- 底本
- Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0006.tlg006.humanitext-grc2:1-80
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-25
特洛伊沦陷后,安德洛玛刻沦为阿喀琉斯之子新普托勒莫斯的奴隶。她因受到赫耳弥俄涅及其父梅涅拉俄斯的生命威胁而避难于忒提斯神殿。此时,一名侍女前来告急,称其秘密托付给别处的独子也危在旦夕。
Ἀσιάτιδος γῆς σχῆμα, Θηβαία πόλι,
亚细亚土地的美丽装饰,忒拜城啊,
ὅθεν ποθ’ ἕδνων σὺν πολυχρύσῳ χλιδῇ
我曾几何时带着富丽黄金的聘礼从那里,
Πριάμου τύραννον ἑστίαν ἀφικόμην
来到普里阿摩斯君王般的家园,
δάμαρ δοθεῖσα παιδοποιὸς Ἕκτορι,
作为生育子嗣的妻子被赐予赫克托耳。
ζηλωτὸς ἔν γε τῷ πρὶν Ἀνδρομάχη χρόνῳ,
昔日,我安德洛玛刻确实是令人羡慕的人,
νῦν δ’, εἴ τις ἄλλη,1 δυστυχεστάτη γυνή·
但如今,如果还有旁人,我便是最不幸的女人。
ἥτις2 πόσιν μὲν Ἕκτορ’ ἐξ Ἀχιλλέως
我目睹了我的丈夫赫克托耳
θανόντ’ ἐσεῖδον, παῖδά θ’ ὃν τίκτω πόσει
被阿喀琉斯所杀,以及我为丈夫所生的孩子
ῥιφθέντα πύργων Ἀστυάνακτ’ ἀπ’ ὀρθίων,
阿斯提阿纳克斯从高耸的城墙上被扔下,
ἐπεὶ τὸ Τροίας εἷλον Ἕλληνες πέδον·
当时希腊人占领了特洛伊的平原。
αὐτὴ δὲ δούλη τῶν ἐλευθερωτάτων
而我自身,虽被视为出身于最自由的家族,
οἴκων νομισθεῖσ’3 Ἑλλάδ’ εἰσαφικόμην
却作为奴隶来到了希腊,
τῷ νησιώτῃ Νεοπτολέμῳ δορὸς γέρας
作为长枪的战利品,被赐予岛民新普托勒莫斯,
δοθεῖσα λείας Τρωικῆς ἐξαίρετον.
成为特洛伊掠夺物中精选的赏赐。
Φθίας δὲ τῆσδε καὶ πόλεως Φαρσαλίας
在这片与弗提亚和法萨里亚城
σύγχορτα ναίω πεδί’, ἵν’ ἡ θαλασσία
相邻的平原上,我居住于此。在那里,海洋女神
Πηλεῖ ξυνῴκει χωρὶς ἀνθρώπων Θέτις
忒提斯曾与珀琉斯同居,避开人群,
φεύγουσ’ ὅμιλον· Θεσσαλὸς δέ νιν λεὼς
远离尘嚣。色萨利的人民
Θετίδειον αὐδᾷ θεᾶς χάριν νυμφευμάτων.
称此处为忒提斯神殿,以纪念女神的婚礼。
ἔνθ’ οἶκον ἔσχε τόνδε παῖς Ἀχιλλέως,
阿喀琉斯的儿子便在此处建立了这座家园,
Πηλέα δ’ ἀνάσσειν γῆς ἐᾷ Φαρσαλίας,
并让珀琉斯统治法萨里亚的土地,
ζῶντος γέροντος σκῆπτρον οὐ θέλων λαβεῖν.
因为他不愿在老人还活着的时候接管王权。
κἀγὼ δόμοις τοῖσδ’ ἄρσεν’ ἐντίκτω κόρον,
而我也在这座宅邸中生下了一个男孩子,
πλαθεῖσ’ Ἀχιλλέως παιδί, δεσπότῃ γ’ ἐμῷ.
与阿喀琉斯的儿子、我的主人结合。
καὶ πρὶν μὲν ἐν κακοῖσι κειμένην ὅμως
以前,虽然身处不幸之中,但
ἐλπίς μ’ ἀεὶ προσῆγε σωθέντος τέκνου4
孩子获救的希望总是在引导着我,
ἀλκήν τιν’ εὑρεῖν κἀπικούρησιν κακῶν·
以为能找到某种御敌的保障和免于灾祸的救助。
ἐπεὶ δὲ τὴν Λάκαιναν Ἑρμιόνην γαμεῖ
然而,自从主人娶了斯巴达的赫耳弥俄涅,
τοὐμὸν παρώσας δεσπότης δοῦλον λέχος,
抛弃了我这奴隶的床榻,
κακοῖς πρὸς αὐτῆς σχετλίοις ἐλαύνομαι.
我便因她而陷入了可怕的苦难之中。
λέγει γὰρ ὥς νιν φαρμάκοις κεκρυμμένοις
因为她说我用隐秘的毒药
τίθημ’ ἄπαιδα καὶ πόσει μισουμένην,
使她无法生育,并被丈夫所憎恨,
αὐτὴ δὲ ναίειν οἶκον ἀντ’ αὐτῆς θέλω
还说我自己想要霸占这座房子,
τόνδ’, ἐκβαλοῦσα λέκτρα τἀκείνης βίᾳ·
用武力驱逐她并取代她的床榻。
ἁγὼ τὸ πρῶτον οὐχ ἑκοῦσ’ ἐδεξάμην,
这床榻我起初并非自愿接受,
νῦν δ’ ἐκλέλοιπα· Ζεὺς τάδ’ εἰδείη μέγας,
如今我也早已离弃。愿伟大的宙斯作证,
ὡς οὐχ ἑκοῦσα τῷδ’ ἐκοινώθην λέχει.
我并非自愿与他共用这床榻。
ἀλλ’ οὔ σφε πείθω, βούλεται δέ με κτανεῖν,
但我无法说服她,她想要杀了我,
πατήρ τε θυγατρὶ Μενέλεως συνδρᾷ τάδε.
她的父亲梅涅拉俄斯也正协助女儿做这等事。
καὶ νῦν κατ’ οἴκους ἔστ’, ἀπὸ Σπάρτης μολὼν
如今他就在家里,为了这同一个目的
ἐπ’ αὐτὸ τοῦτο· δειματουμένη δ’ ἐγὼ
从斯巴达赶来。我因恐惧,
δόμων πάροικον Θέτιδος εἰς ἀνάκτορον
来到了邻近宅邸的忒提斯圣所,
θάσσω τόδ’ ἐλθοῦσ’, ἤν με κωλύσῃ θανεῖν.5
坐在这里,看它能否阻止我死去。
Πηλεύς τε γάρ νιν ἔκγονοί τε Πηλέως
因为珀琉斯和珀琉斯的子嗣
σέβουσιν, ἑρμήνευμα Νηρῇδος γάμων.
都敬重此地,视之为涅瑞伊得斯婚礼的明证。
ὃς δ’ ἔστι παῖς μοι μόνος, ὑπεκπέμπω λάθρᾳ
至于我唯一的儿子,因害怕他被害,
ἄλλους ἐς οἴκους, μὴ θάνῃ φοβουμένη.
我已悄悄送去别的家里。
ὁ γὰρ φυτεύσας αὐτὸν οὔτ’ ἐμοὶ πάρα
因为生育他的父亲既不在我身边
προσωφελῆσαι, παιδί τ’ οὐδέν ἐστ’, ἀπὼν
施以援手,对孩子也无能为力,他正身处外地,
Δελφῶν κατ’ αἶαν, ἔνθα Λοξίᾳ δίκην
在德尔斐的土地上。他在那里因昔日的狂妄,
δίδωσι μανίας, ᾗ ποτ’ εἰς Πυθὼ μολὼν
向洛克西阿斯赎罪。他曾去往皮托,
ᾔτησε Φοῖβον πατρὸς οὗ κτείνει δίκην,
要求斐波斯为他被杀的父亲偿命。
εἴ πως τὰ πρόσθε σφάλματ’ ἐξαιτούμενος
他希望通过为过去的过错请求宽恕,
θεὸν παράσχοιτ’ εἰς τὸ λοιπὸν εὐμενῆ.
使神明此后对他变得仁慈。
δέσποιν’—ἐγώ τοι τοὔνομ’ οὐ φεύγω τόδε
侍女:女主人——我绝不逃避用这个称呼来
καλεῖν σ’, ἐπείπερ καὶ κατ’ οἶκον ἠξίουν
称呼您,因为当我们在特洛伊平原居住时,
τὸν σόν, τὸ Τροίας ἡνίκ’ ᾠκοῦμεν πέδον,
在您的家里,我也是这样称呼您的,
εὔνους δὲ καὶ σοὶ ζῶντί τ’ ἦ τῷ σῷ πόσει,
并且我对您以及您在世的丈夫都怀有忠心。
καὶ νῦν φέρουσά σοι νέους ἥκω λόγους,
如今,我给您带了新的消息,
φόβῳ μέν, εἴ τις δεσποτῶν αἰσθήσεται,
一方面带着恐惧,害怕被哪位主人察觉,
οἴκτῳ δὲ τῷ σῷ· δεινὰ γὰρ βουλεύεται
另一方面也出于对您的同情。因为梅涅拉俄斯和他的女儿
Μενέλαος εἰς σὲ παῖς θ’, ἅ σοι φυλακτέα.
正在针对您策划可怕的阴谋,您必须加以防范。
ὦ φιλτάτη σύνδουλε—σύνδουλος γὰρ εἶ
安德洛玛刻:噢,最亲爱的同奴——因为你确实
τῇ πρόσθ’ ἀνάσσῃ τῇδε, νῦν δὲ δυστυχεῖ—
与这位昔日的女主人、如今的不幸者同为奴隶——
τί δρῶσι; ποίας μηχανὰς πλέκουσιν αὖ,
他们在做什么?他们又在编织怎样的阴谋,
κτεῖναι θέλοντες τὴν παναθλίαν ἐμέ;
想要杀死我这极其悲惨的人?
τὸν παῖδά σου μέλλουσιν, ὦ δύστηνε σύ,
侍女:他们正准备杀死你的儿子,噢,不幸的你啊,
κτείνειν, ὃν ἔξω δωμάτων ὑπεξέθου.
就是你悄悄送到屋外的那个孩子。
οἴμοι· πέπυσται τὸν ἐμὸν ἔκθετον γόνον;
安德洛玛刻:天哪!我藏在外面的孩子被发现了吗?
πόθεν ποτ’; ὦ δύστηνος, ὡς ἀπωλόμην.
到底是从哪儿知道的?噢,不幸的我啊,我全完了!
οὐκ οἶδ’, ἐκείνων δ’ ᾐσθόμην ἐγὼ τάδε·
侍女:我不知道,但我从他们那里听到了这些。
φροῦδος δ’ ἐπ’ αὐτὸν Μενέλεως δόμων ἄπο.
梅涅拉俄斯已经离开家,朝着孩子去了。
ἀπωλόμην ἄρ’. ὦ τέκνον, κτενοῦσί σε
安德洛玛刻:那我真的完了。噢,孩子,他们会杀了你,
δισσοὶ λαβόντες γῦπες· ὁ δὲ κεκλημένος
两个秃鹰般的人会把你抓住。而那个被称为
πατὴρ ἔτ’ ἐν Δελφοῖσι τυγχάνει μένων.
父亲的人,现在却依然留在德尔斐。
δοκῶ γὰρ οὐκ ἂν ὧδέ σ’ ἂν πράσσειν κακῶς
侍女:是的,因为我想,要是他在场,
κείνου παρόντος· νῦν δ’ ἔρημος εἶ φίλων.
你绝不会落到如此悲惨的境地。但现在你孤立无援。
οὐδ’ ἀμφὶ Πηλέως ἦλθεν, ὡς ἥξοι, φάτις;
安德洛玛刻:难道关于珀琉斯,也没有他要来的消息吗?
γέρων ἐκεῖνος ὥστε σ’ ὠφελεῖν παρών.6
侍女:那人太老了,即使在场也帮不了你。
- 6εἴ τις ἄλλη
这是一种习惯表达,通过插入假设条件“如果有其他女人的话”来强调最高级“最不幸”。省略的主语和动词可根据上下文理解为“如果其他女人也是不幸的”。
- 8ἥτις
关系代名词 ὅστις 在此强调性质或原因(“我,作为这样一个……的人”),而非单纯的关系连接。它指代 Andromache,并引出她过去与现在的悲惨遭遇。
- 13νομισθεῖσ'
动词 νομίζω 的被动语态分词,意为“被视为/被对待为”。以 τῶν ἐλευθερωτάτων οἴκων 为其补足语。可作让步(“虽然被视为……”)或原因解释,突出了她昔日高贵出身与如今奴隶身份的鲜明对比。
- 27σωθέντος τέκνου
此结构既可理解为表示条件的属格绝对结构(“如果孩子获救的话”),也可理解为依附于名词 ἐλπίς 的宾格性属格(“对孩子获救的希望”)。在后一种情况下,分词起修饰限制作用。
- 44ἤν με κωλύσῃ θανεῖν
带虚拟语气的 ἤν (= ἐάν) 从句。此处并非普通的条件从句,而是表示期待或尝试(“希望能阻碍我死亡”或“看它是否能”),类似于间接疑问或目的表达。
- 80γέρων ἐκεῖνος ὥστε σ' ὠφελεῖν παρών
形容词 γέρων(年老的)后接表示程度的 ὥστε 与不定式,表达因过度而产生的否定结果:“他太老了,即使在场也无法帮助你”。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(2 处,最近 2026-11-15)
- 2026-11-15 AI校阅 — 注 1 处
- 2026-11-15 AI校阅 — 译文 1 处
