← 修昔底德

伯罗奔尼撒战争史

§7.72.1-7.72.4

雅典水手拒绝再战与夜间撤退的决议

海战失败后,叙拉古人立起胜利纪念碑,而雅典人则计划当晚撤退。德摩斯梯尼提议启用剩余船只再次突围,但因水手丧失斗志而作罢。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§7.72.1

γενομένης δ’ ἰσχυρᾶς τῆς ναυμαχίας καὶ πολλῶν νεῶν ἀμφοτέροις καὶ ἀνθρώπων ἀπολομένων οἱ Συρακόσιοι καὶ οἱ ξύμμαχοι ἐπικρατήσαντες τά τε ναυάγια καὶ τοὺς νεκροὺς ἀνείλοντο, καὶ ἀποπλεύσαντες πρὸς τὴν πόλιν τροπαῖον ἔστησαν, οἱ δ’ Ἀθηναῖοι ὑπὸ μεγέθους τῶν παρόντων κακῶν νεκρῶν μὲν πέρι ἢ ναυαγίων οὐδὲ ἐπενόουν αἰτῆσαι ἀναίρεσιν, τῆς δὲ νυκτὸς ἐβουλεύοντο εὐθὺς ἀναχωρεῖν.

在海战进行得异常激烈、双方都损失了许多船只和人员之后,叙拉古人及其盟友取得了胜利,收回了残骸和尸体,并驶回城去,树立了胜利纪念碑。而雅典人由于眼前灾难的沉重,甚至根本没有想到要请求收回尸体或残骸,反而商议当晚立即撤退。

§7.72.3

Δημοσθένης δὲ Νικίᾳ προσελθὼν γνώμην ἐποιεῖτο πληρώσαντας1 ἔτι τὰς λοιπὰς τῶν νεῶν βιάσασθαι, ἢν δύνωνται, ἅμα ἕῳ τὸν ἔκπλουν, λέγων ὅτι πλείους ἔτι αἱ λοιπαί εἰσι νῆες χρήσιμαι σφίσιν ἢ τοῖς πολεμίοις· ἦσαν γὰρ τοῖς μὲν Ἀθηναίοις περίλοιποι ὡς ἑξήκοντα, τοῖς δ’ ἐναντίοις ἐλάσσους ἢ πεντήκοντα.

德摩斯梯尼走到尼西阿斯身旁,提出建议,认为应该把剩余的船只重新配备好船员,如果可能的话,在黎明时分强行突围出港;他说,他们手里剩下可用的船只依然比敌人要多。因为雅典人大约还剩六十艘,而对手则不足五十艘。

§7.72.4

καὶ ξυγχωροῦντος Νικίου τῇ γνώμῃ καὶ βουλομένων πληροῦν αὐτῶν2 οἱ ναῦται οὐκ ἤθελον ἐσβαίνειν διὰ τὸ καταπεπλῆχθαί τε τῇ ἥσσῃ καὶ μὴ ἂν ἔτι οἴεσθαι κρατῆσαι.3

虽然尼西阿斯赞同这一提议,并且他们也想给船只配备船员,但水手们由于被战败吓破了胆,认为自己绝不可能再获胜,因而拒绝登船。

语法注3 条
  1. 7.72.3πληρώσαντας

    指代不定式 βιάσασθαι 逻辑主语(雅典人)的宾格分词。作为“宾格加不定式”结构的逻辑主语而采用宾格。

  2. 7.72.4βουλομένων πληροῦν αὐτῶν

    以指挥官们(尼西阿斯与德摩斯梯尼)为逻辑主语的属格绝对结构。与前文的 ξυγχωροῦντος Νικίου 类似,引入了与主句主语 οἱ ναῦται(水手们)不同的主语。

  3. 7.72.4μὴ ἂν ἔτι οἴεσθαι κρατῆσαι

    虚词 ἂν 与不定式 κρατῆσαι 连用,代表直陈语气中的 οὐκ ἂν κρατήσαιμεν(我们绝不可能再获胜)这一潜在或可能性的判断,在动词 οἴεσθαι(认为)的作用下变为了不定式结构。

翻译:Gemini 3.5 Flash(2026-05-25 发布)urn:cts:greekLit:tlg0003.tlg001.humanitext-grc2:7.72.1-7.72.4