← 修昔底德

伯罗奔尼撒战争史

§7.74.1-7.74.2

雅典军推迟撤退与叙拉古军封锁陆路

雅典人因相信假情报而将撤退推迟至次日以做准备,而叙拉古人与吉利普斯则趁机封锁了陆路并拖走了雅典人的余下船只。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.74.1

οἱ δὲ πρὸς τὸ ἄγγελμα ἐπέσχον τὴν νύκτα, νομίσαντες οὐκ ἀπάτην εἶναι. καὶ ἐπειδὴ καὶ ὣς1 οὐκ εὐθὺς ὥρμησαν, ἔδοξεν αὐτοῖς καὶ τὴν ἐπιοῦσαν ἡμέραν περιμεῖναι, ὅπως ξυσκευάσαιντο ὡς ἐκ τῶν δυνατῶν οἱ στρατιῶται ὅτι χρησιμώτατα, καὶ τὰ μὲν ἄλλα πάντα καταλιπεῖν, ἀναλαβόντες δὲ αὐτὰ ὅσα περὶ τὸ σῶμα ἐς δίαιταν ὑπῆρχεν ἐπιτήδεια ἀφορμᾶσθαι.2

他们听到这个消息后,以为这不是骗局,便在那天夜里留了下来。而且,既然他们在那种情况下也没有立即出发,他们便决定也等待第二天,以便士兵们能尽可能多收拾一些最适用的物资,并且留下所有其他东西,只带上维持生命所需的那些必需品然后出发。

§7.74.2

Συρακόσιοι δὲ καὶ Γύλιππος τῷ μὲν πεζῷ προεξελθόντες τάς τε ὁδοὺς τὰς κατὰ τὴν χώραν, ᾗ εἰκὸς ἦν τοὺς Ἀθηναίους ἰέναι, ἀπεφάργνυσαν καὶ τῶν ῥείθρων καὶ [τῶν] ποταμῶν τὰς διαβάσεις ἐφύλασσον καὶ ἐς ὑποδοχὴν τοῦ στρατεύματος ὡς κωλύσοντες ᾗ ἐδόκει ἐτάσσοντο· ταῖς δὲ ναυσὶ προσπλεύσαντες τὰς ναῦς τῶν Ἀθηναίων ἀπὸ τοῦ αἰγιαλοῦ ἀφεῖλκον (ἐνέπρησαν δέ τινας ὀλίγας, ὥσπερ διενοήθησαν, αὐτοὶ οἱ Ἀθηναῖοι), τὰς δ’ ἄλλας καθ᾽ ἡσυχίαν οὐδενὸς κωλύοντος ὡς ἑκάστην ποι ἐκπεπτωκυῖαν3 ἀναδησάμενοι ἐκόμιζον ἐς τὴν πόλιν.

另一方面,叙拉古人和吉利普斯率领步兵提前出动,封锁了境内雅典人可能经过的所有道路,并防守溪流和河流的渡口,还在他们认为适宜的地方列阵,准备迎击并阻截雅典人的军队。他们还率领船只驶来,将雅典人的船只从海岸边拖走(不过雅典人自己也按照原先的计划烧毁了少数几艘);其余的船只则在无人阻拦的情况下,他们从容地把它们各自分散搁浅的地方系上缆绳,拖回了城里。

语法注3 条
  1. 7.74.1καὶ ὣς

    副词性短语,意为“即使如此”或“无论如何”。承接前一天晚上未立即出发的事实,引出进一步推迟出发的决定。

  2. 7.74.1ἀφορμᾶσθαι

    不定式 καταλιπεῖν 和 ἀφορμᾶσθαι 直接取决于句首的主动词 ἔδοξεν αὐτοῖς(他们决定),而不是目的从句 ὅπως 的一部分。整句结构为“他们决定(1)等待……,并且(2)留下……,以及(3)出发”。

  3. 7.74.2ὡς ἑκάστην ποι ἐκπεπτωκυῖαν

    这是一个结合了 ὡς、ἕκαστος、不定副词 ποι 以及分词的惯用结构,意为“每艘船在它们各自漂落的地方”,简练地表达了船只分散搁浅的具体状况。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.74.1-7.74.2