← 普鲁塔克

梭伦传

§12.1-12.6

基隆案神谴的平息与埃庇米尼得斯净化城邦

为平息基隆屠杀案造成的宗教罪愆引发的内讧,梭伦出面调停将墨伽克勒斯家族交付审判并流放;随后克里特贤人埃庇米尼得斯应召而来,整饬祭仪并净化城邦,为梭伦立法奠定了基础。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

τὸ δὲ Κυλώνειον ἄγος ἤδη μὲν ἐκ πολλοῦ διετάραττε τὴν πόλιν, ἐξ οὗ τοὺς συνωμότας τοῦ Κύλωνος ἱκετεύοντας τὴν θεὸν Μεγακλῆς ὁ ἄρχων ἐπὶ δίκῃ κατελθεῖν ἔπεισεν· ἐξάψαντας δὲ τοῦ ἕδους κρόκην κλωστὴν καὶ ταύτης ἐχομένους,1 ὡς ἐγένοντο περὶ τὰς σεμνὰς θεὰς καταβαίνοντες, αὐτομάτως τῆς κρόκης ῥαγείσης, ὥρμησε συλλαμβάνειν ὁ Μεγακλῆς καὶ οἱ συνάρχοντες, ὡς τῆς θεοῦ τὴν ἱκεσίαν ἀπολεγομένης·2 καὶ τοὺς μὲν ἔξω κατέλευσαν, οἱ δὲ τοῖς βωμοῖς προσφυγόντες ἀπεσφάγησαν· μόνοι δʼ ἀφείθησαν οἱ τὰς γυναῖκας αὐτῶν ἱκετεύσαντες.

基隆之祸乱造成的罪愆早已长久困扰着城邦,起因是执政官墨伽克勒斯说服了基隆的同谋者(他们当时是向女神祈求庇护的请愿者)走下来接受审判。他们把一根搓捻的细线系在神像上,抓着它走下来,当他们下到庄严女神的神龛附近时,那根线自行断裂了,于是墨伽克勒斯和同僚执政官们便冲上去抓捕他们,借口说女神拒绝了他们的祈求。留在神庙外的人被乱石砸死,而逃往祭坛避难的人则惨遭屠戮;只有向执政官们的妻子哀求的人才得以幸免。

§12.2

ἐκ τούτου δὲ κληθέντες ἐναγεῖς ἐμισοῦντο· καὶ τῶν Κυλωνείων οἱ περιγενόμενοι πάλιν ἦσαν ἰσχυροί, καὶ στασιάζοντες ἀεὶ διετέλουν πρὸς τοὺς ἀπὸ τοῦ Μεγακλέους. ἐν δὲ τῷ τότε χρόνῳ τῆς στάσεως ἀκμὴν λαβούσης μάλιστα καὶ τοῦ δήμου διαστάντος, ἤδη δόξαν ἔχων ὁ Σόλων παρῆλθεν εἰς μέσον ἅμα τοῖς ἀρίστοις τῶν Ἀθηναίων, καὶ δεόμενος καὶ διδάσκων ἔπεισε τοὺς ἐναγεῖς λεγομένους δίκην ὑποσχεῖν καὶ κριθῆναι τριακοσίων ἀριστίνδην δικαζόντων.

因此,他们被称为“受诅咒者”并遭人痛恨;基隆余党重新集结壮大,与墨伽克勒斯的后裔持续进行党派纷争。当时纷争达到了顶点,民众陷于分裂,梭伦已享有名望,便与雅典最优秀的人士一同挺身而出,通过哀请与劝导,说服那些被称为受诅咒者的人出庭受审,由按贵族门第挑选出的三百人进行判决。

§12.3

Μύρωνος δὲ τοῦ Φλυέως κατηγοροῦντος ἑάλωσαν οἱ ἄνδρες, καὶ μετέστησαν οἱ ζῶντες· τῶν δʼ ἀποθανόντων τοὺς νεκροὺς ἀνορύξαντες ἐξέρριψαν ὑπὲρ τοὺς ὅρους. ταύταις δὲ ταῖς ταραχαῖς καὶ Μεγαρέων συνεπιθεμένων ἀπέβαλόν τε Νίσαιαν οἱ Ἀθηναῖοι καὶ Σαλαμῖνος ἐξέπεσον αὖθις. καὶ φόβοι τινὲς ἐκ δεισιδαιμονίας ἅμα καὶ φάσματα κατεῖχε τὴν πόλιν, οἵ τε μάντεις ἄγη καὶ μιασμοὺς δεομένους καθαρμῶν προφαίνεσθαι διὰ τῶν ἱερῶν ἠγόρευον.

在弗吕亚的米隆提起控告后,这些人被定罪,活着的人被流放境外;至于已死之人,人们将他们的尸体挖出,抛到国境之外。借着这些动乱,墨加拉人也乘机进攻,雅典人不仅失去了尼萨亚,而且再次丢掉了萨拉米斯。同时,由于迷信产生的某种恐惧与幽灵笼罩了城邦,预言家们宣称,通过祭祀显现出了需要净化的诅咒与不洁。

§12.4

οὕτω δὴ μετάπεμπτος αὐτοῖς ἧκεν ἐκ Κρήτης Ἐπιμενίδης ὁ Φαίστιος, ὃν ἕβδομον ἐν τοῖς σοφοῖς καταριθμοῦσιν ἔνιοι τῶν οὐ προσιεμένων τὸν Περίανδρον. ἐδόκει δέ τις εἶναι θεοφιλὴς καὶ σοφὸς περὶ τὰ θεῖα τὴν ἐνθουσιαστικὴν καὶ τελεστικὴν σοφίαν, διὸ καὶ παῖδα νύμφης ὄνομα Βάλτης καὶ Κούρητα νέον αὐτὸν οἱ τότε ἄνθρωποι προσηγόρευον. ἐλθὼν δὲ καὶ τῷ Σόλωνι χρησάμενος φίλῳ πολλὰ προσυπειργάσατο καὶ προωδοποίησεν αὐτῷ τῆς νομοθεσίας.

正是在此情形下,法埃斯托斯的埃庇米尼得斯应他们之召从克里特前来,在不愿将佩里安德列入的人当中,有些人将他算作七贤中的第七人。他被认为深受神明喜爱,并在具有狂热与密仪性质的智慧方面通晓神事,因此当时的人们称他为名叫巴尔忒的水仙之子和新的库瑞斯。他来到后与梭伦结为好友,为梭伦的立法作了许多前期铺垫与扫清道路的工作。

§12.5

καὶ γὰρ εὐσταλεῖς ἐποίησε τὰς ἱερουργίας καὶ περὶ τὰ πένθη πρᾳοτέρους, θυσίας τινὰς εὐθὺς ἀναμίξας πρὸς τὰ κήδη, καὶ τὸ σκληρὸν ἀφελὼν καὶ τὸ βαρβαρικὸν ᾧ συνείχοντο πρότερον αἱ πλεῖσται γυναῖκες. τὸ δὲ μέγιστον, ἱλασμοῖς τισι καὶ καθαρμοῖς καὶ ἱδρύσεσι κατοργιάσας καὶ καθοσιώσας τὴν πόλιν ὑπήκοον τοῦ δικαίου καὶ μᾶλλον εὐπειθῆ πρὸς ὁμόνοιαν κατέστησε. λέγεται δὲ τὴν Μουνυχίαν ἰδὼν καὶ καταμαθὼν πολὺν χρόνον, εἰπεῖν πρὸς τοὺς παρόντας ὡς τυφλόν ἐστι τοῦ μέλλοντος ἄνθρωπος· ἐκφαγεῖν γὰρ ἂν Ἀθηναίους τοῖς αὑτῶν ὀδοῦσιν, εἰ προῄδεσαν ὅσα τὴν πόλιν ἀνιάσει τὸ χωρίον·3 ὅμοιον δέ τι καὶ Θαλῆν εἰκάσαι λέγουσι· κελεῦσαι γὰρ αὐτὸν ἔν τινι τόπῳ τῆς Μιλησίας φαύλῳ καὶ παρορωμένῳ τελευτήσαντα θεῖναι, προειπὼν ὡς ἀγορά ποτε τοῦτο Μιλησίων ἔσται τὸ χωρίον. Ἐπιμενίδης μὲν οὖν μάλιστα θαυμασθείς, καὶ χρήματα διδόντων πολλὰ καὶ τιμὰς μεγάλας τῶν Ἀθηναίων, οὐδὲν ἢ θαλλὸν ἀπὸ τῆς ἱερᾶς ἐλαίας αἰτησάμενος καὶ λαβὼν ἀπῆλθεν.

因为他简化了宗教仪式,使人们在哀悼时更为温和,在丧葬中直接融入某些献祭,除去了此前大部分妇女所沉湎的那种残酷而野蛮的习俗。最重要的是,他通过某些赎罪礼、净化礼和奠基礼圣化并祝圣了城邦,使城邦顺服于正义,更易于达成同心同德。据说,他看到穆尼基亚并长时间观察之后,对在场的人说,人对未来是多么盲目啊;因为他说,如果雅典人预先知道那地方会给城邦带来多少痛苦,他们会用自己的牙齿将它啃噬干净。人们说泰勒斯也有过类似的预言;因为他吩咐在他死后,将其埋葬在米利都境内一处平凡且被忽视的土地上,并预言该处日后定会成为米利都人的广场。埃庇米尼得斯因而受到极高的敬仰,尽管雅典人要赠予他大量钱财和崇高荣誉,他却除了一枝圣橄榄树的枝条外一无所求,接过之后便离去了。

语法注3 条
  1. 12.1ἐξάψαντας δὲ τοῦ ἕδους κρόκην κλωστὴν καὶ ταύτης ἐχομένους

    宾格分词 ἐξάψαντας 与 ἐχομένους 指代前文的 τοὺς συνωμότας,充当后文不定式 συλλαμβάνειν 的宾语。该句描绘了他们通过握住系在神像(τοῦ ἕδους)上的线、在其神圣保护下走下卫城的情景。

  2. 12.1ὡς τῆς θεοῦ τὴν ἱκεσίαν ἀπολεγομένης

    由 ὡς 引导的属格独立结构,表示主句动作主体(墨伽克勒斯等人)的主观动机或借口(“以女神拒绝了他们的庇护请求为由”)。

  3. 12.6ἐκφαγεῖν γὰρ ἂν Ἀθηναίους τοῖς αὑτῶν ὀδοῦσιν, εἰ προῄδεσαν ὅσα τὴν πόλιν ἀνιάσει τὸ χωρίον

    间接引语中的与过去事实相反的虚拟条件句。不定式带 ἄν(ἐκφαγεῖν ἄν)对应于直接引语中直陈式过去时加 ἄν,与条件从句 εἰ προῄδεσαν(过去完成时表过去未完成意义)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg007.humanitext-grc2:12.1-12.6