- 底本
- Thucydides. Historiae, Vol 1-2. Jones, Henry Stuart, editor. Oxford: Oxford University Press, 1910. (1942 printing).
- 翻译
- AI 生成(gemini-3.5-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.26.1-8.26.3
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-09
来自伯罗奔尼撒和西西里的增兵舰队逼近密里都,并驶入伊阿索斯湾以了解局势。他们在那里从阿尔西比亚德斯处获悉战况,后者敦促他们立即救援密里都。
ἐν τούτῳ δὲ περὶ δείλην ἤδη ὀψίαν ἀγγέλλεται αὐτοῖς τὰς ἀπὸ Πελοποννήσου καὶ Σικελίας πέντε καὶ πεντήκοντα ναῦς ὅσον οὐ παρεῖναι.1 τῶν τε γὰρ Σικελιωτῶν, Ἑρμοκράτους τοῦ Συρακοσίου μάλιστα ἐνάγοντος2 ξυνεπιλαβέσθαι καὶ τῆς ὑπολοίπου Ἀθηναίων καταλύσεως, εἴκοσι νῆες Συρακοσίων ἦλθον καὶ Σελινούντιαι δύο, αἵ τε ἐκ Πελοποννήσου, ἃς παρεσκευάζοντο, ἑτοῖμαι ἤδη οὖσαι· καὶ Θηριμένει τῷ Λακεδαιμονίῳ ξυναμφότεραι ὡς Ἀστύοχον τὸν ναύαρχον προσταχθεῖσαι κομίσαι,3 κατέπλευσαν ἐς Λέρον πρῶτον τὴν πρὸ Μιλήτου νῆσον·
在此期间,已近黄昏,雅典人接到报告说,来自伯罗奔尼撒和西西里的五十五艘船只几乎已在眼前。因为在西西里人中,由于叙拉古的赫尔莫克拉特斯极力督促大家协力消灭雅典人的残余力量,叙拉古人的二十艘船和塞利努斯人的两艘船已经到来;而他们一直在准备的来自伯罗奔尼撒的船只此时也已准备就绪。这两支舰队一同被指派给拉栖代梦人塞里梅内斯,由其护送到海军司令阿斯提奥克斯那里,它们首先驶入密里都前方的莱罗斯岛。
ἔπειτα ἐκεῖθεν αἰσθόμενοι ἐπὶ Μιλήτῳ ὄντας Ἀθηναίους ἐς τὸν Ἰασικὸν κόλπον πρότερον πλεύσαντες ἐβούλοντο εἰδέναι τὰ περὶ τῆς Μιλήτου.
随后,他们从那里得知雅典人正在围攻密里都,便先驶入伊阿索斯湾,想要了解密里都的具体情况。
ἐλθόντος δὲ Ἀλκιβιάδου ἵππῳ ἐς Τειχιοῦσσαν τῆς Μιλησίας, οἷπερ τοῦ κόλπου πλεύσαντες ηὐλίσαντο,4 πυνθάνονται τὰ περὶ τῆς μάχης (παρῆν γὰρ ὁ Ἀλκιβιάδης καὶ ξυνεμάχετο τοῖς Μιλησίοις καὶ Τισσαφέρνει), καὶ αὐτοῖς παρῄνει, εἰ μὴ βούλονται τά τε ἐν Ἰωνίᾳ καὶ τὰ ξύμπαντα πράγματα διολέσαι, ὡς τάχιστα βοηθεῖν Μιλήτῳ καὶ μὴ περιιδεῖν ἀποτειχισθεῖσαν.
当阿尔西比亚德斯骑马来到密里都领地内的泰基乌萨(正是他们驶入该湾后停泊宿营的地方)时,他们获悉了战斗的消息(因为阿尔西比亚德斯当时在场,并与密里都人和蒂萨费尔尼斯并肩作战);他向他们建议,如果不希望使伊奥尼亚的局势和整个事业毁于一旦,就必须尽快救援密里都,决不能坐视其被筑墙围困。
- 8.26.1ὅσον οὐ παρεῖναι
ὅσον οὐ 是一个惯用副词短语,意为“几乎”、“近乎”。此处它修饰宾格不定式结构 τὰς ... ναῦς ... παρεῖναι(船只已经抵达),用以表达舰队即将抵达的紧迫状态。
- 8.26.1Ἑρμοκράτους ... ἐνάγοντος
属格独立分词结构,表原因,译为“由于赫尔莫克拉特斯督促”。分词 ἐνάγοντος 带不定式 ξυνεπιλαβέσθαι(协助)作宾语,而该不定式进一步支配属格 τῆς ... καταλύσεως。
- 8.26.1προσταχθεῖσαι κομίσαι
被动分词 προσταχθεῖσαι 与主语 ξυναμφότεραι(两支舰队,阴性复数)一致。这是将主动结构“命令塞里梅内斯护送这些船只”转化为以船只为主语的被动结构。与格的 Θηριμένει 指受命执行动作的人,不定式 κομίσαι 则表示命令的具体内容。
- 8.26.3οἷπερ τοῦ κόλπου πλεύσαντες ηὐλίσαντο
οἷπερ 是指代泰基乌萨的关系副词,意为“在该处”。τοῦ κόλπου 是表示地点的属格,或表示航行范围的属格,指他们在其间航行的“海湾(内部)”。
