- 底本
- Plutarch. Plutarch's Lives, Vol. I. Perrin, Bernadotte, editor. Cambridge, MA: Harvard University Press; London: William Heinemann Ltd., 1914.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0007.tlg001.humanitext-grc2:10.1-10.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了忒修斯诛杀斯基隆的事件,并对比了两种截然相反的说法:普遍认为他是残暴劫掠的盗匪,而墨伽拉史家则力辩他是英雄名门的至亲与惩恶的义士,系后来厄琉息斯争夺战中被杀。
Σκείρωνα δὲ πρὸ τῆς Μεγαρικῆς ἀνεῖλε ῥίψας κατὰ τῶν πετρῶν, ὡς μὲν ὁ πολὺς λόγος λῃστεύοντα τοὺς παριόντας,1 ὡς δʼ ἔνιοι λέγουσιν ὕβρει καὶ τρυφῇ προτείνοντα τὼ πόδε τοῖς ξένοις καὶ κελεύοντα νίπτειν, εἶτα λακτίζοντα καὶ ἀπωθοῦντα νίπτοντας εἰς τὴν θάλατταν.
忒修斯在进入墨伽拉境内之前,将斯基隆推落岩壁将其诛杀。按通常流传的说法,是因为斯基隆劫掠路人;而另据一些人所说,是因为他傲慢而放肆,向外乡过客伸出双脚并命令对方清洗,接着便把洗脚之人踢落推入海中。
οἱ δὲ Μεγαρόθεν συγγραφεῖς, ὁμόσε τῇ φήμῃ βαδίζοντες2 καὶ τῷ πολλῷ χρόνῳ, κατὰ Σιμωνίδην, πολεμοῦντες, οὔτε ὑβριστὴν οὔτε λῃστὴν γεγονέναι τὸν Σκείρωνά φασιν, ἀλλὰ λῃστῶν μὲν κολαστήν, ἀγαθῶν δὲ καὶ δικαίων οἰκεῖον ἀνδρῶν καὶ φίλον. Αἰακόν τε γὰρ Ἑλλήνων ὁσιώτατον νομίζεσθαι, καὶ Κυχρέα τιμὰς θεῶν ἔχειν Ἀθήνησι τὸν Σαλαμίνιον, τὴν δὲ Πηλέως καὶ Τελαμῶνος ἀρετὴν ὑπʼ οὐδενὸς ἀγνοεῖσθαι.
然而墨伽拉的著作家们,借用西摩尼得斯的话来说,直面俗传之言并与漫长岁月作战,宣称斯基隆既非横暴之徒亦非盗匪,反而是盗匪的惩戒者,是良善与正直之士的亲近者与朋友。因为他们认为,埃阿科斯被公认为希腊人中最敬神者,萨拉米斯的库克柔斯在雅典享有神一般的尊崇,而珀琉斯与忒拉蒙的武德与美行亦人尽皆知。
Σκείρωνα τοίνυν Κυχρέως μὲν γενέσθαι γαμβρόν, Αἰακοῦ δὲ πενθερόν, Πηλέως δὲ καὶ Τελαμῶνος πάππον, ἐξ Ἐνδηίδος γεγονότων τῆς Σκείρωνος καὶ Χαρικλοῦς θυγατρός. οὔκουν εἰκὸς εἶναι τῷ κακίστῳ τοὺς ἀρίστους εἰς κοινωνίαν γένους ἐλθεῖν,3 τὰ μέγιστα καὶ τιμιώτατα λαμβάνοντας καὶ διδόντας. ἀλλὰ Θησέα φασὶν οὐχ ὅτε τὸ πρῶτον ἐβάδιζεν εἰς Ἀθήνας, ἀλλʼ ὕστερον Ἐλευσῖνά τε λαβεῖν Μεγαρέων ἐχόντων, παρακρουσάμενον Διοκλέα τὸν ἄρχοντα, καὶ Σκείρωνα ἀποκτεῖναι. ταῦτα μὲν οὖν ἔχει τοιαύτας ἀντιλογίας.
由此可见,斯基隆是库克柔斯的女婿、埃阿科斯的岳父,也是珀琉斯与忒拉蒙的外祖父——他们是由斯基隆与卡里克洛的女儿恩得伊斯所生。因此,最优秀之人绝无可能与最卑劣之徒结为姻亲族类,互予互纳这最为崇高而珍贵的羁绊。相反,他们声称,忒修斯并非在初次前往雅典之时,而是在后来墨伽拉人占据厄琉息斯之际,欺瞒执政官狄奥克勒斯而夺取该地,并杀了斯基隆。关于这些事,便存在着此类争论。
- 10.1ὡς μὲν ὁ πολὺς λόγος λῃστεύοντα τοὺς παριόντας
宾格分词 λῃστεύοντα 与前文动词 ἀνεῖλε 的宾语 Σκείρωνα 保持性数格一致;ὡς 引出传闻中的理由。随后的 ὡς δʼ ἔνιοι λέγουσιν 引导的诸分词(προτείνοντα, κελεύοντα 等)亦为修饰斯基隆的并列宾格分词。
- 10.2ὁμόσε τῇ φήμῃ βαδίζοντες
惯用习语 ὁμόσε βαδίζω(或 ὁμόσε ἔρχομαι / χωρῶ)接与格,本义为“与……短兵相接、迎头相迎”,此处用作军事比喻,指墨伽拉著述家们与既成的流俗声誉(τῇ φήμῃ)正面对决。
- 10.3οὔκουν εἰκὸς εἶναι τῷ κακίστῳ τοὺς ἀρίστους εἰς κοινωνίαν γένους ἐλθεῖν
此处延续了转述墨伽拉学者论点的间接引语(宾格不定式结构)。οὔκουν(否定词 οὐ 加推论助词 οὖν)表示“因此并不……”。不定式短语 τοὺς ἀρίστους ... ἐλθεῖν 充当无人称谓语 εἰκὸς εἶναι 的主语,τῷ κακίστῳ 则是与 εἰς κοινωνίαν ... ἐλθεῖν 呼应的伴随/关联与格。
