- 底本
- Euripides. Euripidis Fabulae, Vol. III. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1920-1978)
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0006.tlg019.humanitext-grc2:558-641
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
在卫兵们担心探子多隆安危之际,狄俄墨德斯与奥德修斯潜入特洛伊阵营并发现赫克托耳不在帐中;正当他们准备撤退时,雅典娜女神显现,指引他们去行刺新到的盟友莱索斯,并设谋欺骗迎面走来的帕里斯。
Ἕκτωρ ὤτρυνε κατόπταν;
“赫克托耳催促了那名探子吗?”
— ταρβῶ· χρόνιος γὰρ ἄπεστιν.
——“我很担心;因为他已经离去很久了。”
— ἀλλʼ ἦ κρυπτὸν λόχον ἐσπαίσας
——“莫非是他闯入了隐蔽的伏兵之中,”
διόλωλε; — τάχʼ ἄν. φοβερόν μοι.
“已经丧命了?”——“很有可能。真让我害怕。”
— αὐδῶ Λυκίους πέμπτην φυλακὴν
——“我正叫人去唤醒”
βάντας ἐγείρειν1
“去守第五班岗的吕基亚人,”
ἡμᾶς κλήρου κατὰ μοῖραν.
“按照我们抽签的顺序。”
Διόμηδες, οὐκ ἤκουσας — ἢ κενὸς ψόφος
“狄俄墨德斯,你没听到吗——还是说虚无的声音”
στάζει διʼ ὤτων; — τευχέων τινὰ κτύπον;
“在你的耳畔回响?——某种兵刃的碰撞声吗?”
οὔκ, ἀλλὰ δεσμὰ πωλικῶν ἐξ ἀντύγων
“不,那是从战车栏杆上套小马的铁链”
κλάζει σιδήρου· κἀμέ τοι, πρὶν ᾐσθόμην
“在发出撞击声。其实,在我察觉到”
δεσμῶν ἀραγμὸν ἱππικῶν, ἔδυ φόβος.
“马具铁链的撞击声之前,恐惧也曾袭上心头。”
ὅρα κατʼ ὄρφνην μὴ φύλαξιν ἐντύχῃς.
“在黑暗中小心,免得迎头撞上守卫。”
φυλάξομαί τοι κἀν σκότῳ τιθεὶς πόδα.
“在黑暗中迈步时,我自然会多加小心。”
ἢν δʼ οὖν ἐγείρῃς, οἶσθα σύνθημα στρατοῦ;
“如果万一惊醒了人,你知道军中的暗号吗?”
Φοῖβον Δόλωνος οἶδα σύμβολον κλύων.
“我知道是‘弗玻斯’,这是我从多隆那里听来的暗号。”
ἔα·
“哎呀!”
εὐνὰς ἐρήμους τάσδε πολεμίων ὁρῶ.
“我看到敌人的这些卧榻全都是空的。”
καὶ μὴν Δόλων γε τάσδʼ ἔφραζεν Ἕκτορος
“可多隆明明指着这里说,是赫克托耳的”
κοίτας, ἐφʼ ᾧπερ ἔγχος εἵλκυσται τόδε.2
“营帐,而我这柄长枪也正是为了对付他才拔出来的。”
τί δῆτʼ ἂν εἴη; μῶν λόχος βέβηκέ ποι;
“这到底是怎么回事?难道有伏兵调到别处去了?”
ἴσως ἐφʼ ἡμῖν μηχανὴν στήσων τινά.
“也许是为了设下圈套来对付我们。”
θρασὺς γὰρ Ἕκτωρ νῦν, ἐπεὶ κρατεῖ, θρασύς.
“因为赫克托耳现在得势,所以胆大包天,嚣张得很。”
τί δῆτʼ, Ὀδυσσεῦ, δρῶμεν; οὐ γὰρ ηὕρομεν
“奥德修斯,那我们该怎么办?因为我们没有在”
τὸν ἄνδρʼ ἐν εὐναῖς, ἐλπίδων δʼ ἡμάρτομεν.
“卧榻上找到那个人,我们的希望落空了。”
στείχωμεν ὡς τάχιστα ναυστάθμων πέλας.
“我们还是尽快回到战船停泊处附近吧。”
σῴζει γὰρ αὐτὸν ὅστις εὐτυχῆ θεῶν
“因为神明中使他走运的那一位正在保佑着他;”
τίθησιν· ἡμῖν δʼ οὐ βιαστέον τύχην.
“我们绝不能违抗命运。”
οὐκ οὖν ἐπʼ Αἰνέαν ἢ τὸν ἔχθιστον Φρυγῶν
“那么,我们难道不该去袭击埃涅阿斯,或者弗里吉亚人中最可憎的”
Πάριν μολόντε χρὴ καρατομεῖν ξίφει;
“帕里斯,用剑斩下他们的首级吗?”
πῶς οὖν ἐν ὄρφνῃ πολεμίων ἀνὰ στρατὸν
“但在黑暗中,在敌军的阵营里”
ζητῶν δυνήσῃ τούσδʼ ἀκινδύνως κτανεῖν;
“搜寻他们,你怎能毫无危险地将他们杀死呢?”
αἰσχρόν γε μέντοι ναῦς ἐπʼ Ἀργείων μολεῖν
“然而,若是对敌人没有任何新的打击”
δράσαντε μηδὲν πολεμίους νεώτερον.3
“就这样回到阿耳戈斯人的船上,未免太可耻了。”
πῶς δʼ οὐ δέδρακας; οὐ κτανόντε ναυστάθμων
“你怎么能说没得手?我们不是杀死了战船停泊处的”
κατάσκοπον Δόλωνα σῴζομεν τάδε
“探子多隆,保全了这些”
σκυλεύματʼ; ἢ πᾶν στρατόπεδον πέρσειν δοκεῖς;
“战利品吗?难道你还指望能扫平整座军营?”
πείθεις, πάλιν στείχωμεν· εὖ δʼ εἴη τυχεῖν.
“你劝服了我,我们回去吧。愿一切顺利。”
ποῖ δὴ λιπόντες Τρωικῶν ἐκ τάξεων
“你们离开了特洛伊的阵列,究竟要往哪里”
χωρεῖτε, λύπῃ καρδίαν δεδηγμένοι,
“心怀悲痛地离去,”
εἰ μὴ κτανεῖν σφῷν Ἕκτορʼ ἢ Πάριν θεὸς
“莫非是因为神明不许你们二人杀死赫克托耳或帕里斯?”
δίδωσιν; ἄνδρα δʼ οὐ πέπυσθε σύμμαχον
“你们难道没有听说,有一位同盟者”
Τροίᾳ μολόντα Ῥῆσον οὐ φαύλῳ τρόπῳ.
“莱索斯,以不凡的方式来到了特洛伊吗?”
ὃς εἰ διοίσει νύκτα τήνδʼ ἐς αὔριον,
“他若能平安度过今夜直到明天,”
οὔτε σφʼ Ἀχιλλεὺς οὔτʼ ἂν Αἴαντος δόρυ
“那么无论是阿基琉斯,还是埃阿斯的长枪,”
μὴ πάντα πέρσαι ναύσταθμʼ Ἀργείων σχέθοι,4
“都无法阻止他将阿耳戈斯人的战船全部毁灭,”
τείχη κατασκάψαντα καὶ πυλῶν ἔσω
“他将推平城墙,在城门内”
λόγχῃ πλατεῖαν ἐσδρομὴν ποιούμενον.
“用长枪开辟出一条宽阔的通路。”
τοῦτον κατακτὰς πάντʼ ἔχεις. τὰς δʼ Ἕκτορος
“杀了此人,你们便得到了一切。至于赫克托耳的”
εὐνὰς ἔασον καὶ καρατόμους σφαγάς·
“卧榻以及斩首他的杀戮,就随它去吧;”
ἔσται γὰρ αὐτῷ θάνατος ἐξ ἄλλης χερός.
“因为他注定要死在别人的手里。”
δέσποινʼ Ἀθάνα, φθέγματος γὰρ ᾐσθόμην
“雅典娜女神啊,因为我辨认出了”
τοῦ σοῦ συνήθη γῆρυν· ἐν πόνοισι γὰρ
“您那熟悉的声音;因为在我的苦难中,”
παροῦσʼ ἀμύνεις τοῖς ἐμοῖς ἀεί ποτε·
“您总是现身并护佑着我。”
τὸν ἄνδρα δʼ ἡμῖν, ποῦ κατηύνασται, φράσον·
“请告诉我们,这名男子在哪里就寝?”
πόθεν τέτακται βαρβάρου στρατεύματος;
“他在异邦人的军队中被安置在何处?”
ὅδʼ ἐγγὺς ἧσται κοὐ συνήθροισται στρατῷ,
“他就歇在附近,并未与主力部队集结在一起,”
ἀλλʼ ἐκτὸς αὐτὸν τάξεων κατηύνασεν
“赫克托耳让他歇在阵列之外,”
Ἕκτωρ, ἕως ἂν νὺξ ἀμείψηται φάος.
“直到黑夜与光明交替。”
πέλας δὲ πῶλοι Θρῃκίων ἐξ ἁρμάτων
“在附近,色雷斯战车旁的白马”
λευκαὶ δέδενται, διαπρεπεῖς ἐν εὐφρόνῃ·
“正拴在那里,在黑夜中分外显眼;”
στίλβουσι δʼ ὥστε ποταμίου κύκνου πτερόν.
“它们如河中天鹅的羽翼般闪闪发光。”
ταύτας, κτανόντες δεσπότην, κομίζετε,
“杀了它们的主人,把这些马牵走,”
κάλλιστον οἴκοις σκῦλον· οὐ γὰρ ἔσθʼ ὅπου
“这是带回家中最美的战利品;因为世界上绝无任何地方”
τοιόνδʼ ὄχημα χθὼν κέκευθε πωλικόν.
“藏有如此神骏的小马座驾。”
Διόμηδες, ἢ σὺ κτεῖνε Θρῄκιον λεών,
“狄俄墨德斯,要么你来杀死这名色雷斯君主,”
ἢ ʼμοὶ πάρες γε, σοὶ δὲ χρὴ πώλους μέλειν.
“要么留给我,而你必须去照管那些小马。”
ἐγὼ φονεύσω, πωλοδαμνήσεις δὲ σύ·
“我来进行杀戮,你来驯服并控制马匹;”
τρίβων γὰρ εἶ τὰ κομψὰ καὶ νοεῖν σοφός.
“因为你擅长巧妙的手段,而且心思缜密。”
χρὴ δʼ ἄνδρα τάσσειν οὗ μάλιστʼ ἂν ὠφελοῖ.
“人应当被安排在最能发挥作用的地方。”
καὶ μὴν καθʼ ἡμᾶς τόνδʼ Ἀλέξανδρον βλέπω
“瞧,我看见这名亚历山大正朝我们走来,”
στείχοντα, φυλάκων ἔκ τινος πεπυσμένον
“他想必是从某个卫兵那里听到了”
δόξας ἀσήμους πολεμίων μεμβλωκότων.
“关于敌人潜入的模糊谣言。”
πότερα σὺν ἄλλοις ἢ μόνος πορεύεται;
“他是与他人同行,还是独自一人?”
μόνος· πρὸς εὐνὰς δʼ, ὡς ἔοικεν, Ἕκτορος
“独自一人;看来他正在往赫克托耳的营帐去,”
χωρεῖ, κατόπτας σημανῶν ἥκειν στρατοῦ.
“准备去报告说军中来了探子。”
οὐκ οὖν ὑπάρχειν τόνδε κατθανόντα χρή;5
“那难道不该先让他死掉吗?”
οὐκ ἂν δύναιο τοῦ πεπρωμένου πλέον.
“你无法逾越命运所定下的界限。”
τοῦτον δὲ πρὸς σῆς χειρὸς οὐ θέμις θανεῖν.
“而此人死在你的手里是不合乎神律的。”
ἀλλʼ ᾧπερ ἥκεις μορσίμους φέρων σφαγάς,
“但对于你本该带去命中注定的杀戮的那个人,”
τάχυνʼ· ἐγὼ δέ, τῷδε σύμμαχος Κύπρις
“快去吧;而我,在这个人看来就像是他的盟友塞浦路斯女神,”
δοκοῦσʼ ἀρωγὸς ἐν πόνοις παραστατεῖν,
“现身在困难中援助他那样,”
σαθροῖς λόγοισιν ἐχθρὸν ἄνδρʼ ἀμείψομαι.
“用虚假的言辞来应付这个仇敌。”
καὶ ταῦτʼ ἐγὼ μὲν εἶπον· ὃν δὲ χρὴ παθεῖν,
“我已经说了这些;但那个注定要受难的人,”
οὐκ οἶδεν οὐδʼ ἤκουσεν ἐγγὺς ὢν λόγου.
“尽管就在身旁,却既一无所知,也没听到这些话。”
- 562αὐδῶ Λυκίους πέμπτην φυλακὴν βάντας ἐγείρειν
不定式 ἐγείρειν 的逻辑主语是省略的表示泛指的宾格代词(如 τινά)。Λυκίους 是不定式 ἐγείρειν 的直接宾语,并伴有与之修饰一致的分词 βάντας。整句意为“我正叫(某人)去唤醒那批该守第五班岗的吕基亚人”。
- 576ἐφʼ ᾧπερ ἔγχος εἵλκυσται τόδε
关系代词 ᾧπερ 的先行词是紧邻的阳性单数属格 Ἕκτορος(赫克托耳),与阳性或中性单数的 ᾧπερ 在性数上一致,而非阴性复数的 κοίτας(寝榻)。介词 ἐπί 在此表示针对的目标或目的:“因为我这柄长枪正是为了对付他才拔出来的”。
- 590δράσαντε μηδὲν πολεμίους νεώτερον
分词 δράσαντε 为双数,指代狄俄墨德斯与奥德修斯二人。比较级形容词 νεώτερον(字面意为“更新的事物”)在此作为委婉语,意指给敌人造成的“意料之外的打击”或“新的祸害”。
- 601οὔτε σφʼ Ἀχιλλεὺς οὔτʼ ἂν Αἴαντος δόρυ / μὴ πάντα πέρσαι ναύσταθμʼ Ἀργείων σχέθοι
表示阻止的动词 σχέθοι 后接带有冗余否定词 μή 的不定式短语 μὴ ... πέρσαι。在希腊语语法中,表示阻碍、否定的动词后接不定式时,常附带 μή 以加强否定语气,翻译时不应处理为双重否定,而应译为“阻止他毁灭”。
- 633οὐκ οὖν ὑπάρχειν τόνδε κατθανόντα χρή;
不定式 ὑπάρχειν 与不定过去时分词 κατθανόντα 结合,表示先决或占得先机。动词 ὑπάρχω 在此表示预先处于某种状态:“难道不应该先让他死掉(先解决掉他)吗?”,强调在采取其他行动之前必须先下手为强。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(3 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 译文 2 处
