是仇敌之间也彼此如此相待,正如第欧根尼所说,将要得救的人必须拥有良友或狂热的仇敌,因为前者教导,而后者揭露。然而,听从劝告者以防范罪过,远胜过在犯错之后因恶语中伤者而追悔莫及。正因如此,人们在直言进谏上也必须讲求技艺,因为直言是友谊中最伟大、最强效的良药,始终极其需要把握时机的准确性与恰如其分的调和度。

§37

ἐπεὶ τοίνυν, ὥσπερ εἴρηται, πολλάκις ἡ παρρησία τῷ θεραπευομένῳ λυπηρὰ πέφυκε, δεῖ μιμεῖσθαι τοὺς ἰατρούς οὔτε γὰρ ἐκεῖνοι τέμνοντες ἐν τῷ πονεῖν καὶ ἀλγεῖν καταλείπουσι τὸ πεπονθός, ἀλλʼ ἐνέβρεξαν προσηνῶς καὶ κατῃόνησαν, οὔθʼ οἱ νουθετοῦντες ἀστείως τὸ πικρὸν καὶ δηκτικὸν προσβαλόντες ἀποτρέχουσιν, ἀλλʼ ὁμιλίαις ἑτέραις καὶ λόγοις ἐπιεικέσιν ἐκπραΰνουσι καὶ διαχέουσιν, ὥσπερ οἱ λιθοξόοι τὰ πληγέντα καὶ περικοπέντα τῶν ἀγαλμάτων ἐπιλεαίνοντες καὶ γανοῦντες. ὁ δὲ πληγεὶς μὲν τῇ παρρησίᾳ καὶ χαραχθείς, ἀφεθεὶς δὲ τραχὺς καὶ οἰδῶν καὶ ἀνώμαλος ὑπʼ ὀργῆς δυσανάκλητος αὖθίς ἐστι καὶ δυσπαρηγόρητος. διὸ καὶ τοῦτο δεῖ παραφυλάττειν ἐν τοῖς μάλιστα τοὺς νουθετοῦντας καὶ μὴ προαπολείπειν, μηδὲ ποιεῖσθαι πέρας ὁμιλίας καὶ συνουσίας τὸ λυποῦν καὶ παροξῦνον τοὺς συνήθεις.

因此,如前所述,既然直言对于接受医治的人而言往往生来便是痛苦的,就必须效仿医师。因为医师在进行切割时,绝不会将患处留在痛楚与苦难之中,而是温和地加以湿敷和清洗;同样,言辞雅正的规劝者在施加了辛辣刺痛之后,也绝不会抽身而去,而是通过其他交谈与温和的言辞来予以抚平并舒缓其心神,正如石匠抚平并打磨雕像受撞击和凿切的部位一样。若是因直言而遭受创伤与刻印,却因愤怒而被弃之于粗糙、肿胀和不平整的状态中,日后便难以重新召回,难以抚慰。因此,规劝者亦当格外防范这一点,切不可过早离去,切莫将刺痛和激怒同伴作为交谈与相处的终点。

语法注3 条
  1. 73dὥσπερ βαφὴν ἀτρέμα τὴν παρρησίαν ἐπάγειν

    不定词 ἐπάγειν 在句法上受句首非人称动词 δεῖ(应当)的支配,与前文的 ἐπιτηρεῖν 及 ἐπαινεῖν 构成并列。比喻词 βαφή(淬火、浸淬)与前文关于冶铁的比喻(先受热软化、再冷却淬硬)相呼应,形象地表现出在朋友因赞扬而心意舒展时徐徐施加直言规劝的过程。

  2. 73eἠθικώτερον γὰρ οἶμαι τοῦ ἠδίκησας καὶ ἠσχημόνησας τὸ οὐκ ἐπέστησας καὶ ἠγνόησας

    中性定冠词 τοῦ 与 τὸ 将直接引用的定态动词从句名词化,构成了比较句式。以比较级形容词 ἠθικώτερον 作为谓语,主语为 τὸ [λέγειν] οὐκ ἐπέστησας...,而 τοῦ [λέγειν] ἠδίκησας... 则充当表示比较对象的属格。意在说明将过错解释为疏忽或未察觉,比起直接指责犯罪或可耻,在修养和品德上更为温和合度(ἠθικώτερον)。

  3. 74aἡ θεραπευτικὴ παρρησία ζητεῖ τρόπον, ἡ δὲ πρακτικὴ τὸν ἐναντίον

    此处对比了两种直言进谏的方式。事后纠偏的“治疗性”(θεραπευτική)直言为了抚慰对方、保全颜面,会提供较为体面的托辞;而旨在防患未然、激扬德行的“实效性”(πρακτική)直言,则采取相反的做法(τὸν ἐναντίον [τρόπον]),故意将当事人的犹豫归咎于胆怯等不光彩的动机,以刺激其奋发。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg070.humanitext-grc2:36-37