- 底本
- Plutarch. Plutarch's Lives, Vol. VII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg055.humanitext-grc2:49.1-49.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
西塞罗的首级与双手被悬示于讲坛,叛徒菲洛洛戈斯据传遭到了惨烈的惩罚。多年后奥古斯都称赞西塞罗是博学爱国之士,而元老院最终对安东尼的惩戒正是在小西塞罗任执政官期间完成的。
τῶν δʼ ἀκρωτηρίων εἰς Ῥώμην κομισθέντων ἔτυχε μὲν ἀρχαιρεσίας τελῶν ὁ Ἀντώνιος, ἀκούσας δὲ καὶ ἰδὼν ἀνεβόησεν ὡς νῦν αἱ προγραφαὶ τέλος ἔχοιεν.1 τὴν δὲ κεφαλὴν καὶ τάς χεῖρας ἐκέλευσεν ὑπὲρ τῶν ἐμβόλων ἐπὶ τοῦ βήματος θεῖναι, θέαμα Ῥωμαίοις φρικτόν, οὐ τὸ Κικέρωνος ὁρᾶν πρόσωπον οἰομένοις, ἀλλὰ τῆς Ἀντωνίου ψυχῆς εἰκόνα.
当那些被斩断的肢体被运抵罗马时,安东尼适逢正在主持高级官员的选举;听到消息并看到它们后,他高声呼喊道,如今公敌宣告令总算画上了句号。他下令将头颅与双手放置在演讲台的撞角之上——对罗马人而言,这是一副极其可怖的景象,在他们看来,映入眼帘的并非西塞罗的面容,而是安东尼灵魂的写照。
πλὴν ἕν γέ τι φρονήσας μέτριον ἐν τούτοις Πομπωνίᾳ τῇ Κοΐντου γυναικὶ τὸν Φιλόλογον παρέδωκεν. ἡ δὲ κυρία γενομένη τοῦ σώματος ἄλλαις τε δειναῖς ἐχρήσατο τιμωρίαις, καὶ τάς σάρκας ἀποτέμνοντα τάς αὐτοῦ κατὰ μικρὸν ὀπτᾶν, εἶτʼ ἐσθίειν ἠνάγκασεν. οὕτω γὰρ ἔνιοι τῶν συγγραφέων ἱστορήκασιν ὁ δʼ αὐτοῦ τοῦ Κικέρωνος ἀπελεύθερος Τίρων τὸ παράπαν οὐδὲ μέμνηται τῆς τοῦ Φιλολόγου προδοσίας.
不过在这些事中他至少做了一件尚知分寸的决定:将菲洛洛戈斯交给了昆图斯的妻子庞波妮亚。在掌握了对菲洛洛戈斯肉身的生杀大权之后,庞波妮亚不仅对他施加了其他种种残酷的酷刑,还强迫他割下自己身上的肉,一片片烤熟后再吃下去。因为某些史学家确实是如此记载的;但西塞罗自己的获释奴提罗却根本没有提及菲洛洛戈斯的背叛。
πυνθάνομαι δὲ Καίσαρα χρόνοις πολλοῖς ὕστερον εἰσελθεῖν2 πρὸς ἕνα τῶν θυγατριδῶν· τὸν δὲ βιβλίον ἔχοντα Κικέρωνος ἐν ταῖς χερσίν ἐκπλαγέντα τῷ ἱματίῳ περικαλύπτειν ἰδόντα δὲ Καίσαρα λαβεῖν καὶ διελθεῖν ἑστῶτα μέρος πολὺ τοῦ βιβλίου, πάλιν δʼ ἀποδιδόντα τῷ μειρακίῳ φάναι λόγιος ἁνὴρ, ὦ παῖ, λόγιος καὶ φιλόπατρις.
我听闻在多年之后,恺撒曾探访他的一位外孙;那少年手里正捧着一本西塞罗的著作,惊惶之下连忙用长袍将书遮掩起来。恺撒见状便拿过书卷,站着读完了其中很大一部分,随后将书还给少年,说道: “这是一个博学之士啊,孩子,既博学,又深爱自己的祖国。”
ἐπεὶ μέντοι τάχιστα κατεπολέμησεν Ἀντώνιον ὑπατεύων αὐτὸς εἵλετο συνάρχοντα τοῦ Κικέρωνος τὸν υἱόν, ἐφʼ οὗ3 τάς τʼ εἰκόνας ἡ βουλὴ καθεῖλεν Ἀντωνίου καὶ τάς ἄλλας ἠκύρωσε τιμάς καὶ προσεψηφίσατο μηδενὶ τῶν Ἀντωνίων ὄνομα Μᾶρκον εἶναι, οὕτω τὸ δαιμόνιον εἰς τὸν Κικέρωνος οἶκον ἐπανήνεγκε τὸ τέλος τῆς Ἀντωνίου κολάσεως.
然而,一彻底击败安东尼,恺撒在自任执政官时便推选西塞罗之子为同僚执政官;正是在后者的任期内,元老院拆毁了安东尼的雕像,废除了授予他的其余一切荣誉,并决议安东尼家族中任何人均不得再命名为马尔库斯。上天的意志便以这种方式,将惩治安东尼的最终结局交还给了西塞罗的家族。
- 49.1ὡς νῦν αἱ προγραφαὶ τέλος ἔχοιεν
从属于主句过去时动词(ἀνεβόησεν)的间接引语祈愿语气(optativus obliquus)。它代表了直接引语中的现在时直陈语气(νῦν αἱ προγραφαὶ τέλος ἔχουσιν,“如今公敌宣告令终于结束了”)。
- 49.3πυνθάνομαι δὲ Καίσαρα χρόνοις πολλοῖς ὕστερον εἰσελθεῖν
由动词 πυνθάνομαι 统辖的长句对格不定式(A.c.I.)结构,一直延续到句末的 φάναι。逻辑主语在不同阶段发生转换:首先是恺撒(Καίσαρα ... εἰσελθεῖν),继而是其外孙(τὸν δὲ ... περικαλύπτειν),最后再次转为恺撒(ἰδόντα δὲ Καίσαρα 引领 λαβεῖν、διελθεῖν 与 φάναι)。
- 49.4ἐφʼ οὗ
介词 ἐπί 加上关系代词属格形成的固定表达,意为“在其任内”或“在其执政官任期之中”。其先行词为前文的“西塞罗之子”(τοῦ Κικέρωνος τὸν υἱόν),是表示官员任期的标准句式。
