- 底本
- Euripides. Euripidis Fabulae, Vol. II. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1913. (Reprinted 1921-1962)
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0006.tlg010.humanitext-grc2:684-779
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
歌队对许托斯新得子的神谕深感疑虑并哀叹其阴谋,此时克勒乌萨与年迈的养育者前来询问神谕。歌队违背了保密的命令,向克勒乌萨透露了许托斯独自得子而她依然无子的真相,使两人陷入绝望。
τρόφιμος ἐξέβα; γυναικῶν τίνος;
(歌队)他作为一个养子走出来了吗?是从哪位妇女腹中所出?
οὐ γάρ με σαίνει θέσφατα μή τινʼ ἔχῃ δόλον.1
因为这神谕并没有取悦我,只怕它隐藏着某种阴谋。
δειμαίνω συμφοράν,
我畏惧这灾祸,
ἐφʼ ὅ ποτε βάσεται.
它最终将会落到何处。
ἄτοπος ἄτοπα γὰρ δίδωσί μοι,
因为那行为古怪的男人给我带来了古怪的事,
τὸ δʼ ἔτʼ εὔφημʼ ἔχει,
它依然带着吉兆的外表,
δόλον τύχαν θʼ, ὁ παῖς
却包含着诡计与命运,这个由
ἄλλων τραφεὶς ἐξ αἱμάτων.
他人的骨肉抚养长大的孩子。
τίς οὐ τάδε ξυνοίσεται;
谁不会赞同这一点呢?
— φίλαι, πότερʼ ἐμᾷ δεσποίνᾳ
——朋友们,我们要把这些
τάδε τορῶς ἐς οὖς γεγωνήσομεν;
清清楚楚地传入我们女主人的耳中吗?
πόσιν, ἐν ᾧ τὰ πάντʼ ἔχουσʼ ἐλπίδων
她的丈夫,曾是她寄托一切希望的伴侣,
μέτοχος ἦν, τλάμων,
与她共担命运,这个可怜的女人,
— νῦν δʼ ἣ μὲν ἔρρει συμφοραῖς, ὃ δʼ εὐτυχεῖ.
——如今她因灾祸而毁灭,而他却享有福运。
— πολιὸν ἐσπεσοῦσα γῆρας, πόσις δʼ
——她已步入白发苍苍的暮年,而丈夫却,
— ἀτίετος φίλων.
——不尊重自己的亲友。
— μέλεος, ὃς θυραῖος ἐλθὼν δόμους,
——可怜的人,他作为一个外人来到这个家里,
μέγαν ἐς ὄλβον, οὐκ ἴσωσεν τύχης
获得了巨大的财富,却不肯平分福运,
(— ὄλοιτʼ, ὄλοιτο) πότνιαν ἐξαπαφὼν ἐμάν.
(——愿他毁灭,愿他毁灭!)欺骗了我的女主人。
— καὶ θεοῖσιν μὴ τύχοι
——愿他在神明面前无法成功
καλλίφλογα πέλανον ἐπὶ
将美丽火焰的祭品
πυρὶ καθαγνίσας· τὸ δʼ ἐμὸν εἴσεται,2
在火上圣化;我的心自会知晓,
ὅσον ἀμᾶς ἔφυν
我们是多么热爱她,
τυραννίδος φίλα.
作为王室的亲密之友。
— ἦ δὴ πέλας δείπνων κυρεῖ
——确实,他已经快到宴席处了,
παῖς καὶ πατὴρ νέος νέων.
孩子与年轻的新父亲,在年轻人之中。
ἰὼ δειράδες Παρνασοῦ πέτρας
啊,帕尔纳索斯山岩的脊梁,
ἔχουσαι σκόπελον οὐράνιόν θʼ ἕδραν,
拥有山巅和高耸天际的宝座,
ἵνα Βάκχιος ἀμφιπύρους ἀνέχων πεύκας
在那里,巴克科斯高举着双重火焰的松明,
λαιψηρὰ πηδᾷ νυκτιπόλοις ἅμα σὺν Βάκχαις,
与夜行的巴克科斯女信徒们一同轻快地跳跃,
μή ποτʼ εἰς ἐμὰν πόλιν ἵκοιθʼ ὁ παῖς,
愿这孩子永远不要来到我的城邦,
νέαν δʼ ἁμέραν ἀπολιπὼν θάνοι.
愿他失去年轻的岁月,死在半途。
στενομένα γὰρ ἂν πόλις ἔχοι σκῆψιν3
因为城邦若陷入困境,便会有了借口,
ξενικὸν ἐσβολὰν
抵御外邦人的入侵,
ἁλίσας ὁ πάρος ἀρχαγὸς ὢν
就像我们先前的统治者、古老的领袖
Ἐρεχθεὺς ἄναξ.
埃雷克修斯国王那样。
ὦ πρέσβυ παιδαγώγʼ Ἐρεχθέως πατρὸς
(克勒乌萨)啊,我那曾经活在光芒之中的父亲
τοὐμοῦ ποτʼ ὄντος, ἡνίκʼ ἦν ἔτʼ ἐν φάει,
埃雷克修斯的年迈养育者,
ἔπαιρε σαυτὸν πρὸς θεοῦ χρηστήρια,
请为了神明的神谕振作精神,向上攀登吧,
ὥς μοι συνησθῇς, εἴ τι Λοξίας ἄναξ
以便与我一同欢喜,如果洛克西阿斯国王
θέσπισμα παίδων ἐς γονὰς ἐφθέγξατο.
发出了任何关于子嗣诞生的神谕。
σὺν τοῖς φίλοις γὰρ ἡδὺ μὲν πράσσειν καλῶς·
因为与朋友共尝甜头确实是一件美事;
ἃ μὴ γένοιτο δʼ, εἴ τι τυγχάνοι κακόν,
但——愿其不要发生——如果遭遇了不幸,
ἐς ὄμματʼ εὔνου φωτὸς ἐμβλέψαι γλυκύ.
能注视着一个忠诚之人的眼睛也是甜蜜的。
ἐγὼ δέ σʼ, ὥσπερ καὶ σὺ πατέρʼ ἐμόν ποτε,
而我,就像你曾经照顾我的父亲那样,
δέσποινʼ ὅμως οὖσʼ ἀντικηδεύω πατρός.4
虽是你的女主人,却也像女儿照顾父亲一样照顾你。
ὦ θύγατερ, ἄξιʼ ἀξίων γεννητόρων
(年迈养育者)啊,女儿,你保持着配得上
ἤθη φυλάσσεις, κοὐ καταισχύνασʼ ἔχεις
高贵父母的品格,并且没有羞辱
τοὺς σοὺς παλαιούς, ἐκγόνους αὐτόχθονας.
你那古老的、自大地而生的先祖们。
ἕλχʼ ἕλκε πρὸς μέλαθρα καὶ κόμιζέ με.
拉吧,拉着我走向宫殿,带我过去。
αἰπεινά τοι μαντεῖα· τοῦ γήρως δέ μοι
神谕之路确实陡峭;但请作为我暮年的良医,
συνεκπονοῦσα κῶλον ἰατρὸς γενοῦ.
与我一同劳作,支撑我的肢体。
ἕπου νυν· ἴχνος δʼ ἐκφύλασσʼ ὅπου τίθης.
(克勒乌萨)那么请跟着我;小心看守你落脚的每一步。
ἰδού.
(年迈养育者)瞧。
τὸ τοῦ ποδὸς μὲν βραδύ, τὸ τοῦ δὲ νοῦ ταχύ.
脚确实慢,但心却很快。
βάκτρῳ δʼ ἐρείδου περιφερῆ στίβον χθονός.
(克勒乌萨)在崎岖的泥土道路上,请用拐杖支撑前行。
καὶ τοῦτο τυφλόν, ὅταν ἐγὼ βλέπω βραχύ.
(年迈养育者)当我只能看到近处时,这拐杖也和瞎了一样。
ὀρθῶς ἔλεξας· ἀλλὰ μὴ παρῇς κόπῳ.
(克勒乌萨)你说的很对;但请不要向疲倦妥协。
οὔκουν ἑκών γε· τοῦ δʼ ἀπόντος οὐ κρατῶ.
(年迈养育者)绝非自愿;但我无法控制已经失去的体力。
γυναῖκες, ἱστῶν τῶν ἐμῶν καὶ κερκίδος
(克勒乌萨)妇人们,我的织机与飞梭下
δούλευμα πιστόν, τίνα τύχην λαβὼν πόσις
忠实的奴仆,我的丈夫得到了怎样的命运
βέβηκε παίδων, ὧνπερ οὕνεχʼ ἥκομεν;
关于孩子,为了他们我们才来到这里?
σημήνατʼ· εἰ γὰρ ἀγαθά μοι μηνύσετε,
请告诉我;因为如果你们向我宣布好消息,
οὐκ εἰς ἀπίστους δεσπότας βαλεῖς χάριν.
你们的恩情就绝不会落在无信无义的主人身上。
ἰὼ δαῖμον.
(歌队)啊,命运(神明)啊。
τὸ φροίμιον μὲν τῶν λόγων οὐκ εὐτυχές.
(年迈养育者)她们话语的开端并不吉利。
ἰὼ τλᾶμον.
(歌队)啊,可怜的人。
ἀλλʼ ἦ τι θεσφάτοισι δεσποτῶν νοσῶ;
(克勒乌萨)但是,我是否因为主人们的神谕而遭受什么灾祸?
εἶἑν· τί δρῶμεν; θάνατος ὧν κεῖται πέρι
(歌队)唉,我们该怎么办?说出来面临着死刑。
τίς ἥδε μοῦσα, χὡ φόβος τίνων πέρι;
(克勒乌萨)这哀歌是什么意思,这恐惧又是关于谁的?
εἴπωμεν ἢ σιγῶμεν; ἢ τί δράσομεν;
(歌队)我们该说还是保持沉默?还是该怎么办?
εἴφʼ· ὡς ἔχεις γε συμφοράν τινʼ εἰς ἐμέ.
(克勒乌萨)说吧;因为你显然带着某种针对我的灾祸。
εἰρήσεταί τοι, κεἰ θανεῖν μέλλω διπλῇ.5
(歌队)那就说出来吧,哪怕我要面临双重的死刑。
οὐκ ἔστι σοι, δέσποινʼ, ἐπʼ ἀγκάλαις λαβεῖν
我的女主人,你无法在怀抱中接纳
τέκνʼ, οὐδὲ μαστῷ σῷ προσαρμόσαι ποτέ.
孩子,也永远无法将他们贴在你的胸膛上哺乳。
ὤμοι, θάνοιμι.
(克勒乌萨)天啊,让我死吧。
θύγατερ.
(年迈养育者)女儿。
ὦ τάλαινʼ
(克勒乌萨)啊,我是多么悲惨,
ἐγὼ συμφορᾶς, ἔλαβον ἔπαθον ἄχος
在这灾祸中;我遭受了、承受了无法活下去的
ἀβίοτον, φίλαι.
痛苦,朋友们。
διοιχόμεσθα.
我们完蛋了。
τέκνον.
(年迈养育者)孩子。
αἰαῖ αἰαῖ·
(克勒乌萨)呜呼,哀哉!
διανταῖος ἔτυπεν ὀδύνα με πλευ-
一阵剧痛刺入了
μόνων τῶνδʼ ἔσω.
我的肺腑之中。
μήπω στενάξῃς
(年迈养育者)先不要叹息——
ἀλλὰ πάρεισι γόοι.
(克勒乌萨)但哀悼已经在这里了。
πρὶν ἂν μάθωμεν
(年迈养育者)——直到我们弄清楚——
ἀγγελίαν τίνα μοι;
(克勒乌萨)——我有什么消息?
εἰ ταὐτὰ πράσσων δεσπότης τῆς συμφορᾶς
(年迈养育者)——是主人同样承受了这灾祸
κοινωνός ἐστιν, ἢ μόνη σὺ δυστυχεῖς.
并与你分担,还是唯独你一人不幸。
κείνῳ μέν, ὦ γεραιέ, παῖδα Λοξίας
(歌队)老人啊,洛克西阿斯确实给了他
ἔδωκεν, ἰδίᾳ δʼ εὐτυχεῖ ταύτης δίχα.
一个孩子,他独自享有福运,而与她无关。
τόδʼ ἐπὶ τῷδε κακὸν ἄκρον ἔλακες
(克勒乌萨)你是在这极端的灾祸之上,又平添了灾祸,
ἄχος ἐμοὶ στένειν.
成为了让我哀叹的痛苦。
πότερα δὲ φῦναι δεῖ γυναικὸς ἔκ τινος
(年迈养育者)但是,你所说的那个孩子,是必须由某个女人所生,
τὸν παῖδʼ ὃν εἶπας, ἢ γεγῶτʼ ἐθέσπισεν;
还是神谕宣告他已经出生了?
- 685θέσφατα μή τινʼ ἔχῃ δόλον
连接词 μή 与虚拟式 ἔχῃ 连用表示担忧或恐惧(“只怕它含有……”),用以解释说明前句 οὐ γάρ με σαίνει θέσφατα(神谕并未使我安心)所表达的不安情绪。
- 707τὸ δʼ ἐμὸν εἴσεται
中性代名词短语 τὸ ἐμόν(我的立场、我的心意)作为动词 εἴσεται(οἶδα 的将来时单数第三人称)的主语或宾语。此处表达了歌队强烈的忠诚:“我的立场(支持女主人)终将被知晓”或“他(许托斯)必将体验到我的心意”。
- 721στενομένα γὰρ ἂν πόλις ἔχοι σκῆψιν
助词 ἄν 与选择语气 ἔχοι 结合表示潜在可能性(“城邦将会拥有……”)。现在分词 στενομένα(处于痛苦/困境之中)在此处带有条件含义,意为“如果城邦陷入困境”。
- 734δέσποινʼ ὅμως οὖσʼ ἀντικηδεύω πατρός
动词 ἀντικηδεύω(作为回报来照顾)与表示“代替……”的属格(πατρός,“代替父亲”)连用。分词短语 δέσποινʼ ὅμως οὖσα 起让步作用(“尽管我是女主人”),展现了超越身份阶级的深厚亲情。
- 760εἰρήσεται... κεἰ θανεῖν μέλλω διπλῇ
κεἰ 是 καὶ εἰ 的缩合,表示让步条件(“即使……”)。短语 θανεῖν μέλλω διπλῇ(“哪怕我将遭受双重死亡”)强调了歌队决心透露真相的悲壮,尽管面临着许托斯此前提出的死刑威胁(第 667 行)。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(4 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 译文 3 处
