← 普鲁塔克

忒修斯传

§3.1-3.5

庇透斯的智慧与埃勾斯生下忒修斯的始末

本节讲述了忒修斯外祖父庇透斯的智名,以及祈求子嗣而获神谕的埃勾斯如何在庇透斯的设计下与埃斯拉同房,并将信物藏于巨石之下后离去。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§3.1

Θησέως τὸ μὲν πατρῷον γένος εἰς Ἐρεχθέα καὶ τοὺς πρώτους αὐτόχθονας ἀνήκει, τῷ δὲ μητρῴῳ Πελοπίδης ἦν. Πέλοψ γὰρ οὐ χρημάτων πλήθει μᾶλλον ἢ παίδων μέγιστον ἴσχυσε τῶν ἐν Πελοποννήσῳ βασιλέων, πολλὰς μὲν ἐκδόμενος θυγατέρας τοῖς ἀρίστοις, πολλοὺς δὲ ταῖς πόλεσιν υἱοὺς ἐγκατασπείρας ἄρχοντας· ὧν εἷς γενόμενος Πιτθεύς, ὁ Θησέως πάππος, πόλιν μὲν οὐ μεγάλην τὴν Τροιζηνίων ᾤκισε, δόξαν δὲ μάλιστα πάντων ὡς ἀνὴρ λόγιος ἐν τοῖς τότε καὶ σοφώτατος ἔσχεν.

忒修斯父系的家世可追溯至厄瑞克透斯以及最早的本土土生人,而依母系而言他则是珀罗普斯的后代。因为珀罗普斯在伯罗奔尼撒诸王之中势力最称强盛,这与其说凭借财富之巨,毋宁说凭借子嗣之多:他将许多女儿嫁给最尊贵的人,又将许多儿子分置于各城邦充任统治者。其中一人便是忒修斯的外祖父庇透斯,他建立了特罗曾城——虽然规模不大,却在那时的人们中赢得了无出其右的名声,被视为学识渊博且最为睿智之人。

§3.2

ἦν δὲ τῆς σοφίας ἐκείνης τοιαύτη τις, ὡς ἔοικεν, ἰδέα καὶ δύναμις, οἵᾳ χρησάμενος Ἡσίοδος εὐδοκίμει μάλιστα περὶ τὰς ἐν τοῖς Ἔργοις γνωμολογίας. καὶ μίαν γε τούτων ἐκείνην λέγουσι Πιτθέως εἶναι, "μισθὸς δʼ ἀνδρὶ φίλῳ εἰρημένος ἄρκιος ἔστω." τοῦτο μὲν οὖν καὶ Ἀριστοτέλης ὁ φιλόσοφος εἴρηκεν, ὁ δʼ Εὐριπίδης, τὸν Ἱππόλυτον ἁγνοῦ Πιτθέως παίδευμα προσειπών, ἐμφαίνει τὴν περὶ τὸν Πιτθέα δόξαν.

那种智慧,似乎在形态与功用上正如赫西俄德所运用的、因《工作与时日》中的格言而最负盛名者。他们甚至说,其中一句格言便出自庇透斯: “与友人商定的报酬,应当充足。” 哲学家亚里士多德亦曾言及此事;而欧里庇得斯称希波吕托斯为“纯洁庇透斯之高足”,亦显明了世人关于庇透斯的名望。

§3.3

Αἰγεῖ δὲ παίδων δεομένῳ τὴν Πυθίαν ἀνελεῖν λέγουσι τὸν θρυλούμενον χρησμόν, διακελευομένην μηδεμιᾷ γυναικὶ συγγενέσθαι πρὶν ἐλθεῖν εἰς Ἀθήνας, οὐ πάνυ δὲ τοῦτο φράζειν εὐδήλως δοκοῦσαν·1 ὅθεν εἰς Τροιζῆτα παρελθὼν ἀνεκοινοῦτο Πιτθεῖ τὴν τοῦ θεοῦ φωνὴν οὕτως ἔχουσαν· "ἀσκοῦ τὸν προὔχοντα πόδα, μέγα φέρτατε λαῶν, μὴ λύσῃς πρὶν δῆμον Ἀθηνέων εἰσαφικέσθαι·"

据说,埃勾斯在渴求子嗣之时,皮提亚向他赐下了那条人尽皆知的神谕,告诫他在抵达雅典之前勿与任何女子同房,但似乎并未将此言解释得十分明白;因此他来到特罗曾,向庇透斯透露了神明的旨意,原文如下: “民众之至尊者啊,休要解开酒囊突出的那只足管, 在你抵达雅典人的城邦之前。”

§3.4

ἃ δῆλον ὅτι νοήσας ὁ Πιτθεύς, ἔπεισεν αὐτὸν ἢ διηπάτησε τῇ Αἴθρᾳ συγγενέσθαι. συνελθὼν δὲ καὶ γνοὺς ἐκεῖνος ὅτι τῇ Πιτθέως θυγατρὶ συγγέγονε, καὶ κύειν αὐτὴν ὑπονοήσας, ἀπέλιπε ξίφος καὶ πέδιλα κρύψας ὑπὸ πέτραν μεγάλην, ἐντὸς ἔχουσαν κοιλότητα συμμέτρως ἐμπεριλαμβάνουσαν τὰ κείμενα.

庇透斯显然领悟了其中深意,便劝说或设计诱使他与埃斯拉同房。埃勾斯在与她同房之后,方知自己所宿者乃是庇透斯之女;在料定她已受孕后,便在一方大石下藏下一柄宝剑与一副便鞋留了下来,那岩石内有一天然空腔,恰可容纳所藏诸物。

§3.5

φράσας δὲ πρὸς μόνην ἐκείνην, καὶ διακελευσάμενος, ἂν υἱὸς ἐξ αὐτοῦ γένηται, καὶ λαβὼν ἀνδρὸς ἡλικίαν δυνατὸς ᾖ τὴν πέτραν ἀναστῆσαι καὶ ὑφελεῖν τὰ καταλειφθέντα, πέμπειν πρὸς αὐτὸν ἔχοντα ταῦτα2 μηδενὸς εἰδότος, ἀλλʼ ὡς ἔνεστι μάλιστα λανθάνοντα πάντας (ἰσχυρῶς γὰρ ἐδεδοίκει τοὺς Παλλαντίδας, ἐπιβουλεύοντας αὐτῷ καὶ διὰ τὴν ἀπαιδίαν καταφρονοῦντας· ἦσαν δὲ πεντήκοντα παῖδες ἐκ Πάλλαντος γεγονότες), ἀπῄει.

他只对她一人说明此事,并吩咐道:若由他所生的乃是男儿,且待其长至成人年纪、有能力推开巨石并取出留下之物时,便在无人知晓的情形下遣他携带这些物件前来见他,尽可能避开众人的耳目(因他深惧帕拉斯的诸子,他们正密谋反对他,并因他无后而轻视他;帕拉斯共生有五十个儿子)。言罢,埃勾斯便启程离去。

语法注2 条
  1. 3.3διακελευομένην μηδεμιᾷ γυναικὶ συγγενέσθαι πρὶν ἐλθεῖν εἰς Ἀθήνας, οὐ πάνυ δὲ τοῦτο φράζειν εὐδήλως δοκοῦσαν

    διακελευομένην 与 δοκοῦσαν 均为阴性单数宾格现在时分词,修饰作不定式 ἀνελεῖν(由动词 λέγουσι 引出)之逻辑主语的 τὴν Πυθίαν。前者统辖表示间接命令的不定式 συγγενέσθαι,后者配合 οὐ πάνυ... 描述该神谕表面上的晦涩难解。

  2. 3.5φράσας δὲ πρὸς μόνην ἐκείνην, καὶ διακελευσάμενος, ἂν υἱὸς ἐξ αὐτοῦ γένηται, καὶ λαβὼν ἀνδρὸς ἡλικίαν δυνατὸς ᾖ τὴν πέτραν ἀναστῆσαι καὶ ὑφελεῖν τὰ καταλειφθέντα, πέμπειν πρὸς αὐτὸν ἔχοντα ταῦτα

    分词 φράσας 与 διακελευσάμενος 并列修饰主动词 ἀπῄει。不定式 πέμπειν 由 διακελευσάμενος 统辖,其逻辑主语为埃斯拉(ἐκείνην);宾格分词 ἔχοντα 则充当宾语补足语,修饰 πέμπειν 所省略的直接宾语(即条件从句 ἄν... γένηται 中的主语儿子 υἱός),意为“遣他携带着这些物品前去”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:3.1-3.5