← 普鲁塔克

阿尔西比亚德斯传

§10.1-10.3

步入政坛与鹌鹑轶事及演说风格

本段记叙了阿尔西比亚德斯因偶然捐款及逃逸鹌鹑事件而步入公共生活并结识安提奥库斯,随后论及他重视雄辩之术,并引泰奥弗拉斯托斯之语说明他因字斟句酌而偶有辞穷停顿的情形。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§10.1

πρώτην δʼ αὐτῷ πάροδον εἰς τὸ δημόσιον γενέσθαι λέγουσι μετὰ χρημάτων ἐπιδόσεως, οὐκ ἐκ παρασκευῆς, ἀλλὰ παριόντα θορυβούντων Ἀθηναίων ἐρέσθαι τὴν αἰτίαν τοῦ θορύβου, πυθόμενον δὲ χρημάτων ἐπίδοσιν γίνεσθαι παρελθεῖν καὶ ἐπιδοῦναι· τοῦ δὲ δήμου κροτοῦντος καὶ βοῶντος ὑφʼ ἡδονῆς, ἐπιλαθέσθαι τοῦ ὄρτυγος ὃν ἐτύγχανεν ἔχων ἐν τῷ ἱματίῳ· πτοηθέντος οὖν καὶ διαφυγόντος ἔτι μᾶλλον ἐκβοῆσαι τοὺς Ἀθηναίους, πολλοὺς δὲ συνθηρᾶν ἀναστάντας, λαβεῖν δʼ αὐτὸν Ἀντίοχον τὸν κυβερνήτην καὶ ἀποδοῦναι· διὸ προσφιλέστατον τῷ Ἀλκιβιάδῃ γενέσθαι.

据说,他首次步入公共生活是伴随着一次捐款,且并非出于预先策划:当他走过时,见雅典人喧闹鼓噪,便询问起骚动的缘由,得知正在进行自愿捐款后,便走上前去捐了一笔款。民众欣喜若狂地鼓掌欢呼,他竟忘了自己外衣里正揣着一只鹌鹑;于是鹌鹑受惊逃脱,雅典人更是大声欢呼起来,许多人起身一起追捕,最后由舵手安提奥库斯抓获并还给了他;安提奥库斯也因此成为阿尔西比亚德斯最宠幸之人。

§10.2

μεγάλας δʼ αὐτῷ κλεισιάδας ἐπὶ τὴν πολιτείαν ἀνοίγοντος τοῦ τε γένους καὶ τοῦ πλούτου τῆς τε περὶ τὰς μάχας ἀνδραγαθίας,1 φίλων τε πολλῶν καὶ οἰκείων ὑπαρχόντων, ἀπʼ οὐδενὸς ἠξίου μᾶλλον ἢ τῆς τοῦ λόγου χάριτος ἰσχύειν ἐν τοῖς πολλοῖς. καὶ ὅτι μὲν δυνατὸς ἦν εἰπεῖν, οἵ τε κωμικοὶ μαρτυροῦσι καὶ τῶν ῥητόρων ὁ δυνατώτατος ἐν τῷ κατὰ Μειδίου, λέγων τὸν Ἀλκιβιάδην καὶ δεινότατον εἰπεῖν γενέσθαι πρὸς τοῖς ἄλλοις.

虽然门第、财富、作战中的英勇,以及众多朋友和亲族的存在,为他敞开了通往城邦政治的大门,但他认为在民众中立足,比起其他任何事物都更应依靠演说的魅力。对于他在言辞上的能言善辩,喜剧诗人们作证过,而演说家中能力最强的一位在《驳梅狄亚斯》中也提到,阿尔西比亚德斯除其他特质之外,在演说方面亦是最为出众的。

§10.3

εἰ δὲ Θεοφράστῳ πιστεύομεν, ἀνδρὶ φιληκόῳ καὶ ἱστορικῷ παρʼ ὁντινοῦν τῶν φιλοσόφων, εὑρεῖν μὲν ἦν τὰ δέοντα καὶ νοῆσαι πάντων ἱκανώτατος ὁ Ἀλκιβιάδης, ζητῶν δὲ μὴ μόνον ἃ δεῖ λέγειν, ἀλλὰ καὶ ὡς δεῖ τοῖς ὀνόμασι καὶ τοῖς ῥήμασιν, οὐκ εὐπορῶν δέ, πολλάκις ἐσφάλλετο καὶ μεταξὺ λέγων2 ἀπεσιώπα καὶ διέλειπε, λέξεως διαφυγούσης αὐτόν, ἀναλαμβάνων καὶ διασκοπούμενος.

然而,如果我们相信泰奥弗拉斯托斯——一位比任何哲学家都更为求知若渴且博洽多闻的人——那么阿尔西比亚德斯在发现与构想适宜的主题方面虽是无人能及的干练,但由于他不仅探寻该说什么,更探求应当如何运用词句来表达,一旦词汇不敷使用,便常常出现停滞,演说中途忽然缄默停顿,因为某个词句从他脑海中溜走,以至于他不得不重新搜寻并仔细斟酌。

语法注2 条
  1. 10.2ἀνοίγοντος τοῦ τε γένους καὶ τοῦ πλούτου τῆς τε περὶ τὰς μάχας ἀνδραγαθίας

    在这一属格绝对结构中,尽管分词支配着三个并列的名词短语(τοῦ γένους、τοῦ πλούτου、τῆς ἀνδραγαθίας),现在分词 ἀνοίγοντος 却采用了单数形式。这种单数一致既可视为将多重复合主语统合为一个整体因素,亦符合分词依就近原则与邻接单数名词一致的古希腊语语法习惯。

  2. 10.3μεταξὺ λέγων

    时间副词 μεταξύ 搭配现在分词 λέγων,构成表示“在言说当中/正说着的时候”的固定句式(μεταξύ + 分词),表明主句动词(ἀπεσιώπα καὶ διέλειπε,沉默并停顿)的动作正是在其说话的中途猝然发生的。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg015.humanitext-grc2:10.1-10.3