- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.61.1-8.61.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
开春伊始,斯巴达人德尔叙利达斯被派往阿卑多斯,而被围困的奇奥斯人从米利都迎回指挥官莱昂及十二艘船只后出击,与雅典人进行了一场激烈的海战。
τοῦ δ’ ἐπιγιγνομένου θέρους ἅμα τῷ ἦρι εὐθὺς ἀρχομένῳ Δερκυλίδας τε ἀνὴρ Σπαρτιάτης στρατιὰν ἔχων οὐ πολλὴν παρεπέμφθη πεζῇ ἐφ’ Ἑλλησπόντου Ἄβυδον ἀποστήσων1 (εἰσὶ δὲ Μιλησίων ἄποικοι), καὶ οἱ Χῖοι, ἐν ὅσῳ αὐτοῖς ὁ Ἀστύοχος ἠπόρει ὅπως βοηθήσοι, ναυμαχῆσαι πιεζόμενοι τῇ πολιορκίᾳ ἠναγκάσθησαν.
在紧随其后的夏天,一到开春之初,斯巴达人德尔叙利达斯便率领一支人数不多的军队从陆路被派往赫勒斯蓬特,企图使阿卑多斯(他们是米利都人的殖民者)发生叛乱;同时,奇奥斯人在阿斯提奥科斯正苦于不知如何救援他们期间,因受到围困的逼迫,不得不进行海战。
ἔτυχον δὲ ἔτι ἐν Ῥόδῳ ὄντος Ἀστυόχου ἐκ τῆς Μιλήτου Λέοντά τε ἄνδρα Σπαρτιάτην, ὃς Ἀντισθένει ἐπιβάτης ξυνεξῆλθε, τοῦτον κεκομισμένοι2 μετὰ τὸν Πεδαρίτου θάνατον ἄρχοντα καὶ ναῦς δώδεκα, αἳ ἔτυχον φύλακες Μιλήτου οὖσαι, ὧν ἦσαν Θούριαι πέντε καὶ Συρακόσιαι τέσσαρες καὶ μία Ἀναιῖτις καὶ μία Μιλησία καὶ Λέοντος μία.
原来,当阿斯提奥科斯仍在罗得岛时,奇奥斯人已在佩达里托斯死后,从米利都迎来了斯巴达人莱昂(他曾作为海兵随同安提斯塞内斯一同出发)担任指挥官,并带回了十二艘刚好在米利都担任防卫的船只,其中五艘属于苏里伊,四艘属于叙拉古,一艘属于阿奈亚,一艘属于米利都,还有一艘属于莱昂自己。
ἐπεξελθόντων δὲ τῶν Χίων πανδημεὶ καὶ καταλαβόντων τι ἐρυμνὸν χωρίον καὶ τῶν νεῶν αὐτοῖς ἅμα ἓξ καὶ τριάκοντα ἐπὶ τὰς τῶν Ἀθηναίων δύο καὶ τριάκοντα ἀναγαγομένων ἐναυμάχησαν·3 καὶ καρτερᾶς γενομένης ναυμαχίας οὐκ ἔλασσον ἔχοντες ἐν τῷ ἔργῳ οἱ Χῖοι καὶ οἱ ξύμμαχοι (ἤδη γὰρ καὶ ὀψὲ ἦν) ἀνεχώρησαν ἐς τὴν πόλιν.
接着,在奇奥斯人全体出击并占领了一处险要之地,同时他们的三十六艘船只出海迎战雅典人的三十二艘船只时,双方爆发了海战。在经历了一场激烈的海战后,奇奥斯人及其同盟军在战斗中并未处于下风(因为当时天色已晚),便撤回了城内。
- 8.61.1Ἄβυδον ἀποστήσων
将来分词 ἀποστήσων 表示目的,意为“为了使阿卑多斯叛乱(脱离雅典)”。
- 8.61.2ἔτυχον ... κεκομισμένοι
动词 τυγχάνω (ἔτυχον) 与完成时分词 κεκομισμένοι(主语是前一节中的“奇奥斯人”)构成的迂回句式,意为“他们刚好已经带回了”。
- 8.61.3ἐπεξελθόντων δὲ τῶν Χίων ... ἐναυμάχησαν
连词 δέ 之后的一系列属格独立结构(ἐπεξελθόντων... 和 καταλαβόντων... 以及 τῶν νεῶν... ἀναγαγομένων)共同修饰主句的动词 ἐναυμάχησαν(“他们进行了海战”),并说明其发生的背景。
