← 普鲁塔克

布鲁图斯传

§49.1-49.10

第二次腓立比战役与卡托之子的阵亡

部下的叛变促使布鲁图斯仓促开战,他亲自指挥的一翼虽获胜,但另一翼溃败导致全军被围,卡托之子马尔库斯等勇士相继战死。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§49.1

προαγαγὼν δὲ τὴν φάλαγγα καὶ καταστήσας ἐναντίαν τοῖς πολεμίοις ἐπεῖχε πολὺν χρόνον· ὑποψίαι γὰρ αὐτῷ καὶ μηνύσεις κατά τινων προσέπιπτον ἐπισκοποῦντι τὸ στράτευμα· καὶ τοὺς ἱππέας ἑώρα μάχης ἄρχειν οὐ πάνυ προθύμους ὄντας, ἀλλʼ ἀεὶ προσμένοντας τὸ τῶν πεζῶν ἔργον.

布鲁图斯率领方阵前进,并在敌军对面列阵,却迟疑了许久;因为当他检阅军队时,针对某些人的疑虑和告密不断向他传来;而且他看到骑兵并不十分热衷于发起战斗,而是始终在等待步兵的行动。

§49.3

εἶτʼ ἐξαίφνης ἀνὴρ πολεμικὸς καὶ τετιμημένος ἐπʼ ἀνδρείᾳ διαπρεπῶς παρὰ τὸν Βροῦτον αὑτὸν ἐξιππασάμενος μεταβάλλεται πρὸς τοὺς πολεμίους· Καμουλᾶτος δὲ ἐκαλεῖτο.

正在此时,一个尚武且因勇敢而备受显赫尊崇的人突然当着布鲁图斯的面纵马疾驰,叛投敌营;此人名叫卡穆拉图斯。

§49.4

τοῦτον ἰδὼν ὁ Βροῦτος ἤλγησεν ἰσχυρῶς· καὶ τὰ μὲν ὑπʼ ὀργῆς, τὰ δὲ φόβῳ1 μείζονος μεταβολῆς καὶ προδοσίας εὐθὺς ἐπὶ τοὺς ἐναντίους ἦγεν, εἰς ὥραν ἐνάτην τοῦ ἡλίου καταφερομένου.

布鲁图斯见状大为痛苦;出于愤怒,同时也出于对更大叛变和背叛的恐惧,他在太阳偏西的第九个时辰,立即率军冲向敌阵。

§49.5

καὶ τῷ μὲν καθʼ αὑτὸν ἐκράτησε μέρει καὶ προῆλθεν ὑποχωροῦντι τῷ ἀριστερῷ τῶν πολεμίων ἐγκείμενος· καὶ συνεπέρρωσαν οἱ ἱππεῖς ἅμα τοῖς πεζοῖς ἐμβαλόντες τεταραγμένοις· τὸ δʼ ἕτερον κέρας, ὡς μὴ κυκλωθείη, τῶν ἡγεμόνων ἀντιπαρεξαγόντων, πλήθει δὲ λειπομένων,2 διεσπᾶτο μέσον καὶ γιγνόμενον ἀσθενὲς οὐκ ἀντεῖχε τοῖς ἐναντίοις, ἀλλʼ ἔφυγε πρῶτον.

在他亲自指挥的那部分军队中,他取得了胜利,在痛击敌军溃退的左翼的同时向前推进;骑兵也与步兵一同冲入混乱的敌阵,合力助势;然而另一翼的指挥官们为了防止被包围而向侧翼展开战列,却因人数不足而在中间断开,力量被削弱后无法抵挡对手,率先溃逃。

§49.7

οἱ δὲ τοῦτο διακόψαντες εὐθὺς ἐκυκλοῦντο τὸν Βροῦτον, αὑτὸν μὲν ὅσα καὶ στρατηγικῆς καὶ στρατιωτικῆς ἀρετῆς ἔργα καὶ χειρὶ καὶ γνώμῃ παρὰ τὰ δεινὰ πρὸς τὸ νικᾶν ἀποδεικνύμενον, ᾧ δὲ πλέον ἔσχε τῇ προτέρᾳ μάχῃ, τούτῳ βλαπτόμενον.3

击破这一翼的敌军立即包围了布鲁图斯;他本人在危急时刻,无论用手臂还是智谋,都展示了身为统帅与战士的一切英勇行为以求取胜利,却恰恰受害于在前一次战斗中占得上风的那件事。

§49.8

τῶν μὲν γὰρ πολεμίων τὸ νικηθὲν εὐθὺς ἀπολώλει τότε· τῶν δὲ Κασσίου τραπέντων ὀλίγοι διεφθάρησαν, οἱ δὲ σῳζόμενοι τῷ προηττῆσθαι περιδεεῖς ὄντες ἀνέπλησαν ἀθυμίας καὶ ταραχῆς τὸ πλεῖστον τοῦ στρατεύματος, ἐνταῦθα καὶ Μᾶρκος ὁ Κάτωνος υἱός ἐν τοῖς ἀρίστοις καὶ γενναιοτάτοις τῶν νέων μαχόμενος καὶ καταπονούμενος οὐκ ἔφυγεν οὐδʼ εἶξεν, ἀλλὰ χρώμενός τε τῇ χειρὶ καὶ φράζων ὅστις εἴη, καὶ πατρόθεν ὀνομάζων, ἔπεσεν ἐπὶ πολλοῖς νεκροῖς τῶν πολεμίων.

因为当时敌军被击溃的部分立刻就覆灭了;而在卡西乌斯溃逃的部属中,被歼灭者寥寥无几,幸存者因先前的惨败而胆战心惊,使军队的大多数人充满了沮丧与混乱。在此处,卡托之子马尔库斯也在最优秀、最高贵的青年之中奋战,力竭之下既未逃跑亦未屈服,反而挥舞手中的兵刃,高呼自己的身份并报出父亲的名号,倒在了重重敌军的尸首之上。

§49.10

ἔπιπτον δὲ καὶ τῶν ἄλλων οἱ κράτιστοι τοῦ Βρούτου προκινδυνεύοντες.

而其余最英勇的人也为了掩护布鲁图斯涉险而纷纷阵亡。

语法注3 条
  1. 49.4τὰ μὲν ὑπʼ ὀργῆς, τὰ δὲ φόβῳ

    中性复数宾格 τὰ μέν... τὰ δέ 用作状语性宾格,意为“一方面……另一方面……”或“部分出于……部分出于……”。表示原因的结构在此处由介词短语 ὑπʼ ὀργῆς(ὑπό 接属格表示起因)与独立的原因与格 φόβῳ 相互对应。

  2. 49.6τῶν ἡγεμόνων ἀντιπαρεξαγόντων, πλήθει δὲ λειπομένων

    属格独立结构,说明另一翼(τὸ δʼ ἕτερον κέρας)中央断裂的背景原因:指挥官们为了防止被侧翼包围而延展阵线,但由于人数劣势(πλήθει δὲ λειπομένων),战列过度分散变薄。

  3. 49.7ᾧ δὲ πλέον ἔσχε τῇ προτέρᾳ μάχῃ, τούτῳ βλαπτόμενον

    由关系代词引导的分句 ᾧ...(“在其中他占得上风之事”)被后文的指示代词 τούτῳ(原因/手段与格,修饰 βλαπτόμενον)所承接。意指布鲁图斯反被自己在前一次战斗中所占的优势(即卡西乌斯的败军大量存活并给全军带来恐慌)所害,后文紧接着以 γάρ 引导的句子对其进行了具体解释。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg061.humanitext-grc2:49.1-49.10