- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:9.1-9.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
加图出任军团长前往马其顿,在与同行的友人穆纳提乌斯发生一段幽默插曲后,他统领一个军团,以说理与严明赏罚感化士兵,并因与兵士同甘共苦而赢得了极高的爱戴与威望。
ἀποδειχθεὶς δὲ χιλίαρχος εἰς Μακεδονίαν ἐπέμπετο πρὸς Ῥούβριον τὸν στρατηγόν. ἔνθα δὴ λέγεται τῆς γυναικὸς ἀχθομένης καὶ δακρυούσης ἕνα τῶν φίλων τοῦ Κάτωνος Μουνάτιον εἰπεῖν· ὦ Ἀτιλία, θάρσει· τοῦτον ἐγώ σοι φυλάξω. πάνυ μὲν οὖν, φάναι τὸν Κάτωνα, καὶ προελθόντων μιᾶς ἡμέρας ὁδόν,1 εὐθὺς εἰπεῖν μετὰ τὸ δεῖπνον ἄγε, ὅπως, ὦ Μουνάτιε, τῇ Ἀτιλίᾳ τὴν ὑπόσχεσιν ἐμπεδώσεις,2 μήτε ἡμέρας ἐμοῦ μήτε νυκτὸς ἀφιστάμενος.
被任命为千夫长后,他被派往马其顿的统帅鲁布里乌斯处。据说在那里,由于妻子悲伤落泪,加图的一位朋友穆纳提乌斯说道: “阿提莉亚,放心吧,我会替你照看好他的。” 加图回答说: “正是如此。”当他们行进了一天的路程后,刚用过晚餐,加图便说道: “来吧,穆纳提乌斯,务必向阿提莉亚履行你的诺言,无论白天还是黑夜都不要离开我。”
ἐκ δὲ τούτου δύο κλίνας εἰς ταὐτὸ δωμάτιον ἐκέλευε τίθεσθαι, καὶ τὸν Μουνάτιον οὕτως ἀεὶ καθεύδειν μετὰ παιδιᾶς φυλασσόμενον ὑπὸ τοῦ Κάτωνος. εἵποντο δὲ αὐτῷ πεντεκαίδεκα μὲν οἰκέται, δύο δὲ ἀπελεύθεροι, φίλοι δὲ τέσσαρες, ὧν ὀχουμένων ἵπποις αὐτὸς ἀεὶ περιπατῶν ἑκάστῳ παρέβαλλεν ἐν μέρει προσδιαλεγόμενος. ἐπεὶ δὲ ἧκεν εἰς τὸ στρατόπεδον, πλειόνων ταγμάτων ὄντων, ἑνὸς ἄρχων ἀποδειχθεὶς ὑπὸ τοῦ στρατηγοῦ, τῆς μὲν ἰδίας ἀρετῆς, μιᾶς οὔσης, μικρὸν ἔργον ἡγεῖτο καὶ οὐκ ἀνύσιμον τὴν ἐπίδειξιν, αὑτῷ δὲ ποιῆσαι τοὺς ἀρχομένους ὁμοίους μάλιστα φιλοτιμούμενος οὐ τὸν φόβον ἀφεῖλε τῆς ἐξουσίας, ἀλλὰ προσέθηκε τὸν λόγον ᾧ πείθων περὶ ἑκάστου καὶ διδάσκων, ἑπομένης τιμῆς καὶ κολάσεως, χαλεπὸν ἦν εἰπεῖν πότερον εἰρηνικοὺς μᾶλλον ἢ πολεμικούς καὶ προθυμοτέρους ἢ δικαιοτέρους παρεσκεύασε τοὺς ἄνδρας· οὕτως ἐφαίνοντο φοβεροὶ μὲν τοῖς πολεμίοις, ἥμεροι δὲ τοῖς συμμάχοις, ἄτολμοι δὲ πρὸς τὸ ἀδικεῖν, φιλότιμοι δὲ πρὸς τοὺς ἐπαίνους.
自此,他便吩咐在同一个房间里放置两张卧榻,穆纳提乌斯就这样总是在加图带有戏谑的看护下就寝。随行他的有十五名家奴、两名获释奴和四位朋友;当朋友们骑马前行时,他自己却始终徒步,依次走到每个人身旁与他们交谈。当他抵达军营时,那里驻扎着数个军团,他被统帅任命为其中一个军团的长官;他认为仅仅展现个人的美德,因为只属于一人,乃是微不足道且无济于事的作为,而他最渴望的是使部下们变得与自己一样。他并未从权威中消除敬畏,而是增添了理性,借此就各项事务劝导和教诲部下,同时辅以相应的荣赏与惩罚,以致很难说他把士兵们训练得是更爱好和平还是更善于作战,是更富热情还是更加公正;他们在敌人眼中显得极其可怖,对盟友却温和友善,行不义之事时怯懦畏缩,争取赞誉时却奋勇争先。
οὗ δὲ ἥκιστα Κάτων ἐπεμελήθη, τοῦτο πλεῖστον ὑπῆρχεν αὐτῷ, καὶ δόξα καὶ χάρις καὶ ὑπερβάλλουσα τιμὴ καὶ φιλοφροσύνη παρὰ τῶν στρατιωτῶν, ἃ γὰρ ἑτέροις ἐπέταττεν ἑκουσίως διαπονῶν, καὶ στολὴν μὲν καὶ δίαιταν καὶ πορείαν ἐκείνοις μᾶλλον ἢ τοῖς ἄρχουσιν ὁμοιούμενος, ἤθει δὲ καὶ φρονήματι καὶ λόγῳ πάντας ὑπεραίρων τοὺς αὐτοκράτορας καὶ στρατηγοὺς προσαγορευομένους, ἔλαθε διὰ τούτων ἅμα τὴν πρὸς αὑτὸν εὔνοιαν ἐνεργασάμενος τοῖς ἀνδράσιν.3
而加图最不放在心上的东西,反而最丰厚地归于了他:来自士兵们的声望、拥戴、崇高的敬意和亲切的爱戴。因为他自愿辛劳地践行自己命令他人去做的事,在服饰、饮食和行军上使自己更接近士兵而非将领,但在品格、抱负和辞令上却超越了所有被称为统帅与将军的人,通过这些,他在不知不觉中同时在士兵们心中激起了对自己的深厚情谊。
ἀρετῆς γὰρ ἀληθινὸς οὐκ ἐγγίνεται ζῆλος ἢ διʼ ἄκρας τοῦ παραδιδόντος εὐνοίας καὶ τιμῆς·4 οἱ δὲ ἄνευ τοῦ φιλεῖν ἐπαινοῦντες τοὺς ἀγαθοὺς αἰδοῦνται τὴν δόξαν αὐτῶν, οὐ θαυμάζουσι δὲ τὴν ἀρετὴν οὐδὲ μιμοῦνται.
因为对美德的真正热忱,唯有通过对传授者极高的善意与尊崇才能产生;而那些在缺乏爱戴之情的情况下赞扬善人的人,敬畏的是他们的名望,却并不钦佩他们的美德,也不去效仿。
- 9.1προελθόντων μιᾶς ἡμέρας ὁδόν
属格独立结构,其逻辑主语(加图及其随行人员)根据上下文显而易见因而被省略。μιᾶς ἡμέρας ὁδόν 为表示空间跨度(行进距离)的宾格。
- 9.1ὅπως, ὦ Μουνάτιε, τῇ Ἀτιλίᾳ τὴν ὑπόσχεσιν ἐμπεδώσεις
由 ὅπως 接将来时直陈式(ἐμπεδώσεις)构成的独立句,省略了如 ὅρα 或 ἐπιμελοῦ 之类的主动词,表示强烈的劝告或命令(“务必……”)。
- 9.4ἔλαθε διὰ τούτων ἅμα τὴν πρὸς αὑτὸν εὔνοιαν ἐνεργασάμενος τοῖς ἀνδράσιν
动词 λανθάνω 搭配补充分词(ἐνεργασάμενος)的固定结构,表示“不知不觉间做成了某事”。这表明士兵对他的爱戴是他高尚操守的自然产物,而非刻意笼络民心的结果。
- 9.5ἀρετῆς γὰρ ἀληθινὸς οὐκ ἐγγίνεται ζῆλος ἢ διʼ ἄκρας τοῦ παραδιδόντος εὐνοίας καὶ τιμῆς
否定词 οὐκ 与 ἤ 呼应,相当于 οὐκ ... ἄλλως ἢ,表示排他性限定(“除了……之外不……”)。ἀρετῆς 为依附于 ζῆλος 的宾格性属格(“对美德的热忱”)。
