- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.55.1-8.55.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
雅典将军莱昂和狄奥墨东袭击罗得岛,随后将基地设在卡尔克岛。在基奥斯,佩达里托斯进攻雅典人的防御工事,但在反击中战败身亡。
ὁ δὲ Λέων καὶ ὁ Διομέδων ἐν τῷ αὐτῷ χειμῶνι ἀφιγμένοι ἤδη ἐπὶ τὰς τῶν Ἀθηναίων ναῦς ἐπίπλουν τῇ Ῥόδῳ ἐποιήσαντο. καὶ τὰς μὲν ναῦς καταλαμβάνουσιν ἀνειλκυσμένας τῶν Πελοποννησίων, ἐς δὲ τὴν γῆν ἀπόβασίν τινα ποιησάμενοι καὶ τοὺς προσβοηθήσαντας Ῥοδίων νικήσαντες μάχῃ ἀπεχώρησαν ἐς τὴν Χάλκην, καὶ τὸν πόλεμον ἐντεῦθεν μᾶλλον 〈ἢ〉 ἐκ τῆς Κῶ ἐποιοῦντο· εὐφυλακτότερα1 γὰρ αὐτοῖς ἐγίγνετο, εἴ ποι ἀπαίροι2 τὸ τῶν Πελοποννησίων ναυτικόν.
在同一个冬季里,莱昂和狄奥墨东已经抵达了雅典的舰队,并对罗得岛发动了袭击。他们发现伯罗奔尼撒人的船只已经拖上岸来,便在陆地上进行了一次登陆,并在战斗中击败了前来增援的罗得人,随后撤退到卡尔克岛。此后,他们主要从这里,而不是从科斯岛进行战争,因为如果伯罗奔尼撒人的舰队从任何地方出航,对他们来说都更容易进行监视。
ἦλθε δ’ ἐς τὴν Ῥόδον καὶ Ξενοφαντίδας Λάκων παρὰ Πεδαρίτου ἐκ Χίου, λέγων ὅτι τὸ τεῖχος τῶν Ἀθηναίων ἤδη ἐπιτετέλεσται, καὶ εἰ μὴ βοηθήσουσι πάσαις ταῖς ναυσίν, ἀπολεῖται τὰ ἐν Χίῳ πράγματα. οἱ δὲ διενοοῦντο βοηθήσειν.
同时,一个名叫克塞诺凡蒂达斯的拉栖代梦人从基奥斯岛的佩达里托斯那里来到罗得岛,报告说雅典人的围墙已经竣工,如果不动用全部船只前去增援,基奥斯的局势就将毁灭。于是他们打算前去增援。
ἐν τούτῳ δὲ ὁ Πεδάριτος αὐτός τε καὶ τὸ περὶ αὑτὸν ἐπικουρικὸν ἔχων καὶ τοὺς Χίους πανστρατιᾷ προσβαλὼν τῶν Ἀθηναίων τῷ περὶ τὰς ναῦς ἐρύματι3 αἱρεῖ τέ τι αὐτοῦ καὶ νεῶν τινῶν ἀνειλκυσμένων ἐκράτησεν· ἐπεκβοηθησάντων δὲ τῶν Ἀθηναίων καὶ τρεψαμένων τοὺς Χίους πρώτους4 νικᾶται καὶ τὸ ἄλλο τὸ περὶ τὸν Πεδάριτον, καὶ αὐτὸς ἀποθνῄσκει καὶ τῶν Χίων πολλοὶ καὶ ὅπλα ἐλήφθη πολλά.
在此期间,佩达里托斯本人率领身边的雇佣军以及基奥斯人的全部军队,进攻雅典人船只周围的防御工事,攻占了其中的一部分,并夺取了几艘拖上岸的船只。然而,当雅典人出击救援并首先击溃了基奥斯人时,佩达里托斯周围的其余军队也被击败,他本人阵亡,许多基奥斯人也战死,许多武器被缴获。
- 8.55.1εὐφυλακτότερα
中性复数形式非人称地使用,意为“(进行监视)更加容易”。εἰ 从句(εἴ ποι ἀπαίροι)实际上起到了主语的作用,或者指代前后的整体情况。
- 8.55.1εἴ ποι ἀπαίροι
εἰ 搭配祈愿语气。对应主句的过去时态(ἐγίγνετο),表示过去不确定的条件,即“如果……出航的话”这一假设。
- 8.55.3τῶν Ἀθηναίων τῷ περὶ τὰς ναῦς ἐρύματι
属格 τῶν Ἀθηναίων(雅典人的)修饰名词 ἐρύματι(防御工事)。它被放置在冠词 τῷ 之前,形成了语序倒装(hyperbaton)。
- 8.55.3ἐπεκβοηθησάντων δὲ τῶν Ἀθηναίων καὶ τρεψαμένων τοὺς Χίους πρώτους
属格独立结构(genitive absolute)。两个分词 ἐπεκβοηθησάντων 和 τρεψαμένων 的逻辑主语是 τῶν Ἀθηναίων。由于其与主句(νικᾶται...)的主语不同,故使用此结构。
