← 普鲁塔克

恺撒传

§46.1-46.2

庞培营寨的惨状与布鲁图获赦

恺撒目睹庞培营寨中的惨烈景象,慨叹是政敌将自己逼入内战,随后宽恕降者并赦免了布鲁图。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§46.1

ὁ δὲ Καῖσαρ ὡς ἐν τῷ χάρακι τοῦ Πομπηΐου γενόμενος τούς τε κειμένους νεκροὺς ἤδη τῶν πολεμίων εἶδε καὶ τούς ἔτι κτεινομένους, εἶπεν ἄρα στενάξας τοῦτο ἐβουλήθησαν, εἰς τοῦτό με ἀνάγκης ὑπηγάγοντο, ἵνα Γάϊος Καῖσαρ ὁ μεγίστους πολέμους κατορθώσας, εἰ προηκάμην τὰ στρατεύματα, κἂν κατεδικάσθην.1

至于恺撒,当他进入庞培的营垒,看到敌人已经横陈的尸体以及仍在被杀戮的人时,据传叹了口气说道: “是他们执意如此,是他们将我逼到这般绝境;以致我盖乌斯·恺撒,虽已完成了最伟大的征战,但若解散军队,也必将被判处重罪。”

§46.2

ταῦτά φησι Πολλίων Ἀσίννιος τὰ ῥήματα Ῥωμαϊστὶ μὲν ἀναφθέγξασθαι τὸν Καίσαρα παρὰ τὸν τότε καιρόν, Ἑλληνιστὶ δʼ ὑπʼ αὑτοῦ γεγράφθαι τῶν δὲ ἀποθανόντων τούς πλείστους οἰκέτας γενέσθαι περὶ τὴν κατάληψιν τοῦ χάρακος ἀναιρεθέντας, στρατιώτας δὲ μὴ πλείους ἑξακισχιλίων πεσεῖν, τῶν δὲ ζώντων ἁλόντων κατέμιξε τούς πλείστους ὁ Καῖσαρ εἰς τὰ τάγματα· πολλοῖς δὲ καὶ τῶν ἐπιφανῶν ἄδειαν ἔδωκεν, ὧν καὶ Βροῦτος ἦν ὁ κτείνας αὐτὸν ὕστερον, ἐφʼ ᾧ λέγεται μὴ φαινομένῳ μὲν ἀγωνιᾶσαι, σωθέντος δὲ καὶ παραγενομένου πρὸς αὐτὸν ἡσθῆναι διαφερόντως.2

阿西尼乌斯·波利奥称,当时恺撒是用拉丁语脱口说出这些话的,而由他自己用希腊语记录了下来;他还记载,死者大多是在攻克营垒时被杀的仆役,阵亡的士兵不超过六千人。对于被生擒的人,恺撒将大多数编入了自己的军团;他还赦免了许多显贵之人,其中就包括后来杀害他的布鲁图。据说,当布鲁图未现身时,恺撒深感焦虑;而当他安然无恙来到恺撒面前时,恺撒异乎寻常地欣喜。

语法注2 条
  1. 46.1ἵνα Γάϊος Καῖσαρ ὁ μεγίστους πολέμους κατορθώσας, εἰ προηκάμην τὰ στρατεύματα, κἂν κατεδικάσθην.

    ἵνα 从句内嵌套了与过去事实相反的虚拟条件句(εἰ προηκάμην ... κἂν κατεδικάσθην)。此处 ἵνα 并非表示单纯的目的,而是承接前文的 εἰς τοῦτο ἀνάγκης(逼到如此境地),充当结果或说明从句,意为“(以至于)假若我放弃军队,我本就会被定罪”。以第三人称专有名词(Γάϊος Καῖσαρ)作主语而搭配第一人称虚拟语气动词(κατεδικάσθην)的句式,与苏埃托尼乌斯记载的拉丁语原话("tantis rebus gestis Gaius Caesar condemnatus essem, nisi ab exercitu auxilium petissem")相对应。

  2. 46.2ἐφʼ ᾧ λέγεται μὴ φαινομένῳ μὲν ἀγωνιᾶσαι, σωθέντος δὲ καὶ παραγεονμένου πρὸς αὐτὸν ἡσθῆναι διαφερόντως.

    介词短语 ἐφʼ ᾧ(关于他)置于句首,后接两个在语法结构上不对称的从属分词短语:前半部分使用与格分词 μὴ φαινομένῳ(对未现身的他感到焦虑),后半部分转为属格独立结构 σωθέντος δὲ καὶ παραγενομένου(在他获救并前来时),二者分别与不定式 ἀγωνιᾶσαι 和 ἡσθῆναι 的主语(恺撒)形成修饰关联。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg048.humanitext-grc2:46.1-46.2