- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.84.1-8.84.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
由于阿斯提奥科斯傲慢地对待要求军饷的水兵,引发了一场针对他的暴动;同时,米利都人夺取了蒂萨费尔尼斯的堡垒,并与主张顺从波斯总督的利卡斯发生冲突。
ὄντων δ’ αὐτῶν ἐν τοιούτῳ ἀναλογισμῷ ξυνηνέχθη καὶ τοιόσδε τις θόρυβος περὶ τὸν Ἀστύοχον.
正当他们进行此类诉说时,在阿斯提奥科斯周围也发生了如下的一场骚乱。
τῶν γὰρ Συρακοσίων καὶ Θουρίων ὅσῳ μάλιστα καὶ ἐλεύθεροι ἦσαν τὸ πλῆθος οἱ ναῦται, τοσούτῳ καὶ θρασύτατα1 προσπεσόντες τὸν μισθὸν ἀπῄτουν. ὁ δὲ αὐθαδέστερόν τέ τι ἀπεκρίνατο καὶ ἠπείλησε καὶ τῷ γε Δωριεῖ ξυναγορεύοντι τοῖς ἑαυτοῦ ναύταις καὶ ἐπανήρατο τὴν βακτηρίαν.
因为叙拉古和图里伊的水兵们,由于其中大多数人尤其是自由公民,所以极其大胆地围上来要求发放军饷。而他则态度颇为傲慢地予以回答,并加以威胁,甚至对为自己水兵进行辩护而发言的多里哀乌斯举起了手杖。
τὸ δὲ πλῆθος τῶν στρατιωτῶν ὡς εἶδον, οἷα δὴ ναῦται, ὥρμησαν2 ἐκραγέντες ἐπὶ τὸν Ἀστύοχον ὥστε βάλλειν· ὁ δὲ προϊδὼν καταφεύγει ἐπὶ βωμόν τινα. οὐ μέντοι ἐβλήθη γε, ἀλλὰ διελύθησαν ἀπ’ ἀλλήλων.
士兵群众见状,便暴发出来,像典型的水兵那样,冲向阿斯提奥科斯要拿石头砸他;但他见机得早,逃到一个祭坛避难。不过他并没有被砸中,而是众人被互相拉开了。
ἔλαβον δὲ καὶ τὸ ἐν τῇ Μιλήτῳ ἐνῳκοδομημένον τοῦ Τισσαφέρνους φρούριον οἱ Μιλήσιοι λάθρᾳ ἐπιπεσόντες, καὶ τοὺς ἐνόντας φύλακας αὐτοῦ ἐκβάλλουσιν· ξυνεδόκει δὲ καὶ τοῖς ἄλλοις ξυμμάχοις ταῦτα καὶ οὐχ ἥκιστα τοῖς Συρακοσίοις.
此外,米利都人突然袭击并夺取了建在米利都城内的蒂萨费尔尼斯的堡垒,并赶走了驻守其中的守备队;这一行动也得到了其他盟友的赞同,尤其是叙拉古人。
ὁ μέντοι Λίχας οὔτε ἠρέσκετο αὐτοῖς ἔφη τε χρῆναι Τισσαφέρνει καὶ δουλεύειν Μιλησίους καὶ τοὺς ἄλλους τοὺς ἐν τῇ βασιλέως3 τὰ μέτρια καὶ ἐπιθεραπεύειν, ἕως ἂν τὸν πόλεμον εὖ θῶνται. οἱ δὲ Μιλήσιοι ὠργίζοντό τε αὐτῷ καὶ διὰ ταῦτα καὶ δι’ ἄλλα τοιουτότροπα καὶ νόσῳ ὕστερον ἀποθανόντα αὐτὸν οὐκ εἴασαν θάψαι οὗ ἐβούλοντο οἱ παρόντες τῶν Λακεδαιμονίων.
然而,利卡斯对此并不满意,并表示米利都人以及国王领地内的其他人在把战争圆满结束之前,应当在合理的限度内服从蒂萨费尔尼斯并迎合他。因此,米利都人不仅因为这件事,也因为其他类似的事情而对他感到愤怒,以至于后来他因病去世时,他们不准在场的拉刻代蒙人将他安葬在他们所希望的地方。
- 8.84.2ὅσῳ μάλιστα καὶ ἐλεύθεροι ἦσαν τὸ πλῆθος οἱ ναῦται, τοσούτῳ καὶ θρασύτατα
相关结构 ὅσῳ... τοσούτῳ 表示比例关系(“越……就越……”)。在此处,它建立了一种因果联系,表明由于这些水兵中的大多数人(τὸ πλῆθος,关系宾格)尤其是自由公民(而非雇佣兵或奴隶),因此他们提出要求时的态度也相应地最为大胆(θρασύτατα)。
- 8.84.3τὸ δὲ πλῆθος τῶν στρατιωτῶν ὡς εἶδον... ὥρμησαν
尽管主语 τὸ πλῆθος(群众)是一个单数中性名词,但时间从句的动词(εἶδον)和主句的动词(ὥρμησαν)都使用了第三人称复数。这是典型的“按意义一致”(constructio ad sensum)用法,即动词的数与集合名词所隐含的复数意义(兵士个体们的集合)相一致,而非与其语法上的单数形式一致。
- 8.84.5τοὺς ἐν τῇ βασιλέως
在阴性单数与格冠词 τῇ 和属格专有名词 βασιλέως(国王的)之间,省略了名词 γῇ(土地、领地)。在古希腊语中,尤其是在表示属于某统治者的地理或政治领地时,省略阴性名词 γῆ 是一种极为常见的惯例。
翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
- 2026-09-21 AI校阅 — 译文 1 处
