← 普鲁塔克

亚历山大大帝传

§55.1-55.5

卡利斯提尼涉案受牵连与死因诸说

跪拜礼事件后,卡利斯提尼陷入孤立,遭赫菲斯提昂等人谗言中伤,并被牵连进赫莫拉奥斯的刺杀阴谋,亚历山大借此公然流露出对亚里斯多德的敌意;文中最后记述了关于卡利斯提尼死因的诸种说法(处决、病死或羁押中患病而亡)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§55.1

τοιαύτης ὑπογινομένης ἀλλοτριότητος πρῶτον μὲν Ἡφαιστίων ἐπιστεύετο λέγων ὅτι συνθέμενος πρὸς αὐτὸν ὁ Καλλισθένης προσκυνῆσαι ψεύσαιτο τὴν ὁμολογίαν ἔπειτα Λυσίμαχοι καὶ Ἅγνωνες1 ἐπεφύοντο φάσκοντες περιϊέναι τὸν σοφιστὴν ὡς ἐπὶ καταλύσει τυραννίδος μέγα φρονοῦντα, καὶ συντρέχειν πρὸς αὐτὸν τὰ μειράκια καὶ περιέπειν ὡς μόνον ἐλεύθερον ἐν τοσαύταις μυριάσι.

这种疏远之情渐起之时,首先是赫菲斯提昂的话获得了信任,他声称卡利斯提尼曾同他约定好要行跪拜礼,却违背了誓约。随后,像吕西马库斯和哈格农之流也群起而攻之,宣称这位智者自负傲慢地四处游走,仿佛要推翻僭政,而青年们成群结队归附于他,侍奉他,视他为这数万众人中唯一的自由之人。

§55.2

διὸ καὶ τῶν περὶ Ἑρμόλαον ἐπιβουλευσάντων τῷ Ἀλεξάνδρῳ καὶ φανερῶν γενομένων ἔδοξαν ἀληθέσιν ὅμοια κατηγορεῖν οἱ διαβάλλοντες, ὡς τῷ μὲν προβαλόντι2 πῶς ἂν ἐνδοξότατος γένοιτο ἄνθρωπος, εἶπεν, ἄν ἀποκτείνῃ τὸν ἐνδοξότατον, τὸν δὲ Ἑρμόλαον ἐπὶ τὴν πρᾶξιν παροξύνων ἐκέλευε μὴ δεδιέναι τὴν χρυσῆν κλίνην, ἀλλὰ μνημονεύειν ὅτι καὶ νοσοῦντι καὶ τιτρωσκομένῳ πρόσεισιν ἀνθρώπῳ.

因此,当赫莫拉奥斯等人图谋刺杀亚历山大的阴谋败露时,进谗者们的指控似乎颇合情理。他们声称,当有人问怎样才能成为最闻名的人时,卡利斯提尼答道:“只要杀死最闻名的人即可”;而在煽动赫莫拉奥斯行刺时,他又嘱咐他不要害怕那张金床,而要记住自己所接近的是一个既会生病又会负伤的人。

§55.3

καίτοι τῶν περὶ Ἑρμόλαον οὐδεὶς οὐδὲ διὰ τῆς ἐσχάτης ἀνάγκης τοῦ Καλλισθένους κατεῖπεν. ἀλλὰ καὶ Ἀλέξανδρος αὐτὸς εὐθὺς Κρατερῷ γράφων καὶ Ἀττάλῳ καὶ Ἀλκέτᾳ φησὶ τοὺς παῖδας βασανιζομένους ὁμολογεῖν ὡς αὐτοὶ ταῦτα πράξειαν, ἄλλος δὲ οὐδεὶς συνειδείη. ὕστερον δὲ γράφων πρὸς Ἀντίπατρον καὶ τὸν Καλλισθένην συνεπαιτιασάμενος, οἱ μὲν παῖδες, φησὶν, ὑπὸ τῶν Μακεδόνων κατελεύσθησαν, τὸν δὲ σοφιστὴν ἐγὼ κολάσω καὶ τοὺς ἐκπέμψαντας αὐτὸν3 καὶ τοὺς ὑποδεχομένους ταῖς πόλεσι τοὺς ἐμοὶ ἐπιβουλεύοντας, ἄντικρυς ἔν γε τούτοις ἀποκαλυπτόμενος πρὸς Ἀριστοτέλην καὶ γὰρ ἐτέθραπτο Καλλισθένης παρʼ αὐτῷ διὰ τὴν συγγένειαν, ἐξ Ἡροῦς γεγονώς, ἀνεψιᾶς Ἀριστοτέλους.

然而,赫莫拉奥斯的同伙中,即便遭受了极刑拷打,也没有一个人供出卡利斯提尼。甚至亚历山大本人随即写给克拉特鲁斯、阿塔罗斯和阿尔刻塔斯的信中也提到,少年们在受拷问时招认,这是他们自行策划的,再无他人知情。然而后来,在写给安提帕特的信中,亚历山大把卡利斯提尼也列为罪人,信中说道: “少年们已被马其顿人掷石处死,但我将惩罚这位智者,以及将他派遣出来的人,还有在各城邦中窝藏图谋害我者的人。” 他在这些言辞中直截了当地把矛头指向了亚里斯多德;因为卡利斯提尼系亚里斯多德表妹赫罗之子,因亲族关系自幼在他身边抚育成人。

§55.5

ἀποθανεῖν δὲ αὐτὸν οἱ μὲν ὑπʼ Ἀλεξάνδρου κρεμασθέντα λέγουσιν, οἱ δὲ ἐν πέδαις δεδεμένον καὶ νοσήσαντα, Χάρης δὲ μετὰ τὴν σύλληψιν4 ἑπτὰ μῆνας φυλάττεσθαι δεδεμένον, ὡς ἐν τῷ συνεδρίῳ κριθείη παρόντος Ἀριστοτέλους, ἐν αἷς δὲ ἡμέραις Ἀλέξανδρος ἐτρώθη περὶ τὴν Ἰνδίαν, ἀποθανεῖν ὑπέρπαχυν γενόμενον καὶ φθειριάσαντα.

关于卡利斯提尼的死,有人说是被亚历山大处以绞刑,有人说是戴着脚镣病死的;但卡瑞斯则说,他被捕后被绑着拘禁了七个月,以便在亚里斯多德在场时交由联席会议审判,但在亚历山大在印度一带负伤的那些日子里,他因过度肥胖和长满虱子而死去。

语法注4 条
  1. 55.1Λυσίμαχοι καὶ Ἅγνωνες

    专有名词使用复数形式,属于修辞上的类别代称,意指“像吕西马库斯和哈格农之流的阿谀奉承之徒”,而非仅指这两个具体的人。

  2. 55.2ὡς τῷ μὲν προβαλόντι

    连词 ὡς 引导依附于 κατηγορεῖν(控告)的从句,说明告发的具体内容。其内部由 μέν 和 δέ 协调两个并列分句:τῷ μὲν προβαλόντι... εἶπεν 与 τὸν δὲ Ἑρμόλαον... ἐκέλευε。

  3. 55.4καὶ τοὺς ἐκπέμψαντας αὐτὸν

    定冠词加分词短语“将他派遣出来的人”在语境中是以复数委婉代指推荐并派遣卡利斯提尼从军的亚里斯多德,下文紧接着出现的 ἄντικρυς ἔν γε τούτοις ἀποκαλυπτόμενος πρὸς Ἀριστοτέλην 明确证实了这一指向。

  4. 55.5Χάρης δὲ μετὰ τὴν σύλληψιν

    承接前句由 λέγουσιν 引出的诸种死因说法。在引述卡瑞斯的异说时,说话动词(如 φησί)被省略,不定词 φυλάττεσθαι 与句末的 ἀποθανεῖν 充当隐含主动词的宾格不定式间接引语补足成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg047.humanitext-grc2:55.1-55.5