← 欧里庇得斯

赫拉克勒斯

§255-333

接受死亡与梅加拉对敛服的祈求

在长老合唱团对僭主莱科斯表示强烈愤怒的同时,梅加拉劝说阿姆菲特律翁有尊严地接受不可避免的死亡。随后,梅加拉和阿姆菲特律翁恳求莱科斯允许他们为孩子们穿戴死者装束,莱科斯应允了这一请求。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
255

ἀρεῖτε καὶ τοῦδʼ ἀνδρὸς ἀνόσιον κάρακαθαιματώσεθʼ, ὅστις οὐ Καδμεῖος ὢνἄρχει κάκιστος τῶν νέων ἔπηλυς ὤν;

难道你们不举起权杖,将这厮不洁的头颅染红吗?他并非卡德摩斯人,作为一个外来者,却以最卑劣的方式统治着年轻一代。

ἀλλʼ οὐκ ἐμοῦ γε δεσπόσεις χαίρων ποτέ.

但你决不能得意地统治我。

— οὐδʼ ἁπόνησα1 πόλλʼ ἐγὼ καμὼν χερὶἕξεις. ἀπέρρων δʼ ἔνθεν ἦλθες ἐνθάδε,

我亲手辛苦得来的许多东西,你也别想占有。滚回你来的地方去,在那儿耍威风吧。

ὕβριζʼ. ἐμοῦ γὰρ ζῶντος οὐ κτενεῖς ποτετοὺς Ἡρακλείους παῖδας. οὐ τοσόνδε γῆςἔνερθʼ ἐκεῖνος κρύπτεται λιπὼν τέκνα.

只要我还活着,你就休想杀死赫拉克勒斯的孩子们。他并没有被深埋在大地之下,以至于彻底抛弃了他的孩子们。

— ἐπεὶ σὺ μὲν γῆν τήνδε διολέσας ἔχεις,ὃ δʼ ὠφελήσας ἀξίων οὐ τυγχάνει.

因为你把这片土地糟蹋殆尽,而他,造福了这片土地,却得不到应有的报偿。

— κἄπειτα πράσσω πόλλʼ ἐγώ, φίλους ἐμοὺςθανόντας εὖ δρῶν, οὗ φίλων μάλιστα δεῖ;

难道说,我为死去的友人们做善事,在最需要朋友的时候向他们伸出援手,反倒是多管闲事了吗?

— ὦ δεξιὰ χείρ, ὡς ποθεῖς λαβεῖν δόρυ,ἐν δʼ ἀσθενείᾳ τὸν πόθον διώλεσας.

噢,右手啊,你多么渴望拿起长矛,却在虚弱中丧失了这份渴望。

270

ἐπεί σʼ ἔπαυσʼ ἂν δοῦλον ἐννέποντά μεκαὶ τάσδε Θήβας εὐκλεῶς ᾠκήσαμεν.

否则,我定会阻止你称我为奴,而我们也本能在底比斯享有美名地生活。

ἐν αἷς σὺ χαίρεις· οὐ γὰρ εὖ φρονεῖ πόλιςστάσει νοσοῦσα καὶ κακοῖς βουλεύμασιν.

如今你却在这里得意;因为一座因内讧而病入膏肓、满是恶谋的城邦是无法理智思考的。

οὐ γάρ ποτʼ ἂν σὲ δεσπότην ἐκτήσατο.

否则,它绝不会招致你这样的主子。

275

γέροντες, αἰνῶ· τῶν φίλων γὰρ οὕνεκαὀργὰς δικαίας τοὺς φίλους ἔχειν χρεών·

长老们,我赞许你们;因为为了朋友而怀有公正的愤怒,是朋友理所应当的。

ἡμῶν δʼ ἕκατι δεσπόταις θυμούμενοιπάθητε μηδέν. τῆς δʼ ἐμῆς, Ἀμφιτρύων,γνώμης ἄκουσον, ἤν τί σοι δοκῶ λέγειν.

但请不要为了我们,因对主子发怒而遭受任何伤害。阿姆菲特律翁,请听听我的想法,若你觉得我说的还有几分道理。

280

ἐγὼ φιλῶ μὲν τέκνα· πῶς γὰρ οὐ φιλῶἅτικτον, ἁμόχθησα; καὶ τὸ κατθανεῖν

我爱我的孩子们;我怎能不爱自己所生并为之辛劳的孩子呢?我也认为死亡是可怕的;

δεινὸν νομίζω· τῷ δʼ ἀναγκαίῳ τρόπῳὃς ἀντιτείνει σκαιὸν ἡγοῦμαι βροτόν.

但我认为,凡是抗拒不可抗拒之命运的人,都是愚蠢的。

ἡμᾶς δʼ, ἐπειδὴ δεῖ θανεῖν, θνῄσκειν χρεὼνμὴ πυρὶ καταξανθέντας, ἐχθροῖσιν γέλωνδιδόντας, οὑμοὶ τοῦ θανεῖν μεῖζον κακόν.

既然我们必须死,就不该被大火烧焦,沦为仇敌的笑柄,这对我来说是比死更惨的祸事。

ὀφείλομεν γὰρ πολλὰ δώμασιν καλά·

因为我们对这个家负有许多高贵的荣耀;

σὲ μὲν δόκησις ἔλαβεν εὐκλεὴς δορός,ὥστʼ οὐκ ἀνεκτὸν δειλίας θανεῖν σʼ ὕπο·

你已赢得了战场上的显赫声誉,因此,背负懦夫之名而死,对你而言是不可容忍的。

290

οὑμὸς δʼ ἀμαρτύρητος εὐκλεὴς πόσις,ὡς τούσδε παῖδας οὐκ ἂν ἐκσῶσαι θέλοι

我的丈夫也是声名显赫、无需见证,他绝不愿让这些孩子背负恶名苟活;

δόξαν κακὴν λαβόντας· οἱ γὰρ εὐγενεῖςκάμνουσι τοῖς αἰσχροῖσι τῶν τέκνων ὕπερ,ἐμοί τε μίμημʼ ἀνδρὸς οὐκ ἀπωστέον.

因为出身高贵之人会因孩子的耻辱而痛苦,我也绝不能拒绝效仿我的丈夫。

295

σκέψαι δὲ τὴν σὴν ἐλπίδʼ ᾗ λογίζομαι·ἥξειν νομίζεις παῖδα σὸν γαίας ὕπο;

请照我的思路来审视你的希望:你以为你的儿子能从地底下回来吗?

καὶ τίς θανόντων ἦλθεν ἐξ Ἅιδου πάλιν;

死者之中又有谁曾从哈迪斯那里复生呢?

ἀλλʼ ὡς λόγοισι τόνδε μαλθάξαιμεν ἄν;

还是说,我们能用言语来感化这厮?绝无可能;

ἥκιστα· φεύγειν σκαιὸν ἄνδρʼ ἐχθρὸν χρεών,σοφοῖσι δʼ εἴκειν καὶ τεθραμμένοις καλῶς·

人们必须避开愚蠢而怀有敌意的人,而向明智且受过良好教育的人让步,

ῥᾷον γὰρ αἰδοῦς ὑπολαβὼν φίλʼ ἂν τέμοις.2

因为在他们那里激发起敬畏之心,你更容易达成友好的和解。

ἤδη δʼ ἐσῆλθέ μʼ εἰ παραιτησαίμεθαφυγὰς τέκνων τῶνδʼ· ἀλλὰ καὶ τόδʼ ἄθλιον,πενίᾳ σὺν οἰκτρᾷ περιβαλεῖν σωτηρίαν·

确实,我也曾想过是否能为这些孩子乞求流放;但即便如此也是悲惨的——将安全裹挟在可怜的贫穷之中;

305

ὡς τὰ ξένων πρόσωπα φεύγουσιν φίλοιςἓν ἦμαρ ἡδὺ βλέμμʼ ἔχειν φασὶν μόνον.

因为人们说,异乡人的面容对于逃亡的朋友,仅仅只有一天的温和目光。

τόλμα μεθʼ ἡμῶν θάνατον, ὃς μένει σʼ ὅμως.

与我们一同面对死亡吧,反正它终将等待着你。

προκαλούμεθʼ εὐγένειαν, ὦ γέρον, σέθεν·

老人家,我们诉诸于你的高贵出身;

τὰς τῶν θεῶν γὰρ ὅστις ἐκμοχθεῖ τύχας,πρόθυμός ἐστιν, ἡ προθυμία δʼ ἄφρων·

因为凡是与神明所降命运苦斗的人,虽有热忱,但那热忱却是愚蠢的;

ὃ χρὴ γὰρ οὐδεὶς μὴ χρεὼν θήσει ποτέ.3

因为没有人能将注定之事变为非注定之事。

εἰ μὲν σθενόντων τῶν ἐμῶν βραχιόνωνἦν τίς σʼ ὑβρίζων, ῥᾳδίως ἐπαύσατʼ ἄν·

若我的双臂有力,且有人侮辱你,他定会轻易罢手;

νῦν δʼ οὐδέν ἐσμεν. σὸν δὲ τοὐντεῦθεν σκοπεῖνὅπως διώσῃ τὰς τύχας, Ἀμφιτρύων.

但如今我们微不足道。阿姆菲特律翁,接下来就看你如何击退这些命运了。

οὔτοι τὸ δειλὸν οὐδὲ τοῦ βίου πόθοςθανεῖν ἐρύκει μʼ, ἀλλὰ παιδὶ βούλομαι

绝非胆怯或对生命的眷恋阻碍我走向死亡,但我希望能为我的儿子保全他的孩子们;

σῷσαι τέκνʼ· ἄλλως δʼ ἀδυνάτων ἔοικʼ ἐρᾶν.

但我似乎是在徒劳地期盼不可能的事。

ἰδοὺ πάρεστιν ἥδε φασγάνῳ δέρηκεντεῖν φονεύειν, ἱέναι πέτρας ἄπο.

看啊,这有一颈项,已准备好供剑刺入、杀戮,或从岩石上掷下。

μίαν δὲ νῷν δὸς χάριν, ἄναξ, ἱκνούμεθα·

大王啊,我们恳求你赐予我们一个恩惠:

κτεῖνόν με καὶ τήνδʼ ἀθλίαν παίδων πάρος,

在孩子们之前,先杀了我与这可怜的女人,

ὡς μὴ τέκνʼ εἰσίδωμεν, ἀνόσιον θέαν,ψυχορραγοῦντα καὶ καλοῦντα μητέρα

免得我们目睹孩子们奄奄一息、呼唤母亲与祖父的不洁惨景。

325

πατρός τε πατέρα. τἄλλα δʼ, εἰ πρόθυμος εἶ,πρᾶσσʼ· οὐ γὰρ ἀλκὴν ἔχομεν ὥστε μὴ θανεῖν.

其余的事,你若急于要做,就做吧;因为我们已无力逃避死亡。

κἀγώ σʼ ἱκνοῦμαι χάριτι προσθεῖναι χάριν,ἡμῖν ἵνʼ ἀμφοῖν εἷς ὑπουργήσῃς διπλᾶ·

我也恳求你恩上加恩,以便你为我们两人同时做双重的好事:

κόσμον πάρες μοι παισὶ προσθεῖναι νεκρῶν,δόμους ἀνοίξας — νῦν γὰρ ἐκκεκλῄμεθα —

允许我为孩子们穿戴死者装束,打开大门——因为现在我们被锁在外面了——

ὡς ἀλλὰ ταῦτά γʼ ἀπολάχωσʼ οἴκων πατρός.

以便他们至少能从父亲的家里分得这最后的一点。

ἔσται τάδʼ· οἴγειν κλῇθρα προσπόλοις λέγω.

就这么办吧;我这就吩咐仆人们打开门闩。

κοσμεῖσθʼ ἔσω μολόντες· οὐ φθονῶ πέπλων.

进去装扮吧;我并不吝惜那些衣袍。

语法注3 条
  1. 259ἁπόνησα

    关系代词 ἅ 以 ἁπόνησα(或该词隐含的内容)为先行词,作为主句动词 ἕξεις 的直接宾语。整句构成限制性关系从句结构,意为“你不会得到我亲手辛勤劳作(καμὼν χερὶ)所获得的许多东西(πολλά)”。

  2. 301αἰδοῦς ὑπολαβὼν φίλʼ ἂν τέμοις

    这是一个高度紧凑的表达。αἰδοῦς(敬畏、羞耻心)作为分词 ὑπολαβών(在此意为“从对方那里获得、激发起”)的属格宾语。φίλα 是中性复数宾格,意为“友好的协议/妥协点”,是祈愿动词 τέμοις(源自 τέμνω,“切割、达成协定”)的直接宾语。整句意为“因为(在有教养的对手那里)激发起敬畏之心,你更容易达成友好的和解”。

  3. 311ὃ χρὴ γὰρ οὐδεῖς μὴ χρεὼν θήσει ποτέ

    结构较为难懂的句子。χρή(必然的、注定的)与 ὃ χρή 共同构成主句的宾语(“注定的命运”)。μὴ χρεών 用作宾格补足语(“非注定之事”),与动词 τίθημι(此处为将来时 θήσει,意为“使A成为B”)构成双宾语结构。整句意为“因为没有人能将注定之事(A)变为非注定之事(B)”。

翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
  • 2026-11-15 AI校阅 — 注 1 处
  • 2026-11-15 AI校阅 — 译文 1 处
urn:cts:greekLit:tlg0006.tlg009.humanitext-grc2:255-333