← 修昔底德

伯罗奔尼撒战争史

§8.15.1-8.15.2

雅典动用储备基金与紧急派遣舰队

雅典人得知希奥斯反叛后深感危机,随即投票废除动用一千塔兰特储备资金的处罚规定,并决定装备大量船只、派遣紧急增援以及没收希奥斯的船只。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§8.15.1

ἐς δὲ τὰς Ἀθήνας ταχὺ ἀγγελία τῆς Χίου ἀφικνεῖται· καὶ νομίσαντες μέγαν ἤδη καὶ σαφῆ τὸν κίνδυνον σφᾶς περιεστάναι, καὶ τοὺς λοιποὺς ξυμμάχους οὐκ ἐθελήσειν τῆς μεγίστης πόλεως μεθεστηκυίας1 ἡσυχάζειν, τά τε χίλια τάλαντα, ὧν διὰ παντὸς τοῦ πολέμου ἐγλίχοντο μὴ ἅψασθαι,2 εὐθὺς ἔλυσαν τὰς ἐπικειμένας ζημίας τῷ εἰπόντι ἢ ἐπιψηφίσαντι ὑπὸ τῆς παρούσης ἐκπλήξεως, καὶ ἐψηφίσαντο κινεῖν καὶ ναῦς πληροῦν οὐκ ὀλίγας, τῶν τε ἐν τῷ Σπειραίῳ ἐφορμουσῶν τὰς μὲν ὀκτὼ ἤδη πέμπειν, αἳ ἀπολιποῦσαι τὴν φυλακὴν τὰς μετὰ Χαλκιδέως διώξασαι καὶ οὐ καταλαβοῦσαι ἀνεκεχωρήκεσαν (ἦρχε δὲ αὐτῶν Στρομβιχίδης Διοτίμου), ἄλλας δὲ οὐ πολὺ ὕστερον βοηθεῖν3 δώδεκα μετὰ Θρασυκλέους, ἀπολιπούσας καὶ ταύτας τὴν ἐφόρμησιν.

同时,关于希奥斯反叛的消息迅速传到了雅典。雅典人认为,一个巨大且迫在眉睫的危险已经包围了他们,而且在最强大的同盟市已经反叛的情况下,其余的盟国也不会保持平静;于是,在当前的恐慌之下,他们立即废除了那些对于提议或将动用那一千塔兰特资金付诸表决的人所施加的处罚(这笔资金是他们在整个战争期间一直渴望不予动用的),并表决动用这笔资金来装备不少的船只。在那些原本在斯派赖翁围锁敌船的己方船只中,他们决定立即派遣八艘,这些船曾离开监视哨所去追击与哈尔基德乌斯同行的船只,但未能追上而返回(其指挥官是迪奥提摩斯之子斯特隆比希德斯);不久之后,又派遣另外十二艘在色拉叙克勒斯指挥下的船只前去增援,这些船也同样离开了围锁岗位。

§8.15.2

τάς τε τῶν Χίων ἑπτὰ ναῦς, αἳ αὐτοῖς ξυνεπολιόρκουν τὰς ἐν τῷ Σπειραίῳ, ἀπαγαγόντες τοὺς μὲν δούλους ἐξ αὐτῶν ἠλευθέρωσαν, τοὺς δ’ ἐλευθέρους κατέδησαν. ἑτέρας δὲ 〈δέκα〉 ἀντὶ πασῶν τῶν ἀπελθουσῶν νεῶν ἐς τὴν ἐφόρμησιν τῶν Πελοποννησίων διὰ τάχους πληρώσαντες ἀντέπεμψαν καὶ ἄλλας διενοοῦντο τριάκοντα πληροῦν. καὶ πολλὴ ἦν ἡ προθυμία καὶ ὀλίγον ἐπράσσετο οὐδὲν4 ἐς τὴν βοήθειαν τὴν ἐπὶ τὴν Χίον.

此外,他们还将曾与他们一同在斯派赖翁围困敌船的七艘希奥斯船只带走,释放了其中的奴隶,而将自由人拘禁起来。为了填补因离开围锁岗位而造成的所有船只空缺,他们迅速装备并送回了另外〈十艘〉船只,以继续对伯罗奔尼撒人进行围锁,并计划再装备三十艘。他们的热情高涨,为了对希奥斯的增援,没有一件事被松懈对待。

语法注4 条
  1. 8.15.1τῆς μεγίστης πόλεως μεθεστηκυίας

    独立属格结构,表示环境或条件,意为“在他们最强大的城邦(指希奥斯)已经反叛的情况下”。

  2. 8.15.1ὧν ... μὴ ἅψασθαι

    关系代名词 ὧν(先行词为 τὰ χίλια τάλαντα)使用属格,是因为不定式 ἅψασθαι(源于 ἅπτομαι,“触碰、动用”)支配属格。否定词 μή 用于否定该不定式。

  3. 8.15.1πέμπειν ... βοηθεῖν

    两个不定式均依赖于主句动词 ἐψηφίσαντο(表决、决议),用以说明决议的内容。

  4. 8.15.2ὀλίγον ἐπράσσετο οὐδὲν

    直译为“没有一件事是被马虎(或微弱地)对待的”,通过双重否定构成强烈的肯定,意为“一切都得到了全力以赴的执行”。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)・修订记录(1 处,最近 2026-09-21)
  • 2026-09-21 AI校阅 — 注 1 处
urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:8.15.1-8.15.2