- 底本
- Plutarch. Plutarch's Lives, Vol. VIII. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1919.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg050.humanitext-grc2:73.1-73.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了加图去世时的享年,并讲述其子虽早年名声不佳却与女儿及追随者斯塔提利乌斯一样,最终都在腓立比战役及相关事件中壮烈殉节的始末。
ἐτελεύτησε δὲ Κάτων ἔτη δυεῖν δέοντα πεντήκοντα βεβιωκώς. ὁ δὲ υἱὸς αὐτοῦ ὑπὸ Καίσαρος μὲν οὐδὲν ἠδικήθη· λέγεται δὲ ῥᾴθυμος γενέσθαι καὶ περὶ γυναῖκας οὐκ ἀνεπίληπτος. ἐν δὲ Καππαδοκίᾳ, ξένῳ τινὶ χρησάμενος Μαρφαδάτῃ τῶν βασιλικῶν ἔχοντι γύναιον εὐπρεπές, καὶ πλείονα παρʼ αὐτοῖς ἢ καλῶς εἶχε διατρίβων χρόνον, ἐσκώπτετο τοιαῦτα γραφόντων1 εἰς αὐτόν "αὔριον Κάτων βαδίζει μετὰ τριάκονθʼ ἡμέρας·" καὶ, "Πόρκιος καὶ Μαρφαδάτης, δύο φίλοι, ψυχὴ μία." Ψυχὴ γὰρ ἐκαλεῖτο τοῦ Μαρφαδάτου τὸ γύναιον, καὶ ἔτι, "εὐγενὴς καὶ λαμπρὸς ὁ Κάτων βασιλικὴν ψυχὴν ἔχει."
加图去世时享年四十八岁。他的儿子虽然未受到恺撒的任何加害,但据说为人散漫,在男女关系上也并非无可指摘。在卡帕多细亚时,他以某位王室随从马尔法达特斯为东道主,后者拥有一位美貌的妻子;他在他们那里逗留的时间超出了合宜的限度,因而由于人们对他写下这样的讥讽之语而受到嘲弄: “加图明天动身,在三十天之后;”以及: “波尔基乌斯与马尔法达特斯,两个朋友,一个灵魂。” 因为马尔法达特斯的那位妻子名叫普绪刻〔意为“灵魂”〕;此外还有: “高贵显赫的加图拥有一颗王者的灵魂。”
ἀλλὰ πᾶσάν γε τὴν τοιαύτην ἐξήλειψε καὶ ἠφάνισε τῷ θανάτῳ δύσκλειαν. ἀγωνιζόμενος γὰρ ἐν Φιλίπποις πρὸς Καίσαρα καὶ Ἀντώνιον ὑπὲρ τῆς ἐλευθερίας, καὶ κλινομένης τῆς φάλαγγος οὔτε φυγεῖν οὔτε λαθεῖν ἀξιώσας, ἀλλὰ προκαλούμενος τοὺς πολεμίους ἔμπροσθεν ἑαυτὸν ἐμφανίζων καὶ συνεξορμῶν τοὺς συμμένοντας ἔπεσε, θαῦμα τῆς ἀρετῆς τοῖς ἐναντίοις παρασχών.
然而,他用自己的死亡洗刷并消除了所有此类恶名。因为他在腓立比为自由与恺撒及安东尼交战,当方阵溃退之际,他既不肯逃跑也不愿躲藏,反而主动向敌人挑衅,现身于阵前,激励并带领坚守阵地的人们一同冲杀而战死,连敌方也对他英勇的表现赞叹不已。
ἔτι δὲ μᾶλλον ἡ θυγάτηρ τοῦ Κάτωνος οὔτε σωφροσύνης οὔτε ἀνδρείας ἀπολειφθεῖσα2 Βρούτῳ γὰρ συνῴκει τῷ κτείναντι Καίσαρα αὐτῆς τε τῆς συνωμοσίας μετέσχε, καὶ προήκατο τὸν βίον ἀξίως τῆς εὐγενείας καὶ ἀρετῆς, ὡς ἐν τοῖς περὶ Βρούτου γέγραπται. Στατύλλιος δὲ φήσας μιμεῖσθαι Κάτωνα τότε μὲν ὑπὸ τῶν φιλοσόφων ἐκωλύθη βουλόμενος ἑαυτὸν ἀνελεῖν, ὕστερον δὲ τῷ Βρούτῳ πιστότατον ἑαυτὸν παρασχὼν καὶ χρησιμώτατον ἐν Φιλίπποις ἀπέθανεν.
更有甚者,加图的女儿在端庄与勇气上也同样毫不逊色;她嫁给了杀死恺撒的布鲁图斯,还参与了密谋本身,并且以不愧于其高贵出身与美德的方式结束了自己的生命,正如在《布鲁图斯传》中所记载的那样。至于曾声称要效法加图的斯塔提利乌斯,当时企图自尽却被哲学家们阻止,后来他向布鲁图斯证明了自己是最为忠诚且极具价值之人,并在腓立比战死。
- 73.2γραφόντων
属格绝对结构,其逻辑主语为语境中未明确指出的泛指复数(“人们”),为主句被动语态动词 ἐσκώπτετο 提供了原因或背景条件。
- 73.4ἔτι δὲ μᾶλλον ἡ θυγάτηρ τοῦ Κάτωνος οὔτε σωφροσύνης οὔτε ἀνδρείας ἀπολειφθεῖσα
破格句(倒断现象),主格主语(ἡ θυγάτηρ)及分词短语(ἀπολειφθεῖσα)引出后,并未接续独立的主句动词,而是直接转入由 γάρ 引导的解释分句。这可视为悬置主格的话题提示,省去了如“值得称颂”等谓语成分。
