← 欧里庇得斯

瑞索斯

§1-96

希腊军营异动报告与赫克托耳备战

特洛伊哨兵在深夜唤醒赫克托耳,报告希腊军营燃起火把并陷入混乱。赫克托耳认为敌人企图逃跑,急欲发起追击,但歌队劝其审慎,此时埃涅阿斯赶来询问情况。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
1

— Βᾶθι πρὸς εὐνὰς τὰς Ἑκτορέους.

— 前往赫克托耳的营帐。

τίς ὑπασπιστῶν ἄγρυπνος βασιλέως,

国王的持盾侍卫中,有谁不眠守夜?

ἢ τευχοφόρων;

或者是那些带甲之士?

— δέξαιτο νέων κληδόνα μύθων,

— 让他听取新近传来的口信,

5

οἳ τετράμοιρον νυκτὸς φυλακὴν

他们为全军分作四班,

πάσης στρατιᾶς προκάθηνται.1

在全军最前方守卫夜哨。

— ὄρθου κεφαλὴν πῆχυν ἐρείσας,

— 撑起手肘,抬起你的头,

λῦσον βλεφάρων γοργωπὸν ἕδραν,

驱散眼睑上沉重的睡意,

λεῖπε χαμεύνας φυλλοστρώτους,

离开铺满落叶的草床,

10

Ἕκτορ· καιρὸς γὰρ ἀκοῦσαι.

赫克托耳,因为此时正当倾听。

τίς ὅδʼ; ἦ φίλιος φθόγγος· τίς ἀνήρ;

这是谁?确是友好的声音。是什么人?

τί τὸ σῆμα; θρόει·

口令是什么?快说。

τίνες ἐκ νυκτῶν τὰς ἡμετέρας

谁人在夜色中向着我们的

κοίτας πλάθουσʼ; ἐνέπειν χρή.

宿营逼近?必须说个明白。

15

φύλακες στρατιᾶς.

全军的哨兵。

τί φέρῃ θορύβῳ;

为何如此慌张而来?

θάρσει.

请放心。

θαρσῶ.

我很放心。

μῶν τις λόχος ἐκ νυκτῶν;

难道夜里有什么伏兵吗?

τί σὺ γὰρ

你既然若非

φυλακὰς προλιπὼν κινεῖς στρατιάν,

有什么夜间的消息,又何必擅离哨位、

εἰ μή τινʼ ἔχων νυκτηγορίαν;2

惊扰大军?

20

οὐκ οἶσθα δορὸς πέλας Ἀργείου

难道你不知在阿耳戈斯人的矛头附近,

νυχίαν ἡμᾶς

我们正整装坚守着

κοίταν πανόπλους κατέχοντας;

这夜间的宿营吗?

— ὁπλίζου χέρα· συμμάχων,

— 拿起武器吧!赫克托耳,

Ἕκτορ, βᾶθι πρὸς εὐνάς,

快去盟友的营帐,

25

ὄτρυνον ἔγχος αἴρειν, ἀφύπνισον.

催促他们执矛,唤醒他们。

— πέμπε φίλους ἰέναι ποτὶ σὸν λόχον,

— 派友人前往你的营队,

ἁρμόσατε ψαλίοις ἵππους.

给战马套上缰绳。

— τίς εἶσʼ ἐπὶ Πανθοΐδαν,

— 谁去潘托奥斯之子那里,

ἢ τὸν Εὐρώπας, Λυκίων ἀγὸν ἀνδρῶν;

或是去欧罗巴之子、吕基亚人的领袖那里?

30

— ποῦ σφαγίων ἔφοροι;

— 祭牲的监察官在哪里?

— ποῦ δὲ γυμνήτων μόναρχοι

— 轻装兵的指挥官

τοξοφόροι τε Φρυγῶν;

以及弗里吉亚的弓箭手又在哪里?

— ζεύγνυτε κερόδετα τόξα νευραῖς.

— 将角弓系上弓弦。

τὰ μὲν ἀγγέλλεις δείματʼ ἀκούειν,

你所报告的事,一方面听来令人惊恐,

35

τὰ δὲ θαρσύνεις, κοὐδὲν καθαρῶς.

另一方面又令人鼓舞,却毫无明确之处。

ἀλλʼ ἦ Κρονίου Πανὸς τρομερᾷ

难道你是被克罗诺斯之子潘的神鞭

μάστιγι φοβῇ;

吓破了胆?

τί θροεῖς; τί σε φῶ

你在说什么?我该说你报告了什么

νέον ἀγγέλλειν; πολλὰ γὰρ εἰπὼν

新消息?因为你虽然说了许多,

40

οὐδὲν τρανῶς ἀπέδειξας.

却未曾阐明一事。

— πύρʼ αἴθει στρατὸς Ἀργόλας,

— 阿耳戈斯的军队正在燃起烈火,

Ἕκτορ, πᾶσαν ἀνʼ ὄρφναν,

赫克托耳,在整夜的黑暗中,

διειπετῆ δὲ ναῶν πυρσοῖς σταθμά.

船只停泊之处已被熊熊火光照亮。

πᾶς δʼ Ἀγαμεμνονίαν προσέβα στρατὸς

敌军全体已在夜色中

45

ἐννύχιος θορύβῳ σκηνάν,

喧嚣着涌向阿伽门农的营帐,

νέαν τινʼ ἐφιέμενοι

似乎在渴求某种新的

βάξιν. οὐ γάρ πω πάρος ὧδʼ ἐφοβήθη

指示。因为那渡海而来的军队

ναυσιπόρος στρατιά.

以前从未如此惊慌。

σοὶ δʼ, ὑποπτεύων τὸ μέλλον,

我因疑虑未来之事,特来向你

50

ἤλυθον ἄγγελος, ὡς

禀报,好叫你

μήποτʼ ἐς ἐμέ τινα μέμψιν εἴπῃς.

永远无法对我发出责备。

ἐς καιρὸν ἥκεις, καίπερ ἀγγέλλων φόβον·

你来得正是时候,虽然你带来的是惊恐的消息;

ἅνδρες γὰρ ἐκ γῆς τῆσδε νυκτέρῳ πλάτῃ

因为那些人企图在这片土地上,趁夜摇橹

λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν

避开我的耳目逃之夭夭;

55

μέλλουσι·3 σαίνει μʼ ἔννυχος φρυκτωρία.

夜间的火光正合我意。

ὦ δαῖμον, ὅστις μʼ εὐτυχοῦντʼ ἐνόσφισας

噢,神明啊!你在我得胜之时,

θοίνης λέοντα, πρὶν τὸν Ἀργείων στρατὸν

将阿耳戈斯的军队从我口中夺走,犹如夺走狮子的猎物,

σύρδην ἅπαντα τῷδʼ ἀναλῶσαι δορί.

在我用这支矛将他们一网打尽、彻底消灭之前。

εἰ γὰρ φαεννοὶ μὴ ξυνέσχον ἡλίου

若非太阳那明亮的

60

λαμπτῆρες, οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ,4

灯火收束,我绝不会止住得胜的长矛,

πρὶν ναῦς πυρῶσαι καὶ διὰ σκηνῶν μολεῖν

在烧毁敌船、穿过营帐、

κτείνων Ἀχαιοὺς τῇδε πολυφόνῳ χερί.

用我这双沾满鲜血的手杀尽阿开亚人之前。

κἀγὼ μὲν ἦ πρόθυμος ἱέναι δόρυ

我原本急欲在夜间发起猛攻,

ἐν νυκτὶ χρῆσθαί τʼ εὐτυχεῖ ῥύμῃ θεοῦ·

利用神赐予的吉兆之势;

65

ἀλλʼ οἱ σοφοί με καὶ τὸ θεῖον εἰδότες

但那些聪明且洞悉天机的

μάντεις ἔπεισαν ἡμέρας μεῖναι φάος

预言者们说服了我,让我等待白昼的光芒,

κἄπειτʼ Ἀχαιῶν μηδένʼ ἐν χέρσῳ λιπεῖν.

好在陆地上不留下任何一个阿开亚人。

οἳ δʼ οὐ μένουσι τῶν ἐμῶν θυοσκόων

然而敌人并不等待我那些祭司的

βουλάς· ἐν ὄρφνῃ δραπέτης μέγα σθένει.

旨意;在黑暗中,逃跑者力量倍增。

70

ἀλλʼ ὡς τάχιστα χρὴ παραγγέλλειν στρατῷ

但我们必须尽快下令给军队,

τεύχη πρόχειρα λαμβάνειν λῆξαί θʼ ὕπνου,

拿起手头的兵刃,从梦中惊醒,

ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπι

好教他们中的一些人在跃上船只时,

νῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ,5

背部被刺伤,用鲜血染红梯子,

οἳ δʼ ἐν βρόχοισι δέσμιοι λελημμένοι

而其余的人,则被绳索捆绑俘虏,

75

Φρυγῶν ἀρούρας ἐκμάθωσι γαπονεῖν.

从此学会耕作弗里吉亚的农田。

Ἕκτορ, ταχύνεις πρὶν μαθεῖν τὸ δρώμενον·

赫克托耳,在弄清实情之前,你操之过急了;

ἅνδρες γὰρ εἰ φεύγουσιν οὐκ ἴσμεν τορῶς.

因为我们并不确切知道那些人是否真的在逃跑。

τίς γὰρ πύρʼ αἴθειν πρόφασις Ἀργείων στρατόν;

毕竟,阿耳戈斯军队点火的理由是什么?

οὐκ οἶδʼ· ὕποπτον δʼ ἐστὶ κάρτʼ ἐμῇ φρενί.

我不知道,但这在我的心里极其可疑。

80

πάντʼ ἂν φοβηθεὶς ἴσθι, δειμαίνων τόδε.

要知道,对此心存畏惧,防范一切。

οὔπω πρὶν ἧψαν πολέμιοι τοσόνδε φῶς.

敌人以前从未点燃过如此耀眼的光芒。

οὐδʼ ὧδέ γʼ αἰσχρῶς ἔπεσον ἐν τροπῇ δορός.

在兵败如山倒的惨败中,他们也从未输得如此耻辱。

σὺ ταῦτʼ ἔπραξας· καὶ τὰ λοιπὰ νῦν σκόπει.

这是你的功绩;而现在,且看接下来该当如何。

ἁπλοῦς ἐπʼ ἐχθροῖς μῦθος ὁπλίζειν χέρα.

对付敌人,最简单的训示便是:拿起武器。

85

καὶ μὴν ὅδʼ Αἰνέας καὶ μάλα σπουδῇ ποδὸς

看啊,埃涅阿斯正急匆匆地

στείχει, νέον τι πρᾶγμʼ ἔχων φίλοις φράσαι.

走来,显然有什么新情况要向朋友们说明。

Ἕκτορ, τί χρῆμα νύκτεροι κατὰ στρατὸν

赫克托耳,为何夜里的哨兵在大军中

τὰς σὰς πρὸς εὐνὰς φύλακες ἐλθόντες φόβῳ

惊慌地来到你的营帐前

νυκτηγοροῦσι καὶ κεκίνηται· στρατός;

夜话,而大军也随之动荡不安?

90

Αἰνέα, πύκαζε τεύχεσιν δέμας σέθεν.

埃涅阿斯,快用铠甲护住你的身体。

τί δʼ ἔστι; μῶν τις πολεμίων ἀγγέλλεται

出了什么事?难道是敌人那

δόλος κρυφαῖος ἑστάναι κατʼ εὐφρόνην;

阴险诡计被传闻在夜里布下?

φεύγουσιν ἅνδρες κἀπιβαίνουσιν νεῶν.

那些家伙正在逃跑,登上了船只。

τί τοῦδʼ ἂν εἴποις ἀσφαλὲς τεκμήριον;

你能说出什么可靠的证据来证明此事?

95

αἴθουσι πᾶσαν νύκτα λαμπάδας πυρός·

他们整夜都在点燃熊熊的火把;

καί μοι δοκοῦσιν οὐ μενεῖν ἐς αὔριον,

在我看来,他们不会逗留到明天。

语法注5 条
  1. 5οἳ τετράμοιρον νυκτὸς φυλακὴν πάσης στρατιᾶς προκάθηνται

    关系代名词 οἳ 的先行词是第4节中带来消息的哨兵们。动词 προκάθηνται 携带宾格 φυλακὴν 作为同族宾格(或表示范围的宾格,意为“值守守卫”)。πάσης στρατιᾶς 是属格,修饰 φυλακὴν,意为“全军的守卫”。

  2. 19εἰ μή τινʼ ἔχων νυκτηγορίαν

    εἰ μή(除非、若非)修饰分词 ἔχων,形成一个省略的条件句,意为“除非你有什么夜间报告”。它修饰主句的动作 κινεῖς(你惊扰)。

  3. 54λαθόντες ὄμμα τοὐμὸν ἀρεῖσθαι φυγὴν μέλλουσι

    动词 μέλλουσι(正企图)支配将来时不定式 ἀρεῖσθαι(源自 αἴρω 的中动相,在此与 φυγὴν 连用表示“起逃跑之势”或“企图逃走”)。分词 λαθόντες(源自 λανθάνω)支配宾格 ὄμμα τοὐμὸν,意为“避开我的眼目”。

  4. 60οὔτἂν ἔσχον εὐτυχοῦν δόρυ

    οὔτἂν 是 οὔτοι 和 ἂν 的合音(crasis)。它与第59节中 εἰ... μὴ ξυνέσχον 开始的过去事实相反条件句相呼应,构成了结论句(过去直说式加 ἂν),意为“我绝不会收回(按兵不动)得胜之矛”。ἔσχον 是 ἔχω 的第二不定过去时,在此意为“克制”或“停下”。

  5. 72ὡς ἄν τις αὐτῶν καὶ νεὼς θρῴσκων ἔπι νῶτον χαραχθεὶς κλίμακας ῥάνῃ φόνῳ

    ὡς ἄν 引导一个带虚拟式 ῥάνῃ(源自 ῥαίνω,“染红、喷洒”的第一不定过去时虚拟式)的目的从句,意为“好教……”。νεὼς ἔπι 是介词后置(anastrophe/hyperbaton),介词 ἔπι 置于其支配的属格名词 νεὼς 之后,意为“跃上船只”。分词 θρῴσκων(跃上)与被动分词 χαραχθεὶς(背部被刺伤)修饰主语 τις。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-11-15 AI校阅 — 译文 3 处
urn:cts:greekLit:tlg0006.tlg019.humanitext-grc2:1-96