- 底本
- Euripides. Euripidis Fabulae, Vol. I. Murray, Gilbert, editor. Oxford: Clarendon Press, 1902.
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0006.tlg005.humanitext-grc2:94-198
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-26
希波吕托斯与仆人就傲慢和敬神进行了一番谈话后离去,随后歌队和乳母登场,哀叹淮德拉因神秘疾病而遭受的痛苦,最终淮德拉亲自出场。
ὀρθῶς γε· τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;1
说得对。凡人之中,傲慢而又不招人怨恨的能有谁呢?
ἐν δ’ εὐπροσηγόροισιν ἔστι τις χάρις;
那么,在温和易近的人身上,是否有一种令人喜爱的魅力呢?
πλείστη γε, καὶ κέρδος γε σὺν μόχθῳ βραχεῖ.
大有所在,而且只需付出微小的努力就能获得收益。
ἦ κἀν θεοῖσι ταὐτὸν ἐλπίζεις τόδε;
那么您认为在神明之中,也是同样如此吗?
εἴπερ γε θνητοὶ θεῶν νόμοισι χρώμεθα.
是的,如果我们凡人确实是在依循神明的规律生活的话。
πῶς οὖν σὺ σεμνός, δαίμον’ οὐ προσεννέπων
那您为何如此傲慢,竟不向一位神明致敬——
τίν’; εὐλαβοῦ δὲ μή τί σου σφαλῇ στόμα.2
哪一位?小心别让你信口开河犯了错。
τήνδ’, ἣ πύλαισι σαῖς ἐφέστηκεν Κύπρις.
就是这位,伫立在您门前的塞浦路斯女神。
πρόσωθεν αὐτὴν ἁγνὸς ὢν ἀσπάζομαι.
我是清白之人,只在远处向她致意。
σεμνός γε μέντοι κἀπίσημος ἐν βροτοῖς.
然而,她在凡人之中确实是庄严而显赫的。
ἄλλοισιν ἄλλος θεῶν τε κἀνθρώπων μέλει.
无论是神是人,各人都有各人所看重的对象。
εὐδαιμονοίης νοῦν ἔχων ὅσον σε δεῖ.
愿您幸福,并拥有您所必需的明智。
οὐδείς μ’ ἀρέσκει νυκτὶ θαυμαστὸς θεῶν.
在黑夜中显耀的神明,没有一个能讨我喜欢。
τιμαῖσιν, ὦ παῖ, δαιμόνων χρῆσθαι χρεών.
孩子啊,神明所配得的尊崇,我们是必须奉献的。
χωρεῖτ’, ὀπαδοί, καὶ παρελθόντες δόμους
进去吧,随从们,进到府邸里,
σίτων μέλεσθε· τερπνὸν ἐκ κυναγίας
准备膳食。狩猎之后,
τράπεζα πλήρης· καὶ καταψήχειν χρεὼν
丰盛的餐桌是件乐事。还有,必须刷洗
ἵππους, ὅπως ἂν ἅρμασιν ζεύξας ὕπο
马匹,好让我在饱餐一顿后,
βορᾶς κορεσθεὶς γυμνάσω τὰ πρόσφορα.
套上战车,给它们适度的活动和训练。
τὴν σὴν δὲ Κύπριν πόλλ’ ἐγὼ χαίρειν λέγω.3
至于你所说的塞浦路斯女神,我连理都不想理。
ἡμεῖς δέ — τοὺς νέους γὰρ οὐ μιμητέον,
而我们——因为决不能效仿年轻人的做法,
φρονοῦντας οὕτως — ὡς πρέπει δούλοις λέγειν,
他们心存那样的傲慢——我们将以符合奴隶身份的言辞,
προσευξόμεσθα τοῖσι σοῖς ἀγάλμασιν,
在您的神像前祈祷,
δέσποινα Κύπρι. χρὴ δὲ συγγνώμην ἔχειν,
女主塞浦路斯。您应该予以宽恕,
εἴ τίς σ’ ὑφ’ ἥβης σπλάγχνον ἔντονον φέρων4
如果有人因年轻气盛,怀着激昂的心性,
μάταια βάζει· μὴ δόκει τούτων κλύειν·
说了荒唐的胡话;请装作没有听见这些话;
σοφωτέρους γὰρ χρὴ βροτῶν εἶναι θεούς.
因为神明理应比凡人更加宽宏智慧。
Ὠκεανοῦ τις ὕδωρ στάζουσα πέτρα λέγεται,
歌队:据说有一块滴着大洋之水的岩石,
βαπτὰν κάλπισι ῥυτὰν πα-
从峭壁上吐出奔流不息的泉水,
γὰν προιεῖσα κρημνῶν·
可供水罐浸汲;
ὅθι μοί τις ἦν φίλα
在那里,我的一位好友
πορφύρεα φάρεα
正在将紫色的衣裳
ποταμίᾳ δρόσῳ
在清澈的溪水里
τέγγουσα, θερ-
浸润,然后晾在
μᾶς δ’ ἐπὶ νῶτα πέτρας εὐ-
阳光充足的岩石脊背上;
αλίου κατέβαλλ’· ὅθεν
正是在那里,
μοι πρώτα φάτις ἦλθε δεσποίνας·
我最先听到了关于女主人的消息:
τειρομέναν νοσερᾷ κοίτᾳ δέμας ἐντὸς ἔχειν
她因病痛缠身卧床不起,将身体
οἴκων,5 λεπτὰ δὲ φάρη ξάν-
隐在深闺,薄薄的纱巾遮蔽着她金黄的
θαν κεφαλὰν σκιάζειν·
头部;
τριτάταν δέ νιν κλύω
我听说这已经是第三天,
τάνδ’ ἀβρωσίᾳ
她滴水未进,
στόματος ἁμέραν
空腹不食,
Δάματρος ἀ-
拒绝德墨忒尔的谷物,
κτᾶς δέμας ἁγνὸν ἴσχειν, κρυ-
保持着清净之躯,
πτῷ πένθει θανάτου θέλου-
因隐秘的悲哀而渴望驶向
σαν κέλσαι ποτὶ τέρμα δύστανον.
那不幸的终点。
— ἦ σὺ γ’ ἔνθεος, ὦ κούρα,
——姑娘啊,你莫不是中了邪,
εἴτ’ ἐκ Πανὸς εἴθ’ Ἑκάτας
或是因潘神,或是因赫卡忒,
ἢ σεμνῶν Κορυβάντων φοι-
或是因庄严的科律班忒斯,或是因
τᾷς ἢ ματρὸς ὀρείας;
山中圣母而陷入狂乱?
— σὺ δ’ ἀμφὶ τὰν πολύθηρον Δί-
——还是说,因为对掌控众兽的迪克廷娜
κτυνναν ἀμπλακίαις ἀνίε-
犯下了未献祭品的罪过,而感到
ρος ἀθύτων πελάνων τρύχῃ;
神圣不容侵犯的惩罚而消瘦?
φοιτᾷ γὰρ καὶ διὰ λίμνας
因为她甚至能穿过湖泊,
χέρσον θ’ ὑπὲρ πελάγους
越过海洋上空的陆地,
δίναις ἐν νοτίαις ἅλμας.
在咸水的湿润旋涡中穿梭。
— ἢ πόσιν, τὸν Ἐρεχθειδᾶν
——或者是有人在府中,背着你
ἀρχαγόν, τὸν εὐπατρίδαν,
引诱了你的丈夫、埃里克托尼乌斯后裔的高贵领袖,
ποιμαίνει τις ἐν οἴκοις κρυ-πτὰ κοίτα λεχέων σῶν;
在密室中同床共枕?
— ἢ ναυβάτας τις ἔπλευσεν Κρή-
——或者是某个从克里特起航的船手,
τας ἔξορμος ἀνὴρ λιμένα
来到了对水手最温和的港口,
τὸν εὐξεινότατον ναύταις,
给王后带来了不幸的消息,
φήμαν πέμπων βασιλείᾳ,
而令她
λύπᾳ δ’ ὑπὲρ παθέων
为苦难所困,
εὐναία δέδεται ψυχά;
心魂被束缚在病榻上?
— φιλεῖ δὲ τᾷ δυστρόπῳ γυναικῶν
——而在女子忧郁多变的心境中,
ἁρμονίᾳ κακὰ δύστανος ἀμηχανία συνοικεῖν,
常伴随着痛苦与无助,
ὠδινῶν τε καὶ ἀφροσύνας.
那是分娩的阵痛和一时的迷惘。
δι’ ἐμᾶς ᾖξέν ποτε νηδύος ἅδ’
这种轻风也曾拂过我的子宫,
αὔρα. τὰν δ’ εὔλοχον οὐρανίαν
那时我呼求着掌管安产的天上
τόξων μεδέουσαν ἀύτευν
神射手阿耳忒弥斯;
Ἄρτεμιν, καί μοι πολυζήλωτος αἰεὶ
在诸神的庇佑下,她总是
σὺν θεοῖσι φοιτᾷ.
来到我身边,带给我渴望的安宁。
— ἀλλ’ ἥδε τροφὸς γεραιὰ πρὸ θυρῶν
——看啊,年迈的乳母已在门前,
τήνδε κομίζουσ’ ἔξω μελάθρων·
正把她抬出宫殿之外。
τί ποτ’ ἔστι μαθεῖν ἔραται ψυχή,
我的心灵切望知晓究竟发生了什么,
τί δεδήληται
为什么王后那面色惨白的躯体,
δέμας ἀλλόχροον βασιλείας.
竟如此衰弱。
ὦ κακὰ θνητῶν στυγεραί τε νόσοι.
乳母:噢,凡人的灾祸,可憎的病痛!
τί σ’ ἐγὼ δράσω; τί δὲ μὴ δράσω;
我该为你做些什么?我又该不做些什么?
τόδε σοι φέγγος λαμπρόν, ὅδ’ αἰθήρ·
这就是给你的明亮光芒,这就是天空;
ἔξω δὲ δόμων ἤδη νοσερᾶς
你病榻上的铺盖,
δέμνια κοίτης.
也已移出了府外。
δεῦρο γὰρ ἐλθεῖν πᾶν ἔπος ἦν σοι·
因为先前你一字一句都在念叨着要来这里;
τάχα δ’ ἐς θαλάμους σπεύσεις τὸ πάλιν.
但很快你又会急着回到内室中去。
ταχὺ γὰρ σφάλλῃ κοὐδενὶ χαίρεις,
因为你瞬息万变,对什么都不满意,
οὐδέ σ’ ἀρέσκει τὸ παρόν, τὸ δ’ ἀπὸν
眼前的事物无法讨你欢心,不在身边的
φίλτερον ἡγῇ.
反倒觉得更为珍贵。
κρεῖσσον δὲ νοσεῖν ἢ θεραπεύειν·
生病总比看护病人要好;
τὸ μέν ἐστιν ἁπλοῦν, τῷ δὲ συνάπτει
因为前者是单一的,而后者则伴随着
λύπη τε φρενῶν χερσίν τε πόνος.
心灵的忧伤和双手的劳苦。
πᾶς δ’ ὀδυνηρὸς βίος ἀνθρώπων,
凡人的整个生命都是痛苦的,
κοὐκ ἔστι πόνων ἀνάπαυσις.
劳苦永无停歇。
ἀλλ’ ὅ τι τοῦ ζῆν φίλτερον ἄλλο
然而,那比生存更可贵的一事物,
σκότος ἀμπίσχων κρύπτει νεφέλαις.
却被黑暗笼罩,隐藏在阴云之中。
τοῦ δ’ ὅ τι τοῦτο στίλβει κατὰ γῆν
对于这在地上闪亮的事物,
δυσέρωτες δὴ φαινόμεθ’ ὄντες,6
我们显出来确是爱得盲目,
δι’ ἀπειροσύνην ἄλλου βιότου
由于对另一种生活一无所知,
κοὐκ ἀπόδειξιν τῶν ὑπὸ γαίας·
也由于冥界之下的事物未曾得到证实;
μύθοις δ’ ἄλλως φερόμεσθα.
我们只是徒然被神话传说所左右漂泊。
ἄρατέ μου δέμας, ὀρθοῦτε κάρα·
淮德拉:扶起我的身体,挺直我的头部。
- 94τίς δ’ οὐ σεμνὸς ἀχθεινὸς βροτῶν;
形容词 σεμνός 作表语使用,相当于省去了分词 ὤν(“身为傲慢的”),修饰主语。βροτῶν 是部分属格,修饰疑问代名词 τίς。
- 100μή τί σου σφαλῇ στόμα
由祈使句 εὐλαβοῦ 引导的表示戒备或担忧的从句(μή + 虚拟语气不定过去时被动式 σφαλῇ),意为“当心你的嘴不要犯错”。不定代词 τί 在此作副词性使用,表示“在任何程度上”或“稍微”。
- 113πόλλ’ ἐγὼ χαίρειν λέγω
惯用表达 χαίρειν λέγω(字面意为“祝愿安好”),与宾格连用时,意为“向……告别”或“对……不予理会、摒弃”。中性复数宾格 πόλλα 在此用作副词,修饰动词,表示“彻底地、完全地”。
- 118σπλάγχνον ἔντονον φέρων
现在分词 φέρων(“怀着”)以宾格短语 σπλάγχνον ἔντονον(“紧张的/激昂的心性”)为其直接宾语,意为“怀着血气方刚的心情”。介词短语 ὑφ’ ἥβης(“在青春之下,由于年轻”)修饰整个分词短语。
- 131τειρομέναν νοσερᾷ κοίτᾳ δέμας ἐντὸς ἔχειν οἴκων
这是由不定式 ἔχειν 和 σκιάζειν 构成的“宾格加不定式”结构(对格不定法),用于解释名词 φάτις(“传闻、消息”)的具体内容。阴性单数宾格分词 τειρομέναν 修饰省略的宾格主语(淮德拉),而 δέμας 是 ἔχειν 的直接宾语。
- 194τοῦ δ’ ὅ τι τοῦτο στίλβει κατὰ γῆν / δυσέρωτες δὴ φαινόμεθ’ ὄντες
中性单数属格代名词 τοῦ 作为复合形容词 δυσέρωτες(“疯狂热爱某物的”,要求属格)的支配宾语。关系从句 ὅ τι τοῦτο στίλβει κατὰ γῆν(“这在地上闪亮的事物无论是什么”)与 τοῦ 构成同位语或进行解释。
翻译:Gemini 3.5 Flash(2026-05-22 发布)・中文译文与原文的修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
