← 修昔底德

伯罗奔尼撒战争史

§8.19.1-8.19.4

奇奥斯船队的溃逃与莱贝多斯的叛变

盟约结成后,奇奥斯船只前往阿奈亚,但因雅典船只逼近而溃逃。随后,奇奥斯军煽动莱贝多斯和埃赖叛变并班师回朝。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.19.1

ἡ μὲν ξυμμαχία αὕτη ἐγένετο· μετὰ δὲ ταῦτα οἱ Χῖοι εὐθὺς δέκα ἑτέρας πληρώσαντες ναῦς ἔπλευσαν ἐς Ἄναια, βουλόμενοι περί τε τῶν ἐν Μιλήτῳ πυθέσθαι καὶ τὰς πόλεις ἅμα ἀφιστάναι.

该盟约遂告成立。此后,奇奥斯人立即整备了另外十艘船,航行至阿奈亚,意图探听米雷托斯的情况,并同时煽动各城市叛变。

§8.19.2

καὶ ἐλθούσης παρὰ Χαλκιδέως ἀγγελίας αὐτοῖς ἀποπλεῖν πάλιν, καὶ ὅτι Ἀμόργης παρέσται κατὰ γῆν στρατιᾷ,1 ἔπλευσαν ἐς Διὸς ἱερόν· καὶ καθορῶσιν ἑκκαίδεκα ναῦς, ἃς ὕστερον ἔτι Θρασυκλέους2 Διομέδων ἔχων ἀπ’ Ἀθηνῶν προσέπλει.

当他们收到哈尔基德乌斯传来的消息,要求他们返航,并称阿莫尔格斯将率陆军抵达时,他们便航行至宙斯神庙。在那里,他们望见十六艘船只,这些船是迪奥梅东随后继色拉西克勒斯之后,率领从雅典驶来的。

§8.19.3

καὶ ὡς εἶδον, ἔφευγον μιᾷ μὲν νηὶ ἐς Ἔφεσον, αἱ δὲ λοιπαὶ ἐπὶ τῆς Τέω. καὶ τέσσαρας μὲν κενὰς οἱ Ἀθηναῖοι λαμβάνουσι τῶν ἀνδρῶν ἐς τὴν γῆν φθασάντων·3 αἱ δ’ ἄλλαι ἐς τὴν Τηίων πόλιν καταφεύγουσιν.

他们一见此景便纷纷逃走,一艘船逃往以弗所,其余的则逃向忒奥斯。由于船员们已抢先登陆,雅典人俘获了四艘空船;其余的船只则逃进了忒奥斯人的城市。

§8.19.4

καὶ οἱ μὲν Ἀθηναῖοι ἐπὶ τῆς Σάμου ἀπέπλευσαν, οἱ δὲ Χῖοι ταῖς λοιπαῖς ναυσὶν ἀναγαγόμενοι καὶ ὁ πεζὸς μετ’ αὐτῶν Λέβεδον ἀπέστησαν καὶ αὖθις Αἱράς. καὶ μετὰ τοῦτο ἕκαστοι ἐπ’ οἴκου ἀπεκομίσθησαν, καὶ ὁ πεζὸς καὶ αἱ νῆες.

随后,雅典人起航返回萨摩斯,而奇奥斯人则率其余船只出海,与他们随行的陆军一道,促使莱贝多斯叛变,随后又促使埃赖叛变。此后,无论陆军还是船只,各军均返回本乡。

语法注3 条
  1. 8.19.2ἐλθούσης παρὰ Χαλκιδέως ἀγγελίας αὐτοῖς ἀποπλεῖν πάλιν, καὶ ὅτι Ἀμόργης παρέσται κατὰ γῆν στρατιᾷ

    名词 ἀγγελίας 之后并列了表示命令的动词不定式 ἀποπλεῖν(指示返航)和表示事实的 ὅτι 从句(陈述阿莫尔格斯逼近),共同说明消息的具体内容。整个结构由 ἐλθούσης ... ἀγγελίας 构成属格独立(genitive absolute)句式。

  2. 8.19.2ὕστερον ἔτι Θρασυκλέους

    专有名词 Θρασυκλέους 是由副词 ὕστερον(较晚)所支配的比较属格。字面意思是“比色拉西克勒斯还要晚”,表明迪奥梅东是在色拉西克勒斯之后作为追加增援从雅典派来的。

  3. 8.19.3τῶν ἀνδρῶν ἐς τὴν γῆν φθασάντων

    属格独立结构。动词 φθάνω 意为“抢先”、“先于……到达”,此处表示船员们在被雅典人俘获之前“先一步逃上了陆地”。因此,这些船只被俘获时是空无一人(κενάς)的。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.19.1-8.19.4