← 欧里庇得斯

酒神的伴侣

§384-481

异乡人被捕与彭透斯的审讯

歌队歌颂虔敬、警示人类莫自作聪明,随后俊美的异乡人被捕并带到彭透斯面前,两人展开了针锋相对的审讯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
384

κισσοφόροις δʼ ἐν θαλίαις ἀν-

而在戴着花冠的人们的宴席上,

385

δράσι κρατὴρ ὕπνον ἀμ-

每当混酒器将睡意

φιβάλλῃ

洒在他们身上时。

ἀχαλίνων στομάτων

无缰之口的狂言,

ἀνόμου τʼ ἀφροσύνας

与不法之徒的愚昧,

τὸ τέλος δυστυχία·

其结局终是灾祸。

ὁ δὲ τᾶς ἡσυχίας

而那安宁的

390

βίοτος καὶ τὸ φρονεῖν

生活与明智的分寸,

ἀσάλευτόν τε μένει καὶ

则能巍然不动,

συνέχει δώματα· πόρσω

并维系家室。因为,尽管在遥远的

γὰρ ὅμως αἰθέρα ναίον-

天界居住,

τες ὁρῶσιν τὰ βροτῶν οὐρανίδαι.

天上的神明依然注视着凡人的事务。

395

τὸ σοφὸν δʼ οὐ σοφία1

自作聪明并非真智慧,

τό τε μὴ θνητὰ φρονεῖν.

逾越凡人本分的狂想亦然。

βραχὺς αἰών· ἐπὶ τούτῳ

生命苦短;在这一生中,

δέ τις ἂν μεγάλα διώκων

若有人一味追求高远之物,

τὰ παρόντʼ οὐχὶ φέροι. μαι-

便会失却眼前所得。在我看来,

400

νομένων οἵδε τρόποι καὶ

这些都是疯狂之辈

κακοβούλων παρʼ ἔμοι-

和执迷不悟之徒

γε φωτῶν.

的行径。

ἱκοίμαν ποτὶ Κύπρον,

但愿我能前往塞浦路斯,

νᾶσον τᾶς Ἀφροδίτας,

那阿佛洛狄忒的岛屿,

ἵνʼ οἱ θελξίφρονες νέμον-

在那里,抚慰心灵的爱神们

405

ται θνατοῖσιν Ἔρωτες,

为凡人而驻留;

Πάφον θʼ ἃν ἑκατόστομοι

以及帕福斯,那百口的

βαρβάρου ποταμοῦ ῥοαὶ

异国河流,

καρπίζουσιν ἄνομβροι.

在无雨之季依然滋润着那片土地。

οὗ δʼ ἁ καλλιστευομένα

在最美丽的

410

Πιερία μούσειος ἕδρα,

皮埃里亚,缪斯女神的居所,

σεμνὰ κλιτὺς Ὀλύμπου,

奥林波斯庄严的山麓,

ἐκεῖσʼ ἄγε με, Βρόμιε Βρόμιε,

引我到那里去吧,勃罗弥俄斯,勃罗弥俄斯,

πρόβακχʼ εὔιε δαῖμον.

狂欢的先驱、带来欢乐的神明啊。

ἐκεῖ Χάριτες,

在那里有美惠三女神,

415

ἐκεῖ δὲ Πόθος· ἐκεῖ δὲ βάκ-

在那里有渴望;在那里,信女们

χαις θέμις ὀργιάζειν.

被允许举行狂欢的秘仪。

ὁ δαίμων ὁ Διὸς παῖς

这位神,宙斯之子,

χαίρει μὲν θαλίαισιν,

乐于节日的宴席,

φιλεῖ δʼ ὀλβοδότειραν Εἰ-

并喜爱赐予富庶的和平,

420

ρήναν, κουροτρόφον θεάν.

那抚育青年一代的女神。

ἴσαν δʼ ἔς τε τὸν ὄλβιον

祂赐予富贵之人

τόν τε χείρονα δῶκʼ ἔχειν

与贫寒之辈同等的权利,

οἴνου τέρψιν ἄλυπον·

去享受无忧的葡萄酒之乐。

μισεῖ δʼ ᾧ μὴ ταῦτα μέλει,

但祂憎恨那些不以此为意的人,

425

κατὰ φάος νύκτας τε φίλας

憎恨他们不在白昼和可爱的黑夜中

εὐαίωνα διαζῆν,

度过幸福的一生,

σοφὰν δʼ ἀπέχειν πραπίδα φρένα τε

亦憎恨他们不使聪慧的心灵与理智

περισσῶν παρὰ φωτῶν·

远离那些狂妄自大之徒。

430

τὸ πλῆθος ὅ τι

凡是那更平庸的

τὸ φαυλότερον2 ἐνόμισε χρῆ-

大众所认可

ταί τε, τόδʼ ἂν δεχοίμαν.

并实行的,我都愿意接受。

Πενθεῦ, πάρεσμεν τήνδʼ ἄγραν ἠγρευκότεςἐφʼ ἣν ἔπεμψας, οὐδʼ ἄκρανθʼ ὡρμήσαμεν.

彭透斯,我们来了,我们已经捕获了您派我们追捕的这只猎物,我们的行动没有落空。

ὁ θὴρ δʼ ὅδʼ ἡμῖν πρᾶος οὐδʼ ὑπέσπασεν

这只野兽对我们十分温顺,并没有

φυγῇ πόδʼ, ἀλλʼ ἔδωκεν οὐκ ἄκων χέρας

企图逃跑,而是毫不抗拒地伸出了双手,

οὐδʼ ὠχρός, οὐδʼ ἤλλαξεν οἰνωπὸν γένυν,

脸色没有发白,也没有改变他那葡萄酒色的面颊,

γελῶν δὲ καὶ δεῖν κἀπάγειν ἐφίετο

微笑着,任由我们捆绑和带走,

440

ἔμενέ τε, τοὐμὸν εὐτρεπὲς ποιούμενος.

他静静等待着,使我的差事变得容易。

κἀγὼ διʼ αἰδοῦς εἶπον· Ὦ ξένʼ, οὐχ ἑκὼνἄγω σε, Πενθέως δʼ ὅς μʼ ἔπεμψʼ ἐπιστολαῖς.

我出于羞愧对他说:“异乡人啊,我并非自愿带走你,而是奉了派遣我的彭透斯的命令。”

ἃς δʼ αὖ σὺ βάκχας εἷρξας, ἃς συνήρπασας

至于您先前关押起来、抓捕

κἄδησας ἐν δεσμοῖσι πανδήμου στέγης,

并锁在公共监狱锁链中的那些信女,

445

φροῦδαί γʼ ἐκεῖναι λελυμέναι πρὸς ὀργάδας

她们已经解脱,逃到了山林深处,

σκιρτῶσι Βρόμιον ἀνακαλούμεναι θεόν·

正欢跳着呼唤她们的神明勃罗弥俄斯。

αὐτόματα δʼ αὐταῖς δεσμὰ διελύθη ποδῶν

她们脚上的锁链自动解开,

κλῇδές τʼ ἀνῆκαν θύρετρʼ ἄνευ θνητῆς χερός.

门锁无需凡人之手便开启了门扉。

πολλῶν δʼ ὅδʼ ἁνὴρ θαυμάτων ἥκει πλέως

这个男人带着满身的奇迹

450

ἐς τάσδε Θήβας. σοὶ δὲ τἄλλα χρὴ μέλειν.

来到了这忒拜城。至于其余的事,则须由您来操心了。

μέθεσθε χειρῶν τοῦδʼ· ἐν ἄρκυσιν γὰρ ὢν

放开他的手;他既然已经在网罗之中,

οὐκ ἔστιν οὕτως ὠκὺς ὥστε μʼ ἐκφυγεῖν.

就绝没有快到能从我这里逃脱的地步。

ἀτὰρ τὸ μὲν σῶμʼ οὐκ ἄμορφος εἶ, ξένε,

不过,异乡人啊,你的身体对于女人来说

ὡς ἐς γυναῖκας,3 ἐφʼ ὅπερ ἐς Θήβας πάρει·

倒并非没有魅力,而这正是你来到忒拜的原因。

455

πλόκαμός τε γάρ σου ταναός, οὐ πάλης ὕπο,

你的头发很长,并非因为摔跤而剪短,

γένυν παρʼ αὐτὴν κεχυμένος, πόθου πλέως·

它垂在你的面颊旁,充满了诱惑。

λευκὴν δὲ χροιὰν ἐκ παρασκευῆς ἔχεις,

你那白皙的肌肤显然是精心保养出来的,

οὐχ ἡλίου βολαῖσιν, ἀλλʼ ὑπὸ σκιᾶς,

并非暴露在日光下,而是在阴凉处,

τὴν Ἀφροδίτην καλλονῇ θηρώμενος.

以美貌猎取阿佛洛狄忒的欢心。

460

πρῶτον μὲν οὖν μοι λέξον ὅστις εἶ γένος.

那么,首先告诉我你是什么出身。

οὐ κόμπος οὐδείς· ῥᾴδιον δʼ εἰπεῖν τόδε.

这没什么可夸耀的,回答起来很容易。

τὸν ἀνθεμώδη Τμῶλον οἶσθά που κλύων.

想必你听说过那繁花盛开的托摩洛斯山。

οἶδʼ, ὃς τὸ Σάρδεων ἄστυ περιβάλλει κύκλῳ.

我知道,就是那座环绕着萨尔迪斯城的山。

ἐντεῦθέν εἰμι, Λυδία δέ μοι πατρίς.

我正是来自那里,吕底亚是我的家乡。

465

πόθεν δὲ τελετὰς τάσδʼ ἄγεις ἐς Ἑλλάδα;

那么,你是从哪里把这些秘仪带到希腊来的?

Διόνυσος ἡμᾶς εἰσέβησʼ, ὁ τοῦ Διός.

宙斯之子狄奥尼索斯亲自引导了我们。

Ζεὺς δʼ ἔστʼ ἐκεῖ τις, ὃς νέους τίκτει θεούς;

难道那里有某个会生出新神明的宙斯吗?

οὔκ, ἀλλʼ ὁ Σεμέλην ἐνθάδε ζεύξας γάμοις.

不是,就是在这里与塞墨勒联姻的那位。

πότερα δὲ νύκτωρ σʼ ἢ κατʼ ὄμμʼ ἠνάγκασεν;

祂是在夜里强迫你,还是面对面?

470

ὁρῶν ὁρῶντα,4 καὶ δίδωσιν ὄργια.

彼此相看,祂看着我,我也看着祂,祂便将秘仪传授给了我。

τὰ δʼ ὄργιʼ ἐστὶ τίνʼ ἰδέαν ἔχοντά σοι;

那么对你来说,这些秘仪呈现出什么形式?

ἄρρητʼ ἀβακχεύτοισιν εἰδέναι βροτῶν.

这是不可言说的,不容未入巴克科斯之门的人知晓。

ἔχει δʼ ὄνησιν τοῖσι θύουσιν τίνα;

那么对于奉献祭祀的人来说,这有什么益处?

οὐ θέμις ἀκοῦσαί σʼ, ἔστι δʼ ἄξιʼ εἰδέναι.

你不能听,但这些是值得知晓的。

475

εὖ τοῦτʼ ἐκιβδήλευσας, ἵνʼ ἀκοῦσαι θέλω.

你这伪善的说辞编得真好,好让我渴望听闻。

ἀσέβειαν ἀσκοῦντʼ ὄργιʼ ἐχθαίρει θεοῦ.

神明的秘仪憎恨行不敬之事的人。

τὸν θεὸν ὁρᾶν γὰρ φῂς σαφῶς, ποῖός τις ἦν;

既然你说你清晰地看见了神,祂是什么样子的?

ὁποῖος ἤθελʼ· οὐκ ἐγὼ ʼτασσον τόδε.

凡是祂所愿意的样子;这并非由我来决定。

τοῦτʼ αὖ παρωχέτευσας εὖ κοὐδὲν λέγων.

你又一次巧妙地避开了问题,什么也没说。

480

δόξει τις ἀμαθεῖ σοφὰ λέγων οὐκ εὖ φρονεῖν.

在无知者看来,对他说出明智之言的人似乎并不理智。

ἦλθες δὲ πρῶτα δεῦρʼ ἄγων τὸν δαίμονα;

你是最先带着这位神明来到这里的吗?

语法注4 条
  1. 395τὸ σοφὸν δʼ οὐ σοφία

    此句以 τὸ σοφὸν(自命聪明,即凡俗的聪明)为主语,以 οὐ σοφία(并非真正的智慧)为表语。接下来的 τό τε μὴ θνητὰ φρονεῖν(怀有超越凡人本分的想法)作为与之并列的主语,共同传达了警惕悲剧性狂妄(hubris)的核心主旨。

  2. 430τὸ πλῆθος ὅ τι / τὸ φαυλότερον

    关系代词 ὅ τι 的先行词是其后 §432 中的 τόδε,该词作为主句动词 δεχοίμαν ἂν 的直接宾语。比较级 τὸ φαυλότερον 在此属于绝对比较级用法,并非指“更卑贱的人”,而是指“较为朴素、平凡的大众”。

  3. 454ὡς ἐς γυναῖκας

    介词短语 ἐς γυναῖκας 前的 ὡς 表示限定或视角(“就吸引女性而言”或“在女性看来”)。这突显了彭透斯讥讽的语气,将狄奥尼索斯阴柔的外表与他来到忒拜煽动妇女的意图联系在一起。

  4. 470ὁρῶν ὁρᾶντα

    主格现在分词 ὁρῶν 与宾格现在分词 ὁρῶντα 的并置是一种修辞手法,强调彼此对等、直接的目睹。意为“在祂看着我时我也看着祂”,描绘了神明与启蒙信徒之间直接而双向的属灵契合。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(5 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-11-15 AI校阅 — 译文 1 处
  • 2026-09-21 AI校阅 — 原文 1 处
  • 2026-09-21 AI校阅 — 译文 2 处
urn:cts:greekLit:tlg0006.tlg017.humanitext-grc2:384-481