- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:8.1-8.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
忒修斯在埃皮达鲁斯斩杀佩里斐忒斯并夺其巨棒作为兵刃,在地峡以同样手段制裁弯松贼西尼斯,随后寻获西尼斯逃匿的女儿佩丽古涅并与她生子,奠定了其后裔敬重特定草木的古老渊源。
καὶ πρῶτον μὲν ἐν τῇ Ἐπιδαυρίᾳ Περιφήτην, ὅπλῳ χρώμενον κορύνῃ καὶ διὰ τοῦτο Κορυνήτην ἐπικαλούμενον, ἁπτόμενον αὐτοῦ καὶ κωλύοντα προάγειν συμβαλὼν ἀπέκτεινεν· ἡσθεὶς δὲ τῇ κορύνῃ λαβὼν ὅπλον ἐποιήσατο καὶ διετέλει χρώμενος, ὥσπερ ὁ Ἡρακλῆς τῷ δέρματι τοῦ λέοντος. ἐκείνῳ μὲν οὖν ἐπίδειξις ἦν φορούμενον ἡλίκου τὸ μέγεθος θηρίου κρατήσειεν,1 οὗτος δὲ τὴν κορύνην ἐπεδείκνυεν ἡττημένην μὲν ὑπʼ αὐτοῦ, μετʼ αὐτοῦ δὲ ἀήττητον οὖσαν.
首先,在埃皮达鲁斯境内,佩里斐忒斯以巨棒为武器,因而被称为“执棒者”;当他对忒修斯动手、试图阻拦其前进时,忒修斯迎上前去将他斩杀。忒修斯十分中意那根巨棒,便将其据为己有并当作自己的武器,终身使用不辍,正如赫拉克勒斯使用狮皮一般。对于赫拉克勒斯而言,披戴狮皮是为了彰显自己降服了何等巨大的野兽;而忒修斯展示巨棒,则是表明它虽曾被自己制服,但与自己并肩作战时却是所向无敌的。
ἐν δʼ Ἰσθμῷ Σίνιν τὸν πιτυοκάμπτην ᾧ τρόπῳ πολλοὺς ἀνῄρει, τούτῳ διέφθειρεν αὐτός, οὐ μεμελετηκὼς οὐδʼ εἰθισμένος, ἐπιδείξας δὲ τὴν ἀρετὴν ὅτι καί τέχνης περίεστι καὶ μελέτης ἁπάσης.2 ἦν δὲ τῷ Σίνιδι καλλίστη καὶ μεγίστη θυγάτηρ, ὄνομα Περιγούνη. ταύτην τοῦ πατρὸς ἀνῃρημένου φυγοῦσαν ἐζήτει περιϊὼν ὁ Θησεύς· ἡ δʼ εἰς τόπον ἀπελθοῦσα λόχμην ἔχοντα πολλὴν στοιβήν τε πλείστην καὶ ἀσφάραγον, ἀκάκως πάνυ καὶ παιδικῶς ὥσπερ αἰσθανομένων δεομένη προσεύχετο μεθʼ ὅρκων, ἂν σώσωσιν αὐτὴν καὶ ἀποκρύψωσι, μηδέποτε λυμανεῖσθαι μηδὲ καύσειν.3
在科林斯地峡,他亲手杀死了“弯松贼”西尼斯,所用的正是西尼斯惯常杀害众人的手段;忒修斯对此既无钻研,亦无经验,却借此证明了英勇的美德远胜一切技艺与训练。西尼斯有个容貌极美、身材高大的女儿,名叫佩丽古涅。在父亲被杀后她逃跑了,忒修斯便四处搜寻她;而她逃入一处灌木丛生、长满多刺灌木和野天门冬的地方,极为天真幼稚地将草木视作具有知觉之物,立誓哀求它们,若是能保全并隐匿她,她便绝不伤害或焚烧它们。
ἀνακαλουμένου δὲ τοῦ Θησέως καὶ πίστιν διδόντος ὡς ἐπιμελήσεται καλῶς αὐτῆς καὶ οὐδὲν ἀδικήσει, προῆλθε· καὶ τῷ μὲν Θησεῖ συγγενομένη Μελάνιππον ἔτεκε, Δηϊονεῖ δὲ τῷ Εὐρύτου τοῦ Οἰχαλιέως ὕστερον συνῴκησε, Θησέως δόντος. ἐκ δὲ Μελανίππου τοῦ Θησέως γενόμενος Ἴωξος Ὀρνύτῳ τῆς εἰς Καρίαν ἀποικίας μετέσχεν· ὅθεν Ἰωξίδαις καὶ Ἰωξίσι πάτριον κατέστη μήτε ἄκανθαν ἀσφαράγου μήτε στοιβὴν καίειν, ἀλλὰ σέβεσθαι καὶ τιμᾶν.
直到忒修斯呼唤她,并立誓保证会好好照料她、绝不加害于她,她才走了出来。她与忒修斯同居后生下梅拉尼波斯,后来忒修斯又将她许配给俄卡利亚的欧律托斯之子代奥纽斯。忒修斯之子梅拉尼波斯又生下约克索斯,约克索斯与奥耳纽托斯一同参与了向卡里亚的殖民;从此,约克索斯的男女后裔便形成了一种祖传规矩:既不焚烧天门冬的荆棘,也不焚烧那种多刺灌木,反而敬重爱护它们。
- 8.1ἐκείνῳ μὲν οὖν ἐπίδειξις ἦν φορούμενον ἡλίκου τὸ μέγεθος θηρίου κρατήσειεν
φορούμενον 是中性单数主格分词,承接前文的 τῷ δέρματι,实质上充当主语(“被披戴的兽皮”或“披戴兽皮这件事”)。随后的 ἡλίκου ... κρατήσειεν 是依附于过去时动词(ἦν)的间接疑问句,故动词采用间接引语希求法(κρατήσειεν)。τὸ μέγεθος 则是关系对格(表示“在尺寸大小方面”)。
- 8.2ἐπιδείξας δὲ τὴν ἀρετὴν ὅτι καί τέχνης περίεστι καὶ μελέτης ἁπάσης
此处为先取句式(prolepsis)。逻辑上本应作为 ὅτι 从句主语的名词(“美德/英勇”)被提前作为分词 ἐπιδείξας 的直接宾语并置于对格(τὴν ἀρετήν)。其逻辑结构相当于 ἐπιδείξας ὅτι ἡ ἀρετὴ ... περίεστι(“表明英勇美德凌驾于一切技艺与训练之上”)。
- 8.2ἂν σώσωσιν αὐτὴν καὶ ἀποκρύψωσι, μηδέποτε λυμανεῖσθαι μηδὲ καύσειν
誓言后的间接引语结构。原本直接引语中的条件句(“若你们救我……我必绝不伤害……”:ἐάν + 虚拟式,后接将来时直陈式)依附于发誓恳求的动词(προσεύχετο μεθʼ ὅρκων),其归结从句转换为带有否定词 μή 的不定式(μηδέποτε λυμανεῖσθαι μηδὲ καύσειν),而条件从句则保留了直接引语中的 ἄν + 虚拟式(ἂν σώσωσιν)。
