← 普鲁塔克

科里奥兰纳斯传

§1.1-1.4

马尔基乌斯家族的世系与科利奥兰纳斯的身世

本段介绍了显赫的马尔基乌斯家族谱系,以及由母亲独自抚养的孤儿盖乌斯·马尔基乌斯(科利奥兰纳斯)的性格特质。他刚毅的天性固然铸就了卓越品质,但因缺乏教养而显得暴躁固执,在极其崇尚武勇的早期罗马社会中招致了爱恨交织的评价。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.1

ὁ Μαρκίων οἶκος ἐν Ῥώμῃ τῶν πατρικίων πολλοὺς παρέσχεν ἐνδόξους ἄνδρας, ὧν καὶ Μάρκιος ἦν Ἄγκος, ὁ Νομᾶ θυγατριδοῦς καὶ μετὰ Τύλλον Ὁστίλιον βασιλεὺς γενόμενος. Μάρκιοι δʼ ἦσαν καὶ Πόπλιος καὶ Κόιντος οἱ πλεῖστον ὕδωρ καὶ κάλλιστον ἐν Ῥώμῃ καταγαγόντες, καὶ Κηνσωρῖνος, ὃν δὶς ἀπέδειξε τιμητὴν ὁ Ῥωμαίων δῆμος, εἶτα ὑπʼ αὐτοῦ πεισθεὶς ἐκείνου νόμον ἔθετο καὶ ἐψηφίσατο μηδενὶ τὴν ἀρχὴν δὶς ἐξεῖναι μετελθεῖν.

罗马的马尔基乌斯贵族世家涌现出许多显赫的人物,其中就有努马的外孙、在图卢斯·霍斯提利乌斯之后即位的国王安库斯·马尔基乌斯。将最丰富、最清澈的水源引入罗马的普布利乌斯和昆图斯,也是马尔基乌斯家族的人;还有曾被罗马人民两度任命为监察官的琴索里努斯,但他后来劝说人民立法定案,规定任何人都不得两度谋求该职。

§1.2

Γάϊος δὲ Μάρκιος, ὑπὲρ οὗ τάδε γέγραπται, τραφεὶς ὑπὸ μητρὶ χήρᾳ πατρὸς ὀρφανός, ἀπέδειξε τὴν ὀρφανίαν ἄλλα μὲν ἔχουσαν κακά, πρὸς δὲ τὸ γενέσθαι σπουδαῖον ἄνδρα καὶ διαφέροντα τῶν πολλῶν οὐδὲν ἐμποδὼν οὖσαν, ἄλλως δὲ τοῖς φαύλοις αἰτιᾶσθαι καὶ ψέγειν παρέχουσαν αὑτὴν ὡς ἀμελείᾳ διαφθείρουσαν.1 ὁ δʼ αὐτὸς ἀνὴρ ἐμαρτύρησε καὶ τοῖς τὴν φύσιν ἡγουμένοις, ἐὰν οὖσα γενναία καὶ ἀγαθὴ παιδείας ἐνδεὴς γένηται, πολλὰ τοῖς χρηστοῖς ὁμοῦ φαῦλα συναποτίκτειν, ὥσπερ εὐγενῆ χώραν ἐν γεωργίᾳ θεραπείας μὴ τυχοῦσαν.

本传的主角盖乌斯·马尔基乌斯幼年丧父,由守寡的母亲抚养成人。他证明了丧父虽会带来其他不幸,但绝不妨碍一个人成为杰出卓越的伟人,反而只是让平庸之辈有了借口,无端责难并归咎于孤苦的环境,声称它是因缺乏管教而使人堕落。这个人同时也向那些持此见解的人提供了明证:一种天性即便高尚纯良,倘若缺乏教养,就会像肥沃的土地在耕作中未蒙照料一样,在产出优良品质的同时也夹杂着许多恶劣的性情。

§1.3

τὸ γὰρ ἰσχυρὸν αὐτοῦ πρὸς ἅπαντα τῆς γνώμης καὶ καρτερὸν2 ὁρμάς τε μεγάλας καὶ τελεσιουργοὺς τῶν καλῶν ἐξέφερε, θυμοῖς τε αὖ πάλιν χρώμενον ἀκράτοις καὶ φιλονεικίαις ἀτρέπτοις οὐ ῥᾴδιον οὐδʼ εὐάρμοστον ἀνθρώποις συνεῖναι παρεῖχεν, ἀλλὰ τὴν ἐν ἡδοναῖς καὶ πόνοις καὶ ὑπὸ χρημάτων ἀπάθειαν αὐτοῦ θαυμάζοντες καὶ ὀνομάζοντες ἐγκράτειαν καὶ δικαιοσύνην καὶ ἀνδρείαν, ἐν ταῖς πολιτικαῖς αὖ πάλιν ὁμιλίαις ὡς ἐπαχθῆ καὶ ἄχαριν καὶ ὀλιγαρχικὴν ἐδυσχέραινον.

因为他对一切事物的心智坚毅顽强,固然激发了成就崇高事业的巨大动力,但他又受制于激烈的脾性和不可动摇的争强好胜,以至于使他难以与人相处,也无法融洽合群。人们对他抵御享乐、劳苦和金钱诱惑的无动于衷赞叹不已,称之为自制、正义和勇敢,但在政治交往中,却又因它令人压抑、毫无亲和力且带有寡头倾向而对之深感厌烦。

§1.4

οὐδὲν γὰρ ἄλλο Μουσῶν εὐμενείας ἀπολαύουσιν ἄνθρωποι τοσοῦτον ὅσον ἐξημερῶσαι τὴν φύσιν ὑπὸ λόγου καὶ παιδείας, τῷ λόγῳ δεξαμένην τὸ μέτριον καὶ τὸ ἄγαν ἀποβαλοῦσαν. ὅλως μὲν οὖν ἐν τοῖς τότε χρόνοις ἡ Ῥώμη μάλιστα τῆς ἀρετῆς τὸ περὶ τὰς πολεμικὰς καὶ στρατιωτικὰς ἐκύδαινε πράξεις, καὶ μαρτυρεῖ τὸ τὴν ἀρετὴν ὑπʼ αὐτῶν ἑνὶ τῷ τῆς ἀνδρείας ὀνόματι προσαγορεύεσθαι, καὶ τοῦτο τοῦ γένους ὄνομα κοινὸν ὑπάρχειν ᾧ τὴν ἀνδρείαν ἰδίᾳ καλοῦσιν.3

因为人类从缪斯女神的恩典中所获得的最大收益,莫过于通过理性和教养来驯化天性,借助理性接受中庸之道而屏弃过度。总的来说,在那个时代的罗马,人们最尊崇的是美德中与战事和军事行动相关的那一部分;这一点可以从他们用单一的“勇敢”之名来称呼美德,并以他们特指“勇敢”的那个词作为美德这一整个类别的共通名称这一事实中得到证明。

语法注3 条
  1. 1.2ἄλλως δὲ τοῖς φαύλοις αἰτιᾶσθαι καὶ ψέγειν παρέχουσαν αὑτὴν ὡς ἀμελείᾳ διαφθείρουσαν

    副词 ἄλλως 在此意为“无端地”、“徒然地”或“仅作为借口”。短语 παρέχουσαν αὑτὴν αἰτιᾶσθαι 构成不定式结构,反身代词 αὑτήν 为不定式的宾语,与格 τοῖς φαύλοις 为不定式 αἰτιᾶσθαι καὶ ψέγειν 的逻辑主语。连词 ὡς 连同分词 διαφθείρουσαν 表示主观声称的借口(“声称它因缺乏管教而使人堕落”)。

  2. 1.3τὸ γὰρ ἰσχυρὸν αὐτοῦ πρὸς ἅπαντα τῆς γνώμης καὶ καρτερὸν

    中性形容词名词化短语(τὸ ἰσχυρὸν ... καὶ καρτερὸν)充当句子主语,统辖属格 αὐτοῦ τῆς γνώμης(“他心智的”)。介词短语 πρὸς ἅπαντα 意为“面对一切事物”。该主语支配了由 τε ... τε 连结的两个并列主动词 ἐξέφερε 与 παρεῖχεν。

  3. 1.4καὶ τοῦτο τοῦ γένους ὄνομα κοινὸν ὑπάρχειν ᾧ τὴν ἀνδρείαν ἰδίᾳ καλοῦσιν

    本句用希腊语解释了拉丁语词汇 virtus 的双重含义。关系代词与格 ᾧ 的先行词是 τοῦτο(即用于指代“勇敢”之词)。整句意为:“他们特指‘勇敢’(即狭义的 virtus)所用的这一名称,同时也构成了美德这一属类(genus)的通用总称。”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg016.humanitext-grc2:1.1-1.4