- 底本
- Plutarch. Plutarch's Lives, Vol. VI. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1918.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg018.humanitext-grc2:34.1-34.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
提摩利昂在阿博卢斯溪流击败马梅尔科斯并与迦太基缔结有利和约,随后将潜逃的僭主希朋与马梅尔科斯逼入绝境并处决了他们。
μετὰ δὲ ταῦτα στρατεύσας ἐπὶ Μάμερκον εἰς Κατάνην καὶ περὶ τὸ ῥεῦμα τὴν Ἄβολον ἐκ παρατάξεως ὑποστάντα1 νικήσας καὶ τρεψάμενος ὑπὲρ δισχιλίους ἀνεῖλεν, ὧν μέρος οὐκ ὀλίγον ἦσαν οἱ πεμφθέντες ὑπὸ Γέσκωνος ἐπίκουροι Φοίνικες.
此后,提摩利昂进军卡塔那讨伐马梅尔科斯,并在阿博卢斯溪流附近击溃了列阵迎击的他,杀敌两千余人,其中相当一部分是盖斯科派遣的腓尼基雇佣军。
ἐκ δὲ τούτου Καρχηδόνιοι μέν εἰρήνην ἐποιήσαντο πρὸς αὐτὸν δεηθέντες, ὥστε τὴν ἐντὸς τοῦ Λύκου χώραν ἔχειν, καὶ τοῖς βουλομένοις ἐξ αὐτῆς μετοικεῖν πρὸς Συρακουσίους χρήματα καὶ γενεὰς ἀποδιδόντες, καὶ τοῖς τυράννοις ἀπειπάμενοι τὴν συμμαχίαν.2
因此,迦太基人向他恳求并缔结了和约,条件是迦太基保留吕科斯河以内的土地,将财产和家眷归还给那些愿意自该地迁往叙拉古的人,并放弃与僭主们的盟约。
Μάμερκος δὲ δυσθυμῶν ταῖς ἐλπίσιν ἔπλει μέν εἰς Ἰταλίαν ὡς Λευκανοὺς ἐπάξων Τιμολέοντι καὶ Συρακουσίοις, ἐπεὶ δὲ ἀποστρέψαντες οἱ σὺν αὐτῷ τὰς τριήρεις καὶ πλεύσαντες εἰς Σικελίαν τῷ Τιμολέοντι τὴν Κατάνην παρέδωκαν, ἀναγκασθεὶς καὶ αὐτὸς εἰς Μεσσήνην κατέφυγε πρός Ἵππωνα τὸν τυραννοῦντα τῆς πόλεως, ἐπελθόντος δὲ τοῦ Τιμολέοντος αὐτοῖς καὶ πολιορκοῦντος ἔκ τε γῆς καὶ θαλάττης, ὁ μέν Ἵππων ἀποδιδράσκων ἐπὶ νεὼς ἥλω, καὶ παραλαβόντες αὐτὸν οἱ Μεσσήνιοι, καὶ τοὺς παῖδας ἐκ τῶν διδασκαλείων ὡς ἐπὶ θέαμα κάλλιστον τὴν τοῦ τυράννου τιμωρίαν ἀγαγόντες εἰς θέατρον, ᾐκίσαντο καὶ διέφθειραν·
马梅尔科斯万念俱灰,乘船前往意大利,企图引卢卡尼亚人来对付提摩利昂和叙拉古人;但他身边的随从却调转三列桨座战船驶往西西里,将卡塔那献给了提摩利昂,他也迫于无奈逃往墨塞涅,投奔该城的僭主希朋。当提摩利昂大军杀到,水陆并进围攻他们时,希朋在乘船潜逃之际被擒;墨塞涅人接管了他,并把孩子们从学堂带到剧场,如同观看最精彩的奇观一般观看对僭主的惩罚,将他拷打处死。
ὁ δὲ Μάμερκος ἑαυτὸν Τιμολέοντι παρέδωκεν ἐπὶ τῷ δίκην ὑποσχεῖν ἐν Συρακουσίοις μὴ κατηγοροῦντος Τιμολέοντος.3
马梅尔科斯则将自己交给了提摩利昂,条件是在叙拉古人面前受审,且提摩利昂不得作为控告人。
ἀχθεὶς δὲ εἰς τὰς Συρακούσας, παρελθὼν εἰς τὸν δῆμον ἐπεχείρει μέν τινα συγκείμενον ἐκ παλαιοῦ λόγον ὑπʼ αὐτοῦ διεξιέναι, θορύβοις δὲ περιπίπτων καὶ τὴν ἐκκλησίαν ὁρῶν ἀπαραίτητον ἔθει ῥίψας τὸ ἱμάτιον διὰ μέσου τοῦ θεάτρου, καὶ πρός τι τῶν βάθρων δρόμῳ φερόμενος συνέρρηξε τὴν κεφαλὴν ὡς ἀποθανούμενος.
他被解送至叙拉古,走上民众大会,试图宣读一篇自己很久以前就写好的演说;但在遭遇一片喧噪并见大会毫无宽宥之意后,他脱下外衣,穿过剧场中央狂奔,猛力冲向其中的一级石座,撞碎了自己的头颅,企图以此毙命。
οὐ μὴν ἔτυχέ γε ταύτης τῆς τελευτῆς, ἀλλʼ ἔτι ζῶν ἀπαχθεὶς ἥνπερ οἱ λῃσταὶ δίκην ἔδωκε.
然而他并未能以此方式结束生命,而是在尚存一息时被押走,遭受了与强盗相同的死刑。
- 34.1ἐκ παρατάξεως ὑποστάντα
宾格分词 ὑποστάντα 作 νικήσας καὶ τρεψάμενος 的直接宾语,指代马梅尔科斯。介词短语 ἐκ παρατάξεως(“列阵”、“在阵地战中”)修饰 ὑποστάντα(“迎击、抵抗”),表明他是摆开正规阵势迎战而非打游击战。
- 34.2ὥστε τὴν ἐντὸς τοῦ Λύκου χώραν ἔχειν, καὶ τοῖς βουλομένοις ἐξ αὐτῆς μετοικεῖν πρὸς Συρακουσίους χρήματα καὶ γενεὰς ἀποδιδόντες, καὶ τοῖς τυράννοις ἀπειπάμενοι τὴν συμμαχίαν
此句出现句法错位(anakolouthon):由 ὥστε 引导的不定式 ἔχειν(表条约条款/结果)后,并列了与主语 Καρχηδόνιοι 一致的主格分词 ἀποδιδόντες 和 ἀπειπάμενοι。在逻辑意义上,这三项共同构成了和约的三大条款:保有吕科斯河以内土地、归还迁居者的财产与家眷,以及废除与僭主的同盟。
- 34.5ἐπὶ τῷ δίκην ὑποσχεῖν ἐν Συρακουσίοις μὴ κατηγοροῦντος Τιμολέοντος
结构 ἐπὶ τῷ 搭配不定式(δίκην ὑποσχεῖν)表示条件或协议(“在……的条件下受审”)。随后附带了带有否定词 μή 的属格独立结构 μὴ κατηγοροῦντος Τιμολέοντος,作为限定该条件的保留条款(“只要提摩利昂不充当起诉人”);正因具有假设/条件意味,此处采用了否定词 μή 而非 οὐ。
